← 辛普里丘

亚里士多德《论灵魂》注释

§227.33-228.39

作为形式之场所的灵魂与无器官的智性

辛普里丘阐明了亚里士多德为何赞同将灵魂称为“形式之场所”,继而通过对比感觉与智性的无受动性,论证了智性绝不依赖身体器官而进行超越性现实活动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.104

" Καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν." Ἐπαινεῖ τοὺς τόπον εἰδῶν τὴν ψυχὴν ἀποφηναμένους, καὶ ἅμα μὲν δηλῶν, ὡς οὐ περὶ τοῦ μετεχομένου ὑπὸ ψυχῆς νοῦ ἦν ὁ λόγος αὐτῷ (ἐκεῖνος γὰρ οὐ ψυχὴ ἀλλὰ κρείττων οὐσία), ἅμα δέ, ὅτι εἴδη οὐ τὰ συμβεβηκότα καλεῖ (τούτων γὰρ καὶ ἡ αἰσθητικὴ δεκτική), ἀλλὰ τὰς καθ’ αὑτὰς οὐσίας ἢ πάντῃ ἑαυτῶν οὔσας, ἢ καθ’ αὑτὰ ὁριζόμενα οὐσιοῦται.1 τόπος δὲ ὡς δεκτικὴ ἐπικτήτως καὶ ἔξωθέν πως, ἵνα σώζηται ἡ πρὸς τὸν σωματικὸν τόπον ἀναλογία. εἰ δὲ τοῦτο, οὐδὲ ἡ νοητικὴ ὅλη ἔσται τόπος, ἀλλ’ ἡ εἰρημένη καὶ ὅλως ἡ ἔξω ῥυεῖσα, ἐπεὶ ἥ γε μένουσα ἔστι τὰ σύστοιχα αὐτῇ εἴδη ἀλλ’ οὐ δέχεται, καὶ δυνάμει ἀλλ’ οὐκ ἐντελεχείᾳ ἡ ἀποστᾶσά πως ἑαυτῆς, ἡ δὲ εἰς ἑαυτὴν ὅλη στραφεῖσα καὶ κατὰ τὴν ἑαυτῆς στᾶσα οὐσίαν οὐ δυνάμει ἔτι ἀλλ’ ἐνεργείᾳ, μᾶλλον δὲ ἡ ἐνέργεια αὐτή.

“因此,那些把灵魂称为形式之场所的人说得好。” 他赞赏那些宣告灵魂为形式之场所的人,同时表明他的讨论并非关乎被灵魂所分有的智性(因为那个不是灵魂,而是更为卓越的实体),同时表明他所称的形式并非偶性(因为感觉能力也能够接受这些偶性),而是自存的实体,或者完全属于自身,或者作为就自身而言被规定的事物而获得实体化。灵魂作为场所,是因为它能够以获得的方式且在某种意义上从外部进行接受,以便保持与物体场所的类比。但若如此,甚至并非全部的理智[灵魂]都是场所,而只是上述的以及大体上向外流溢的[灵魂];因为留存的[灵魂]是与它相对应的诸形式本身而非接受它们,而且在某种意义上脱离自身的[灵魂]是处于潜能中而非在完全实现活动中,而完全向自身回归并依其自身实体而立的[灵魂]则不再处于潜能中,而是在现实活动中,或者更确切地说是现实活动本身。

§3.105

"Ὅτι δ’ οὐχ ὁμοία ἡ ἀπάθεια τοῦ αἰσθητικοῦ καὶ τοῦ νοητικοῦ, φανερὸν ἐπὶ τῶν αἰσθητηρίων καὶ τῆς αἰσθήσεως." Βούλεται μὲν διὰ τούτων ἐπιδεῖξαι τὸ προειρημένον, ὅτι οὐδέν ἐστιν ὄργανον ἐν τῇ τῶν νοητῶν εἰδῶν θεωρίᾳ· δείκνυσι δὲ ἐκ τῆς πρὸς τὴν αἴσθησιν τοῦ νοῦ παραβολῆς, ἵνα διὰ τῆς αἰσθήσεως γνόντες, τί πάσχει πᾶν τὸ δι’ ὀργάνου τι γινῶσκον, ἀπηλλαγμένον δὲ τοῦ πάθους ὁρῶντες τὸ νοητικόν, καὶ τῆς δι’ ὀργάνου θεωρίας ἐξῃρημένον αὐτὸ θώμεθα. ἀπάθειαν δὲ καλεῖ τὴν ἐν τῷ δεκτικῷ τινος οὔπω γεγονυῖαν ὑποδοχήν. εἰ τοίνυν μὴ ὁμοία ἡ ἔν τε τῷ αἰσθητικῷ καὶ τῷ νοητικῷ ἀπάθεια, οὔτε τὸ δεκτικὸν ἐν ἀμφοτέροις ὅμοιον οὔτε ἡ ὑποδοχή. τίς οὖν ἡ ἀνομοιότης; ὅτι ἡ μὲν τοῦ αἰσθητικοῦ ὑποδοχὴ μετὰ τροπῆς τινος καὶ μεταβολῆς καὶ σωματικῆς ἐγγίνεται πείσεως (παθεῖν γάρ τι δεῖ τὸ αἰσθητήριον ὑπὸ τῶν αἰσθητῶν, εἰ ἐνεργεῖν μέλλοι ἡ αἴσθησις), ἡ δὲ τοῦ νοητικοῦ ἄτρεπτος καὶ κατ’ οἰκείαν ἐνέργειαν ἡ μετάληψις. τῷ τοῦτο δῆλον; ὅτι ἡ μὲν αἴσθησις σφοδροῦ τινος ἀντιλαμβανομένη ἰδίου αἰσθητοῦ, οἷον λαμπροῦ χρώματος ἡ ὄψις, ἀδυνατεῖ παραυτίκα τῶν ἀμυδροτέρων ἀντιλαμβάνεσθαι, ὁ δὲ νοῦς οἷός τε ἐκ τῆς τῶν σφόδρα νοητῶν θεωρίας (τοιαῦτα δὲ ὅσα εἰδικώτερα καὶ οἱ ἐπαναβεβηκότες ὅροι καὶ κρείττους τελειότητες καὶ οὐσίαι καθαρώτεραι) καὶ τὰ ἐλάττω νοητὰ νοεῖν, καὶ μᾶλλον οἷός τε ἢ πρὶν νοῆσαι τὰ μείζω· ἐπιρρώννυται γὰρ ἡ νόησις ἐκ τῆς τῶν κρειττόνων θεωρίας πρὸς τὴν τῶν δευτέρων γνῶσιν, ὅθεν ἀρίστη ἡ ἐκ τῶν ἀρχῶν καὶ αἰτίων γνῶσις τῶν ἀρχομένων τε καὶ αἰτιατῶν. τί οὖν τὸ τῆς διαφορᾶς αἴτιον; ὅτι τὸ μὲν αἰσθητικὸν οὐκ ἄνευ σώματος ἐνεργεῖ καὶ δέχεται τὰ εἴδη, ἐν τῇ ὑποδοχῇ διακρινομένου ἢ συγκρινομένου καὶ ὅλως σωματικὴν ὑπομένοντος πάθην τοῦ ὀργάνου, καὶ ἐναργέστατα πληττομένου ἐν ταῖς τῶν σφόδρα αἰσθητῶν μεταλήψεσι· μειζόνως οὖν φέρε διακεκριμένον τὸ αἰσθητήριον ὑπὸ τοῦ ἔλαττον διακρίνοντος ἀπαθὲς μένον οὐ κινεῖ τὴν περὶ αὐτὸ τῆς αἰσθητικῆς ζωῆς ἐνέργειαν·2 ὁ δὲ νοῦς χωριστὸς ὢν παντὸς σώματος οὐδὲν δεῖται τροπῆς ἢ σωματοειδοῦς πείσεως· διὸ οὐδὲ παραποδίζεται πρὸς τὴν τῶν ὑφειμένων θεωρίαν, κατὰ καθαρὰν ἴδιον ἐνέργειαν καὶ τὰ ἀπὸ τῶν κρειττόνων ἥκοντα ὑποδεχόμενος, καὶ οὐ πάσχων τὸ σῶμα ἀλλ’ ἐνεργῶν τὰ διάφορα πάσχειν λεγόμενος.3

“感觉能力与理智能力的无受动性并不相似,这在感觉器官和感觉上是显而易见的。” 他意在通过这些论述证明前文所述的观点,即在可知形式的观照中没有任何器官;他是通过将智性与感觉相对比来证明这一点的,以便我们通过感觉认识到凡通过器官认识某种事物者承受何种受动,并看到理智者摆脱了这种受动,从而将它确立为超越通过器官的观照。他所说的无受动性,是指在某种事物的接受者中尚未发生的接纳。既然感觉能力与理智能力中的无受动性并不相似,那么两者中的接受者与接纳也都不相似。那么这种不相似性是什么呢?这就是:感觉能力的接纳伴随着某种转化、改变和身体的受动而发生(因为如果感觉要活动,感觉器官必须受到感觉对象的某种作用),而理智能力的接纳则是不可转化的,且是依照其固有现实活动的分享。这一点由何而明呢?因为当感觉把握某种强烈的固有感觉对象时(例如视觉把握耀眼的颜色),它便立刻无法把握较为微弱的感觉对象;相反,智性从对强烈可知对象的观照中(这些对象是更为形式化的事物、超越性的规定、更卓越的完满性以及更纯粹的实体),不仅能够思惟较低级的可知对象,而且比思惟较高级的对象之前更能思惟它们;因为思惟通过对较卓越者的观照而得到增强,从而转向对第二位事物的认识,由此,源于始基和原因对从属者和被产生者的认识乃是最好的认识。那么这种差异的原因是什么呢?原因在于:感觉能力脱离身体就不能活动,也不能接受形式,在接纳中器官经历分离或结合,大体上忍受着身体的受动,并在分有强烈感觉对象时极其明显地受到冲击——因此,不妨说,受到更大分离的感觉器官对于造成较小分离者保持不发生受动,从而不再激起关于自身的感知性生命的现实活动——而智性由于脱离一切身体,完全不需要转化或物态的受动;因此它在观照低级事物时也不会受到阻碍,而是即便对来自较高级事物的东西也依照纯粹固有的现实活动加以接纳,且并非在身体上受动,而是自身在活动中被说成受动于不同的事物。

语法注3 条
  1. 3.104ἢ καθ’ αὑτὰ ὁριζόμενα οὐσιοῦται

    该分句的主语与前述的 τὰς καθ’ αὑτὰς οὐσίας 相应或作中性复数主语处理,动词 οὐσιοῦται 为第三人称单数,符合中性复数主语接单数动词的常规用法,意为“作为就自身而言被界定的事物而获得实体化者”。

  2. 3.105μειζόνως οὖν φέρε διακεκριμένον τὸ αἰσθητήριον ὑπὸ τοῦ ἔλαττον διακρίνοντος ἀπαθὲς μένον οὐ κινεῖ τὴν περὶ αὐτὸ τῆς αἰσθητικῆς ζωῆς ἐνέργειαν

    主干结构为 τὸ αἰσθητήριον ... οὐ κινεῖ τὴν ... ἐνέργειαν(感觉器官……不激发……现实活动)。分词 διακεκριμένον(已被较大程度分离)与 ἀπαθὲς μένον(保持未受动)与主语 τὸ αἰσθητήριον 一致,介词短语 ὑπὸ τοῦ ἔλαττον διακρίνοντος 表示动因(“造成较小分离者”)。插入的 φέρε 用作副词性的“不妨说/例如”。

  3. 3.105καὶ οὐ πάσχων τὸ σῶμα ἀλλ’ ἐνεργῶν τὰ διάφορα πάσχειν λεγόμενος

    分词 πάσχων 与 ἐνεργῶν 均为阳性单数主格,与智性一致。宾格 τὸ σῶμα 作关系宾格(“在身体上”)或受动相关的对象,构成 οὐ πάσχων ... ἀλλ’ ἐνεργῶν(“并非身体受动,而是自身在活动”)的对比,最终统属于 πάσχειν λεγόμενος(“被说成承受不同的作用”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:227.33-228.39