- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:226.14-227.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了智性在思惟之前除潜能外别无自身本性这一论断(429a21)的句法与真义,阐释了灵魂借以推论思惟与判断的智性定义(429a23),并通过将其与物态生命相对照,论证了智性为何不与身体相混合且不具有任何器官(429a24)。
" Ὥστε μηδ’ αὐτοῦ εἶναι φύσιν μηδεμίαν ἀλλ’ ἢ ταύτην, ὅτι δυνατός." Τὸ ὥστε μηδ’ αὐτοῦ οὐχὶ καὶ ὡς τῆς ὕλης ἀκουστέον. ἐκείνη μὲν γὰρ ἀνείδεος, κατ’ αὐτὸ μόνον τὸ δεκτικὸν τῶν σωματικῶν εἰδῶν οὐσιωμένη, ὁ δὲ νοῦς οὗτος κατὰ τὴν λογικὴν οὐσίωται καὶ αὐτὸς ψυχὴν καὶ γινώσκει τὰ αἰσθητά, ὡς εἴρηται. ἀλλ’ οὐχὶ καὶ ὡς τῆς αἰσθήσεως μηδεμίαν ἐχούσης φύσιν νοητέον ἐπὶ τοῦ μηδὲ αὐτοῦ· καὶ γὰρ καὶ αὐτὸς καὶ ἡ αἴσθησις ἰδίας ἔχουσί τινας φύσεις. ἀλλὰ τὸ μὲν ῥητὸν καταστῆσαι χρὴ μεταθέντας τὸ αὐτοῦ ὧδέ πως·1 ὥστε μηδὲ εἶναι φύσιν αὐτοῦ μηδεμίαν, ἵνα μὴ καὶ ἄλλο τι αὐτῷ ὡς ὅμοιον συμπαραλαμβάνειν ἀναγκαζώμεθα. τὸ δὲ μηδεμίαν αὐτοῦ εἶναι φύσιν ἀληθές, εἰ φύσιν ἀκούοιμεν τὴν νοητήν τε καὶ νοεράν. οὔτε γὰρ νοεῖ οὔτε νοεῖται κατ’ ἐνέργειαν, ἀλλὰ μόνον ἐστὶ πρὸς ἄμφω δυνάμει πρὶν νοεῖν, ἕως ἂν ἀτελὴς ᾖ. κἂν γὰρ τὰ αἰσθητὰ γινώσκῃ, ἀλλ’ οὐ τὰ νοητά, ἅ εἰσιν οὐσιώδεις ὅροι. οὐδὲ νοῦς οὖν ἐστιν, ἐπειδὴ νοητῶν γνῶσις ὁ νοῦς, νοητὰ δὲ ὅσων μὴ αἴσθησις γνωριστική· ἐπεὶ καὶ διαιρεῖν εἰς δύο τὰ ὄντα εἰώθαμεν, εἰς νοητά τε καὶ αἰσθητά. εἰκότως ἄρα καὶ καλεῖσθαι λέγει τὸν τοιοῦτον τῆς ψυχῆς νοῦν, ὡς μήπω ὄντα διὰ τὸ μὴ ἐνεργείᾳ εἶναι, καλούμενον δὲ ὅμως διὰ τὸ δυνάμει εἶναι νοῦν μόνον καὶ μηδὲν εἶναι τῶν νοητῶν εἰδῶν, ἅπερ ὄντα λέγει ὡς κυρίως ὄντα ἐνεργείᾳ, πρὶν νοεῖν· νοῶν γὰρ κατά τι πάντως ὁρίζεται τῶν νοητῶν καὶ ἔστιν οἷον τὸ νοούμενον.
“因此,就其自身而言除了是潜在的之外,也没有任何本性。” “因此就其自身而言也没有”这一语句,不可按质料的情形来理解。因为质料是无形式的,仅仅根据对物体形式的接受能力而获得实体化,而这个智性本身也是依照理性灵魂获得实体化的,正如所言,它认识感觉对象。然而也不可将“就其自身而言也没有”理解为如同感觉没有任何本性那样;因为无论智性自身还是感觉,都具有某些特有的本性。但应当重整这一文句,将 αὐτοῦ 挪动位置,作如下处理:“因此它的任何本性都不存在”,免得我们被迫连带引入某种与它相似的他物。另一方面,若我们将本性理解为可知的以及理智的本性,那么“它的任何本性都不存在”则是真实的。因为在现实活动中,它既不思惟也不被思惟,而是在思惟之前,只要它尚不完满,就仅仅对这两者处于潜能状态。因为即便它认识感觉对象,却并不认识作为本质界说的可知对象。因此它甚至不是智性,因为智性是对可知对象的认识,而可知对象则是感觉所不具有认知能力的一切事物(因为我们也习惯于将存在者二分为可知者与感觉者)。因此,他说灵魂的这种智性如此被称谓是合情合理的,由于它未处于现实活动中而作为“尚未存在者”,却又由于仅仅在潜能上是智性且在思惟之前不是任何可知形式而依然被称为智性——〔亚里士多德〕将这些形式称为严格意义上处于现实活动中的存在者;因为在思惟时,它无论如何都会依照可知对象中的某一个被限定,并且成为如同被思惟之物那样的东西。
"Λέγω δὲ νοῦν, ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή." Ἐν γὰρ ταῖς διεξοδικαῖς τοῦ λόγου μεταβάσεσιν, ἃς ἀπὸ τοῦ διανύειν γνωστικῶς ἡ διάνοια δηλοῖ, καὶ ἐν τῇ κατά τινα ἀπόστασιν θεωρίᾳ, ἣν ἡ ὑπόληψις σημαίνει, τό τε ἀτελὲς ἐπισυμβαίνει ποτέ, ὡς μηδὲν νοεῖν, καὶ τὸ καθ’ ἕξιν τέλειον, ὅτε δύναται καὶ τἆλλα δι’ ἑαυτοῦ καὶ αὑτὸν νοεῖν.
“我所说的智性,是指灵魂借以推论思惟和判断的〔能力〕。” 因为在理性的推移过渡中(思想由于认知性地贯通而表明了这种过渡),以及在依据某种间距的观照中(判断便意味着这一点),有时会发生未完满的状态,以至于什么也不思惟;有时则会发生依照品格状态的完满,即它能够通过自身思惟其他事物和思惟自身的时候。
"Διὸ οὐδὲ μεμῖχθαι εὔλογον αὐτὸν τῷ σώματι· ποιός τις γὰρ ἂν γένοιτο, ἢ θερμὸς ἢ ψυχρός, κἂν ὄργανόν τι εἴη ὥσπερ τῷ αἰσθητικῷ· νῦν δὲ οὐδέν ἐστιν." Ἐπειδὴ δυνάμει μόνον εἶπε τὸν εἰρημένον νοῦν καὶ μηδὲν εἶναι ἐνεργείᾳ τῶν ὄντων καὶ μηδεμίαν εἶναι φύσιν αὐτοῦ ἀλλ’ ἢ μόνον ὅτι δυνατός, εὐλαβήθη οὐχὶ μὴ ἀνούσιον ἢ ἄζων αὐτὸν ὑποπτεύσωμεν (ζωὴ γὰρ πάντως καὶ οὐσία ἡ γινώσκειν τε καὶ φρονεῖν δυναμένη καὶ τῶν νοητῶν γνωστικῶς μεταλαγχάνειν εἰδῶν) οὐ τοῦτο οὖν εὐλαβήθη, ἀλλὰ μὴ σωματοειδής τις ὑπονοηθῇ2 εἶναι ζωὴ καὶ οὐσία, διότι ἐν σώμασι μάλιστα τὸ δυνάμει καὶ ἀτελὲς καὶ αἱ μεταβολαί, δείκνυσιν αὐτὸν πάσης ἀχωρίστου σωμάτων ζωῆς ἐξῃρημένον. διττὴ δὲ ἡ ἀχώριστος, ἥ τε αὐτὸ εἰδοποιοῦσα τὸ ζωτικὸν ὄργανον, καθ’ ἣν ζῶν ἐστιν, καὶ ἡ ὡς ὀργάνῳ τῷ ἤδη ζῶντι σώματι χρωμένη ὡς ὁ πλωτὴρ τῇ νηί, καθ’ ὅσον χρῆται, ἀχώριστος οὖσα· οὐδετέρα πρὸς τὰ νοητὰ δυναμένη συναρμόζεσθαι, ὅτε ἡ τοῦ ὀργάνου ζωὴ καὶ μεμιγμένη τῷ σώματι καὶ συμπεφυρμένη ταῖς ἐν αὐτῷ ποιότησι. τό τε γὰρ σῶμα καὶ τῶν φυσικῶν ὑφεῖται εἰδῶν καὶ μειζόνως τῶν νοητῶν, αἵ τε παθητικαὶ ποιότητες πάσης ἐκβεβηκυῖαι οὐσίας πόρρω τῶν νοητῶν ἀποπεπτώκασιν· ὥστε καὶ ἡ ταύταις συμπεφυρμένη ζωὴ καὶ τῷ σώματι μεμιγμένη οὐκ ἄν ποτε τοῖς νοητοῖς συναρμοσθείη. τὸ γὰρ ὅλον τοῦ σώματος γινομένη, ὅπερ ἡ μῖξις δηλοῖ, καὶ τοῦ κοινῇ ὁριστικοῦ τῶν γενητῶν εἴδους ἀπολείπεται, οὔπω λέγω τῶν ἐξῃρημένων· ἀπολείπεται δὲ καὶ τῆς πρὸς αὑτὴν ἐπιστροφῆς, ὡς μὴ δύνασθαι ἑαυτὴν νοεῖν. καὶ ἔτι μᾶλλον ἡ τῶν ποιοτήτων ἀνάπλησις τὸ ἀνεπιτήδειον αὐτῆς πρὸς νοερὰν ἐνέργειαν καὶ τὸ πρὸς νοητὰ εἴδη ἀνάρμοστον ἐπιδείκνυσι. τὸν γὰρ οὐσιῶν εἰδητικῶν ἀντιληψόμενον λόγον καθαρεύειν δεῖ τῶν συμβεβηκότων καὶ μάλιστα τῶν ἐσχάτων, οἷαι αἱ παθητικαὶ ποιότητες, καὶ ἀμιγῆ πρὸς σῶμα εἶναι, ἵνα καὶ νοῇ τὰ ἀμέριστα καὶ πρὸς ἑαυτὸν ἐπιστρέφειν ἰσχύῃ. ἀλλὰ πόθεν, ὅτι οὐδέν ἐστιν αὐτῷ ὄργανον, ὥστε παντελῶς εἶναι χωριστὸν σωμάτων; ἢ τοῦτο ὕστερον ἐναργῶς ἐπιδείξει μικρὸν προελθών, ὅταν τὸ διάφορον τῆς ἀπαθείας τοῦ νοῦ καὶ τοῦ αἰσθητικοῦ ἐμφαίνῃ.
“因此,它与身体相混合也是不合情理的;因为这样它就会变成某种性质的东西,或热或冷,而且还会如同感觉能力那样存在某种器官;但事实上什么也没有。” 既然〔亚里士多德〕说上述智性仅处于潜能中,在现实活动中不属于存在者中的任何一个,并且除了它仅仅是潜在的之外没有任何本性,他所戒惧的并不是怕我们怀疑它是无实体的或无生命的(因为凡能够认识、明智并且能认知性地分有可知形式者,在任何情况下都是生命和实体)——因此他戒惧的不是这一点,而是怕它被推想为是某种物态的生命和实体,因为潜能、不完满和诸种变化主要存在于物体之中;于是他表明智性超越于一切不可脱离物体的生命。而不可脱离的生命有两种:一种是赋予生命器官自身以形式、器官依之而活着的生命;另一种是将已经活着的身体作为工具使用的生命,正如舵手使用船舶那样,只要在使用就是不可脱离的。这两种生命都不能与可知对象相协调,因为器官的生命既与身体相混合,又与其内部的性质相混杂。因为身体甚至劣于自然形式,更劣于可知形式,而受动性质脱离了一切实体,更是远远堕落于可知对象之下;因此与这些性质相混杂并与身体相混合的生命,绝不可能与可知对象相协调。因为成为完全属于身体的东西(这正是混合所表明的),不仅达不到被生成者的共同限定形式(更不用说超越的形式了),而且也达不到对自身的返回,以至于不能思惟自身。诸性质的充斥更进一步显明了它对理智现实活动的不适宜以及与可知形式的不相容。因为要把握形式实体的定义原则,必须纯粹于偶性,尤其是最底层的偶性,如受动性质,并且必须相对于身体是未混合的,以便它既能思惟不可分之物,又有能力返回自身。但是,凭什么说它没有任何器官,以至于完全脱离身体呢?抑或这一点他在稍作前行之后,当阐明智性的无受动性与感觉能力的无受动性之间的差异时,就会清楚地加以证明?
- 3.101μεταθέντας τὸ αὐτοῦ ὧδέ πως
亚里士多德原文为 ὥστε μηδ’ αὐτοῦ εἶναι φύσιν μηδεμίαν,为避免将 μηδέ 直接修饰 αὐτοῦ 而读作“甚至就智性自身而言也无本性”、进而与质料或感觉的无规定性相混淆,辛普里丘建议将 αὐτοῦ 后置改读作 ὥστε μηδὲ εἶναι φύσιν αὐτοῦ μηδεμίαν(“因此它的任何本性都不存在”),使 μηδέ 作为连词性句否定而非强调 αὐτοῦ。
- 3.103εὐλαβήθη οὐχὶ μὴ ἀνούσιον ἢ ἄζων αὐτὸν ὑποπτεύσωμεν ... οὐ τοῦτο οὖν εὐλαβήθη, ἀλλὰ μὴ σωματοειδής τις ὑπονοηθῇ
此处为一个扩展句式:动词 εὐλαβήθη 所统辖的表示预防/担忧的从属分句(μὴ ... ὑποπτεύσωμεν)前置了否定词 οὐχί,并在括号式的解释说明后通过 οὐ τοῦτο οὖν εὐλαβήθη, ἀλλὰ μή... 进行复述与修正,其核心结构为“他戒惧的不是……(οὐχὶ μή...),而是戒惧……(ἀλλὰ μή...)”。
