← 辛普里丘

亚里士多德《论灵魂》注释

§225.11-226.13

思惟与感觉的类比以及智性的未混合性

辛普里丘指明亚里士多德在感觉与思惟的类比中所讨论的主体是向外流出且尚不完满的智性,梳理了二者的异同,并结合阿那克萨戈拉的学说阐释了该智性为何必须如质料般无形式且未混合,以便不受阻碍地接受并认识一切事物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.99

" Καὶ ὁμοίως ἔχειν, ὥσπερ τὸ αἰσθητικὸν πρὸς τὰ αἰσθητά, οὕτω τὸν νοῦν πρὸς τὰ νοητά." Τοῦτο δηλαδὴ τὸ νοοῦν τὸ περὶ οὗ λόγος, ὅπερ καὶ πρόκειται σκοπεῖν καὶ προείρηται “εἰ δὴ ἔστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι”, καὶ ἀφ’ οὗ γίνεται τὸ νοεῖν· ᾧ εὐλόγως ἐπάξει καὶ τὸν ἤδη γενόμενον οὕτως ἕκαστα,1 ὡς ὁ ἐπιστήμων λέγεται ὁ κατ’ ἐνέργειαν. ὁ δὴ μήπω γεγονὼς ὁμοίως ἔχει πρὸς τὰ νοητά, ὡς τὸ αἰσθητικὸν πρὸς τὰ αἰσθητά, αἰσθητικὸν καλῶν τὸ δυνάμενον μὲν αἰσθάνεσθαι, οὔπω δὲ αἰσθανόμενον· ὡς καὶ κατὰ τὸ ἑτέρωθεν τελειοῦσθαι καὶ κατὰ τὸ δυνάμει ὡμοιῶσθαι, καὶ πρός γε κατὰ τὸ μὴ αὐτὰ ἀλλὰ τοιαῦτα οἷα τὰ πρωτότυπα εἶναι τὰ ἐγγινόμενα. οὔτε γὰρ τὰ αἰσθητὰ αὐτὰ ἐν τῷ αἰσθητικῷ, ἀλλὰ τὰ τούτων εἴδη, συμβεβηκότων ὄντα εἴδη, οὔτε τὰ νοητὰ αὐτὰ ἐν τῷ νῷ τούτῳ, ἀλλὰ τοιαῦτα· πλὴν ὅτι τὰ μὲν αἰσθητικὰ κρείττω τῶν αἰσθητῶν ὡς ζωτικὰ καὶ εἰς τὸ ἀμερὲς συναιρούμενα, τὰ δὲ νοητικὰ ὑφεῖται τῶν νοητῶν ὡς εἴσω μενόντων προϊόντα εἰς τὰ ἔξω· καὶ ὅτι τὰ μὲν αἰσθητὰ πάντη ἕτερα τῶν αἰσθητικῶν, τὰ δὲ νοητὰ ἅμα ἕτερα καὶ ταὐτά (οὐ γὰρ ἕτερος μόνον ἀλλὰ καὶ ὁ αὐτὸς ὁ ῥυεὶς τῷ μένοντι νῷ)· καὶ ὅτι τὰ μὲν αἰσθητὰ διὰ μέσου τοῦ αἰσθητηρίου ἐγείρει τὸ αἰσθητικόν, εἰς τὸ αἰσθητήριον ποιοῦντα2 (ἡ γὰρ αἰσθητικὴ ψυχὴ τῇ προβολῇ τῶν οἰκείων λόγων κατὰ τὸ εἶδος ἵσταται τῶν αἰσθητῶν), τὰ δὲ νοητὰ ἀμέσως αὐτὸν τελειοῖ τὸν νοῦν, αὐτενεργήτως καὶ τοῦτον ἐκεῖθεν πληρούμενον.

“并且[必须]具有类似的关系:正如感觉能力对感觉对象那样,智性对可知对象也是如此。” 这显然是指所讨论的进行思惟者,它既是提出的考察对象,也是此前用“如果思惟确实如同感觉”所谈及的、思惟由此得以产生的那一主体;[亚里士多德]理所当然还会在此之上附加上已经以这种方式成为各个事物的智性,正如被称为处于现实活动中的学者那样。那尚未成为如此的智性,与可知对象的关系正如感觉能力与感觉对象的关系一样,他把能感觉但尚未在感觉的主体称为感觉能力;这既在于从他处得以完满,又在于潜能上被同化,并且还在于[在其中]产生出来的并非[最初事物]自身,而是如同原型那样的产物。因为感觉对象自身既不在感觉能力中,而在其中的是它们的形式,即偶性的形式;可知对象自身也不在这智性中,而是在其中的是此类产物。只不过,感觉形式优于感觉对象,因为它们具有生命性并被聚合到不可分者之中,而理智形式则劣于可知对象,因为它们是由保留在内部的事物流向外部的;又在于感觉对象与感觉形式完全相异,而可知对象却同时相异又同一(因为流出的智性相对于居留的智性而言不仅相异,而且是同一的);还在于感觉对象通过感觉器官唤起感觉能力,对感觉器官施加作用(因为感觉灵魂通过自身特有本质定义的投射,而与感觉对象的形式相一致),而可知对象则直接使智性自身得以完满,且此智性也是凭借自身活动从那一处被充盈的。

§3.100

"Ἀνάγκη ἄρα, ἐπεὶ πάντα νοεῖ, ἀμιγῆ εἶναι, ὥσπερ φησὶν Ἀναξαγόρας, ἵνα κρατῇ." Δῆλον ὅτι καὶ ταῦτα περὶ τοῦ νῦν προκειμένου λέγεται νοῦ τοῦ καὶ προελθόντος καὶ ἔτι ἀτελοῦς. καὶ οὗτος οὐδέν ἐστι τῶν νοητῶν, ἀλλὰ πρὸς πάντα ὑπάρχει ἀμιγής, ἵνα πάντα κατὰ μέθεξιν νοῇ καὶ οὐ δι’ αὑτοῦ, ἀλλὰ διὰ τὴν ἑτέρωθεν τελειότητα· ἐπεὶ ὅ γε ὡς ὁ ἐπιστήμων ἕκαστα γινόμενος δι’ ἑαυτοῦ καὶ οὐκέτι ἀμιγής, ἀλλὰ ὢν ἕκαστα, καὶ μειζόνως ὁ κατὰ τὴν πρώτην τῆς ψυχῆς ἑστὼς οὐσίαν, καὶ τῇ οὐσίᾳ ὢν ἐνέργεια. ἀλλ’ ὁ κατὰ μετάληψιν ἑτέρων πάντα νοῶν ἀμιγής ἐστι πρὸς πάντα πρὶν νοεῖν· ὡς γὰρ ὕλη ὑπόκειται τοῖς οἷς νοεῖ, ἀνείδεον δὲ πάντη τὸ καθαρῶς ὑλικόν. διὸ οὐδὲ ἐπὶ τῶν σωμάτων συγχωροῦμεν ἕν τι τῶν στοιχείων ἢ ὅλως τι εἰδοπεποιημένον εἶναι τὴν πρώτην ὕλην. ἔστι γάρ τις πρὸς ἄλληλα τοῖς εἴδεσιν ἀντίθεσις, δι’ ἣν τὸ καθ’ ὁτιοῦν αὐτῶν οὐσιωμένον παραποδισθήσεται πρὸς τὴν τῶν λοιπῶν ὑποδοχήν, ἀντιφράττοντος ἢ ἀντιφράξοντος τοῦ ἐνυπάρχοντος πᾶσιν αὐτοῖς.3 ἵνα οὖν κατακρατῇ καὶ εἰλικρινῶς ἕκαστα γνωρίζῃ ὁ τοιοῦτος νοῦς, ἀμιγὴς ἔστω πρὸς πάντα, ὥσπερ Ἀναξαγόρας φυλάττει ἀμιγῆ πρὸς τὰς ὁμοιομερείας τὸν νοῦν, ἵνα αὐτῶν πασῶν κρατῇ, οὗτος μὲν πάντα δημιουργῶν καὶ νοῶν ἐξῃρημένως, ὁ δὲ τῆς ψυχῆς ὑλικὸς οὗτος νοῦς ὑφειμένως, ἵνα ἀκωλύτως μετέχῃ πάντων.

“因此,既然它思惟一切事物,就必然是未混合的,正如阿那克萨戈拉所说,以便它能实行统治。” 显而易见,这些话也是关于当前讨论的、既已流出且尚不完满的智性而说的。这智性绝非可知对象中的任何一个,而是相对于一切事物都作为未混合而存在,以便它能按照分有而非通过自身、而是通过来自他处的完满性来思惟一切事物。因为像学者那样通过自身成为各个事物的智性,便不再是未混合的,而是成了各个事物本身,而依照灵魂的第一实体确立起来、并且在实体上即是现实活动的智性,则更是如此。然而,那依照对他物的摄取而思惟一切事物的智性,在思惟之前相对于一切事物都是未混合的。因为它如质料般作为被思惟之物的基底,而纯粹质料性的东西在一切方面都是无形式的。因此,即便在物体层面上,我们也不承认四大元素中的任何一个、或一般而言任何已被形式化的东西是第一质料。因为诸形式相互之间存在着某种对立,由于这种对立,按照它们中任何一个获得实体化的东西,都会在接受其余形式时受到妨碍,因为内在之物正在阻碍或将要阻碍所有这些形式。因此,为了使这样的智性能够主导并纯粹地认识各个事物,就让它相对于一切事物都是未混合的吧,正如阿那克萨戈拉为了让智性统治所有的同质部分而保持其未被混合一样——他的智性是以超越的方式创造并思惟一切事物,而灵魂的这质料智性则是以降阶的方式如此,以便不受阻碍地分有一切事物。

语法注3 条
  1. 3.99ᾧ εὐλόγως ἐπάξει καὶ τὸν ἤδη γενόμενον οὕτως ἕκαστα

    与格关系代词 ᾧ 指向先行上下文或前一句的主语(处于最初或潜能状态的思惟知性),用作表示追加的与格(“在这之上[亚里士多德]将理所当然地追加……”)。主节动词 ἐπάξει 的主语(亚里士多德)在语境中承前省略,其直接宾语是宾格短语 τὸν ἤδη γενόμενον....。

  2. 3.99εἰς τὸ αἰσθητήριον ποιοῦντα

    分词 ποιοῦντα 为中性复数(在形式上可为主格或宾格),修饰主动词 ἐγείρει 的主语 τὰ αἰσθητά。动词 ποιεῖν 搭配介词短语 εἰς τὸ αἰσθητήριον,表示“对感觉器官施加作用/产生影响”。

  3. 3.100ἀντιφράττοντος ἢ ἀντιφράξοντος τοῦ ἐνυπάρχοντος πᾶσιν αὐτοῖς

    属格独立结构。其逻辑主语为实体化分词 τοῦ ἐνυπάρχοντος(内在之物),谓语分词为现在时及将来时分词 ἀντιφράττοντος ἢ ἀντιφράξοντος(阻挡或将要阻挡)。与格短语 πᾶσιν αὐτοῖς 由带前缀 ἀντί- 的复合动词所支配,意为“针对它们所有[即其余待接受的形式]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:225.11-226.13