← 辛普里丘

亚里士多德《论灵魂》注释

§224.17-225.10

智性的无受容受性与次等智性的性质

辛普里丘注解了亚里士多德《论灵魂》429a15–16,阐明智性之所以被称为“无受的且能接受形式”,是因为它指的是尚未占有实体形式的理性生命阶段。此外,他解释了“潜能上是这样的,但并非这个”一句,说明外流的智性是次等的智性,作为实体的投射而存在,而非第一实体自身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.97

" Ἀπαθὲς ἄρα δεῖ εἶναι, δεκτικὸν δὲ τοῦ εἴδους." Ἐπειδὴ πάσχειν ἔφη τὸ δέχεσθαι καὶ ἑτέρωθεν ἔχειν τὰ γνωστά, εἰκότως ἀπαθὲς λέγει τὸ δεκτικὸν μὲν μήπω δὲ ἔχον. ὁρᾷ γὰρ τὴν προελθοῦσαν καὶ ἀφισταμένην ἑαυτῆς, καὶ ταύτην ἔτι ἀτελῆ λογικὴν ἡμῶν ζωήν, οἵα ἡ τῶν ἀνεπιστημόνων καὶ οὐδαμῇ τὰς τῶν πραγμάτων οὐσίας γινώσκειν ἰσχυόντων· ἐπεὶ γινώσκει γε καὶ τότε ἡ ψυχή, ἀλλὰ τὰ συμβεβηκότα καὶ ἐπακολουθοῦντα τῇ οὐσίᾳ, οὐχ ὡς ἡ αἴσθησις καὶ ἡ φαντασία τὰ ἄτομα, ἀλλὰ τὰ κοινά, λογικῶς περὶ αὐτὰ ἐνεργοῦσα καὶ τὸ πρὸς ἄλληλα αὐτῶν ἀκόλουθον ἢ ἀντίθετον, τὸ προηγούμενόν τε καὶ ἑπόμενον θεωροῦσα, ὡς πᾶσαι αἱ περὶ τὰ ἔνυλα τέχναι, ἤδη δὲ καὶ αἱ μαθηματικαὶ λεγόμεναι ἐπιστῆμαι· οὐδὲ γὰρ αὗται οὐσίας, ἀλλὰ σχήματα καὶ μεγέθη καὶ πάθας καὶ κινήσεις καὶ πρὸς ἄλληλα συμφωνίας ἐπισκοποῦσιν, οὐ τοὺς οὐσιώδεις αὐτῶν λόγους (ἀδιάστατοι γὰρ καὶ ἡνωμένοι οὗτοι), ἀλλὰ τὰς ἐκβεβηκότως ἀπ’ αὐτῶν καὶ δι’ ἑτερότητος προελθούσας διαστάσεις καὶ μερισμούς. ἀλλ’ εἰ καὶ ταῦτα ἀπὸ τῶν εἰδῶν ἥκει, πῶς οὐχὶ καὶ ταῦτα ὁ ἔξω προελθὼν γνώσεται νοῦς κατά τινα τῶν εἰδῶν μέθεξιν, ἵνα καὶ μὴ μάτην ὑπάρχῃ τὰ νοητὰ ἐν τῇ ψυχῇ εἴδη, οὐδὲν εἰς τὸν νοῦν ἐνεργοῦντα; ἢ ἐνεργήσει μὲν καὶ τότε, ἀλλ’ οὐχ ὡς νοητὰ οὐδὲ ὡς εἴδη.1 οὐσίαι γὰρ ἀμέριστοι καὶ ὅροι τὰ νοητὰ καὶ πᾶν εἶδος· μεταλαμβάνει δὲ ἐν τῇ ἀτελεῖ ἔξω ῥοπῇ τῶν νοητῶν εἰδῶν οὐχ ὡς οὐσιῶν οὐδὲ ὡς ἀμερίστων γνωστῶν, ἀλλ’ ὡς ἀποτελευτώντων εἰς μερισμὸν καὶ πάθη καὶ ὅλως τὴν ταῖς οὐσίαις ἐπακολουθοῦσαν φύσιν. εἰκότως ἄρα τὸ ἀπαθὲς αὐτοῦ ἑρμηνεύων ὡς μήπω μὲν ἔχον δεκτικὸν δέ, οὐχ ἁπλῶς ἔφη τοῦ γνωστοῦ ἀλλὰ τοῦ εἴδους, ὅπερ ἀμέριστός ἐστι καὶ οὐσιώδης ὅρος καὶ νοητός. νοῦς γὰρ ᾧ τοὺς ὅρους γινώσκομεν.

“因此它必须是无受的,但能接受形式。” 既然他把接受并从他处获得可知对象称为“受影响”,他理所当然地把能接受但尚未拥有[它们]者称为“无受的”。因为他看到的是我们那已经流出并脱离自身、且此时仍不完满的理性生命,犹如那些无学识者和绝无能力认识事物实体的那些人的理性生命。因为甚至在那时灵魂确实也在认识,但认识的是偶性以及随附于实体的事物,并非如感觉与表象那样认识个体,而是认识共通之物,对它们进行理性的现实活动,并考察它们相互之间的推论或对立、先行者与后继者,正如一切关涉质料事物的技艺,乃至所谓的数学诸科学那样。因为连这些科学也不考察实体,而是考察图形、大小、性质、运动以及它们相互之间的协调,不是考察它们实体性的本质定义(因为这些是无间距且统合的),而是考察由它们延伸出来并通过他异性而流出的广延与分割。但是,如果这些也来自形式,向外流出的智性岂不是也应当依照对形式的某种分有来认识这些,以免灵魂中可知形式的存在沦为空耗,对智性不发生任何作用?抑或[可以回答说],甚至在那时[诸形式]确实也在发生作用,但既非作为可知对象,亦非作为形式。因为可知对象及一切形式皆是不可分的实体与限定,而〔它〕在向外的不完满倾斜中分有可知形式,并非作为实体亦非作为不可分的可知对象,而是作为归结为分割、受动以及整体上随附于实体的自然本性之物。因此,他理所当然地把它的无受性解释为“尚未拥有但能接受”,并且不是单纯地说接受可知对象,而是说“接受形式”,形式正是不可分的、实体性的可知限定。因为我们正是凭借智性来认识各项限定的。

§3.98

"Καὶ δυνάμει τοιοῦτον ἀλλὰ μὴ τοῦτο." Οὐ γάρ, ἐπειδὴ μὴ ἤδη τέλειος ὁ ἔξω ῥέψας τῆς ψυχῆς νοῦς, καὶ πέφυκεν εἶναι ἀεὶ ἀτελής, ἀλλὰ καὶ τελειοῦσθαι δύναται, ὅτε, καίτοι μένων ἐν τῇ ἔξω ῥοπῇ, ὡς ὁ ἐπιστήμων κατὰ τὴν ἕξιν τελειοῦται, προβολὴν τῆς οὐσίας καὶ αὐτὴν ὑπάρχουσαν·2 διὸ καὶ αὐτὴ ἐν ἀποστάσει τῆς οὐσίας καὶ ἔξω. ταύτῃ μὲν οὖν δυνάμει, καὶ ὡς ἑτέρωθεν ὑποδεχόμενος καὶ ὡς ἔτι ἀτελὴς καὶ οὔπω δεδεγμένος. ἐπεὶ δὲ δευτέρως ἐστὶ νοῦς ὁ προελθὼν τοῦ κατ’ αὐτὴν τὴν πρώτην οὐσίαν, οὐδὲ τὸ ἐκείνῳ τῷ νῷ σύστοιχον3 ἀλλ’ ὑφειμένον καὶ τοιοῦτον, ἀλλ’ οὐκ αὐτό. ὀρθῶς ἄρα δυνάμει τοιοῦτον ἀλλὰ μὴ τοῦτο εἴρηται.

“并且潜能上是这样的,但并非这个[自身]。” 因为,灵魂向外倾斜的智性并不因其尚未达到完满,便天生注定永远不完满,而是当它纵使保留在向外的倾斜中、却如学者依照品质那样获得完满时,它也是能够得以完满的,而这一[品质]自身作为实体的投射而存在(因此它自身也偏离了实体并处于外部)。因此在这一方面它是潜能的,既作为从他处接受者,又作为尚不完满且尚未接受者。然而,既然流出的智性相对于依第一实体自身而论的智性而言居于第二位,那么也就并非是与那一智性同列之物,而是降阶的且是“这样的”,但非“这个自身”。因此,“潜能上是这样的,但并非这个”讲得十分恰当。

语法注3 条
  1. 3.97ἢ ἐνεργήσει μὲν καὶ τότε, ἀλλ’ οὐχ ὡς νοητὰ οὐδὲ ὡς εἴδη.

    虚词 ἢ 用于引出注解者对前文疑难提问(πῶς οὐχὶ...)的解答。动词 ἐνεργήσει 的逻辑主语是前一句中的 τὰ νοητὰ ἐν τῇ ψυχῇ εἴδη,中性复数主语与单数动词相呼应。其后的 ὡς νοητὰ οὐδὲ ὡς εἴδη 对诸形式自身活动的方式起到了限定作用。

  2. 3.98προβολὴν τῆς οὐσίας καὶ αὐτὴν ὑπάρχουσαν·

    宾格短语 προβολὴν ... ὑπάρχουσαν 为补充修饰前述 ἕξιν(品质)的宾格分词结构,指明这一品质本身(καὶ αὐτήν)作为实体的投射(προβολή)而存在。随后的分句 διὸ καὶ αὐτὴ ἐν ἀποστάσει... 则回归主格对此原因作进一步总结说明。

  3. 3.98ἐπεὶ δὲ δευτέρως ἐστὶ νοῦς ὁ προελθὼν τοῦ κατ’ αὐτὴν τὴν πρώτην οὐσίαν, οὐδὲ τὸ ἐκείνῳ τῷ νῷ σύστοιχον

    属格短语 τοῦ κατ’ αὐτὴν τὴν πρώτην οὐσίαν [νοῦ] 是副词 δευτέρως 所引出的比较属格,意为“次于依据第一实体自身的智性”。后文结果句 οὐδὲ τὸ ἐκείνῳ τῷ νῷ σύστοιχον 省略了系动词 ἐστί,意指“也就并非是与那一智性同列之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:224.17-225.10