- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:223.20-224.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘解释了亚里士多德之所以使用假言表述(“如果……”)是为了专门针对向外流出的思考,并根据灵魂的统一性与流出结构,阐明了智性的“受作用”与感觉受影响的区别,以及“诸如此类的其他事物”的含义。
καὶ διὰ τοῦτο ἄρα καὶ ὑποθετικῶς προήνεγκε τὸν λόγον τῷ συναπτικῷ χρησάμενος συνδέσμῳ εἰ ὡς τὸ αἰσθάνεσθαί ἐστι τὸ νοεῖν, τουτέστιν εἰ ἐκεῖνο τὸ νοεῖν θεωρηθείη, ὃ ὡς τὸ αἰσθάνεσθαι τυγχάνει ὄν, οἷον τὸ τῆς ἐν αὑτῷ μονῆς καὶ πρὸς ἑαυτὸ ἐπιστροφῆς ἀφιστάμενον, ἔξω δὲ ῥέπον καὶ ἑαυτοῦ καὶ τῶν αὑτοῦ εἰδῶν, οὐ παντελῶς, ὡς μὴ καὶ μενόντων πῃ αὐτοῦ τε τοῦ νοεῖν καὶ τῶν ἐν αὐτῷ εἰδῶν,1 ἀλλοτριωθὲν 〈δὲ〉 διὰ τὴν ἔξω ῥοπὴν ἑαυτοῦ τε καὶ τῶν ἐν αὐτῷ εἰδῶν ὡς ἄλλο τὸ προϊὸν ὑπ’ ἄλλων τῶν μενόντων τελειοῦταί τε καὶ πληροῦται. μία γὰρ οὖσα ἡ ψυχὴ ἡ ἡμετέρα, ἡ λογική φημι, ἅμα τε μένει μία καὶ πληθύνεται ἐν τῇ πρὸς σῶμα ῥοπῇ, οὔτε μένουσα καθαρῶς οὔτε ἐξισταμένη παντελῶς, ἀλλὰ καὶ μένουσά πῃ καὶ προϊοῦσα ἀφ’ ἑαυτῆς καὶ τῷ ἑτεροιοῦσθαι πρὸς ἑαυτὴν ἀμυδροῦσα τὴν πρὸς ἑαυτὴν ταὐτότητα, καὶ τὴν ἐπιστροφὴν τὴν πρὸς ἑαυτὴν χαλῶσα τῇ πρὸς τὰ δεύτερα ῥοῇ, οὐχ οὕτω ῥεύσασα ὡς μὴ καὶ ἐπιστρέφειν πως· μετ’ ἐπιστροφῆς γὰρ πᾶσα ἡ λογικὴ συγκατάθεσις, ὡς καὶ ἤδη εἴρηται. ὁ δὲ κατὰ τὴν ἔξω ῥοὴν τῆς ψυχῆς νοῦς νοεῖ οὐ καθ’ ἑαυτὸν οὐδὲ ὑφ’ ἑαυτοῦ οὐδὲ δι’ αὑτοῦ, ἀλλ’ ὡς ἡ αἴσθησις ὑπὸ τοῦ αἰσθητοῦ, οὕτως αὐτὸς ὑπὸ τοῦ νοητοῦ καὶ τοῦ συστοίχου ἐκείνῳ νοῦ διεγειρόμενός τε καὶ πληρούμενος ὡς ἄλλος ὑπ’ ἄλλου διὰ τὴν τοῦ ῥεύσαντος πρὸς τὸν μείναντα ἑτερότητα. καὶ ταύτῃ πάσχειν τι ἂν εἴη τὸ κατὰ τὸν ῥεύσαντα νοεῖν ὡς ὑφ’ ἑτέρου πληρούμενον· τὸ μὲν γὰρ τὶ πρόσκειται τῷ πάσχειν, ἵνα μὴ φθαρτικὸν τὸ πάσχειν ἀκούσωμεν. τὸ δὲ ἤ τι τοιοῦτον ἕτερον2 ὡς καὶ τοῦ αἰσθητικοῦ διαφέρον πάθος. κυριώτερον γὰρ ἐκεῖ διὰ τὴν τοῦ ὀργάνου κίνησιν καὶ διὰ τὴν τῶν αἰσθητῶν παντελῆ πρὸς τὴν αἴσθησιν ἑτερότητα καὶ τὴν ἔξω ὕπαρξιν. ἐπὶ δὲ τοῦ νοεῖν οὔτε ἄλλο πάντῃ τὸ νοητὸν οὔτε ἔξω ἀλλ’ εἴσω, οὔτε σωματική τις γίνεται κίνησις, ἐπεὶ μηδὲ ὡς ὀργάνου δεῖ, ἀλλὰ κατὰ μόνην τὴν ὡς ὑφ’ ἑτέρου πλήρωσιν ἡ πάθη. ἡ δὲ καὶ ὑφ’ ἑαυτοῦ πως διὰ τὴν μίαν τῆς ψυχῆς οὐσίαν, τοιοῦτόν τι ἕτερον, ὡς ἅμα μὲν ὁμοιότητα σῶζον πρὸς τὸ πάθος διὰ τὴν ὡς ἑτέρωθεν ἔνδοσιν, ἅμα δὲ ἕτερον ὂν τοῦ πάθους διὰ τὴν καὶ ὑφ’ ἑαυτοῦ τελείωσιν. ὅθεν καὶ ζητεῖ ἡ ψυχὴ ὡς μὴ ἔχουσα καὶ εὑρίσκει τὰ πράγματα εἰς ἑαυτὴν βλέπουσα ὡς ἔχουσα. ἐπεὶ δὲ ἀπὸ τῶν ἐνεργειῶν ἐναργεστέρων οὐσῶν εἰς τὰς οὐσίας ἡμῖν ἡ ἀναφορά, εἰκότως ἀπὸ τοῦ νοεῖν εἰς τὴν περὶ τῆς τοῦ οὕτω νοοῦντος ἡμᾶς προσβιβάζει θεωρίαν. οὐ μὴν ὡς ἐπὶ τοῦ αἰσθάνεσθαι τὰ αἰσθητὰ καὶ πρὸ τῆς αἰσθητικῆς ἐνεργείας, οὕτω καὶ τὰ νοητὰ πρὸ τοῦ ἐνεργεῖν προλαμβάνει, διότι τὸ νοητὸν κρυφιώτερον τοῦ κατὰ τὸν προϊόντα νοῦν νοεῖν ὡς οὐσιωδέστερον, ὡς μονιμώτερον, ὡς ὅλως πρῶτον καὶ ἀκρότατον τῆς ψυχῆς.
因此,正因如此,他也采用了假言的方式提出这一论述,使用了连接连词“如果”,即“如果思考如同感觉”;这就是说,若所考察的是那种恰好如同感觉的思考——例如离开在其自身之中的持留和向自身的回归,向外倾斜并偏离自身及其固有形式的思考,但并非全然如此(并非思考自身及其中的形式不在某种程度上持留),而是由于向外的倾斜而疏离于自身及其中的形式,以至于那流出者作为一者,被那些持留者作为他者所完满并充满。 因为我们的灵魂虽是单一的——我指的是理性灵魂——,却在向身体的倾斜中既保持为一,又同时多化;它既非纯粹地持留,亦非全然地脱离自身,而是在某种程度上既持留又从自身流出,并通过相对于自身而异化来暗淡对自身的同一性,且通过向次等事物的流注来放松向自身的回归,但并非流逝到在某种方式上连回归也不复存在的地步;因为正如已经说过的,一切理性的赞同都伴随着回归。 而依灵魂向外之流注而论的智性,既非依照自身,亦非由自身,更非凭自身进行思考,而是正如感觉受到感觉对象[唤起]一样,它自身同样被可知对象以及与那可知对象相对应的智性所唤醒并充满,如同由于流逝者相对于持留者的他异性而由另一者来充满这一者。 正是在这一方面,依流逝者而论的思考,作为由他者所充满的事物,才可以说是“受到某种作用”;因为“某种”被附加于“受到作用”,是为了让我们不把这种受作用理解为毁灭性的。 而“或者是某种诸如此类的其他事物”这一用语,则是作为一种与感觉的受影响亦有所区别的受影响[而被添加的]。因为在感觉那里,由于器官的运动,以及由于感觉对象相对于感觉的彻底他异性及其外在的存在,受影响才是在更本原的意义上成立的;但在思考的情形下,可知对象既非完全是外物,亦非居于外部,而是在内部,也不产生任何身体性的运动(因为根本不需要器械般的器官),受影响仅仅依循如同由他者所进行的充实。 然而,由于灵魂之实体的单一性,这种[受影响]在某种方式上也是由自身而来的,它正是“某种诸如此类的其他事物”,既通过如同来自他处的赋予而保留了对受影响的相似性,又同时通过亦由自身获得完满而有别于受影响。 因此,灵魂既如同未拥有那样去探求,又如同拥有那样通过凝视自身而发现诸事物。 而且,既然我们是从更为明晰的现实活动上升至诸实体,那么他[亚里士多德]从思考引导我们进入关于如此思考者的实体的考察,便是理所应当的。 然而,他并不像在感觉的情形中甚至在感觉活动之前〔就预先把握〕感觉对象那样,也在活动之前预先把握可知对象;因为可知对象比起依流出之智性而论的思考更为隐秘,作为更具实体性的、更恒久的存在,总括而言是灵魂最初且最高峰之所在。
- 3.96οὐ παντελῶς, ὡς μὴ καὶ μενόντων πῃ αὐτοῦ τε τοῦ νοεῖν καὶ τῶν ἐν αὐτῷ εἰδῶν
紧接在 οὐ παντελῶς(并非全然如此)之后的 ὡς μὴ καὶ μενόντων πῃ... 是带有否定词 μή 的属格独立结构,表达一种限定性的前提或主观理由(“并非思考自身及其中的形式不在某种程度上持留”)。该结构在句法上限制了外倾的程度,表明灵魂仍保留着对自身的同一性。
- 3.96ἡ δὲ καὶ ὑφ’ ἑαυτοῦ πως διὰ τὴν μίαν τῆς ψυχῆς οὐσίαν, τοιοῦτόν τι ἕτερον
句首的阴性定冠词 ἡ 承接前文的 ἡ πάθη(思考中的受影响)作为主语(“然而[思考中的受影响]……”)。系词 ἐστί 被省略,后面的 τοιοῦτόν τι ἕτερον 作主格表语,呼应引文中的 ἤ τι τοιοῦτον ἕτερον。该句法结构说明了智性的受影响何以既是被动的又是由自身完成的。
