← 辛普里丘

亚里士多德《论灵魂》注释

§222.31-223.20

思考的受动性与质料智性的定位

针对亚里士多德将思考比作感觉且视其为受作用的观点(429a13),辛普利丘阐明这并非指称完全的或主动的智性,而仅指处于潜能中的最底层的质料智性,并论证了主动智性同样位于灵魂内部。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.96#1

" Εἰ δή ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι, ἢ πάσχειν τι ἂν εἴη ὑπὸ τοῦ νοητοῦ ἤ τι τοιοῦτον ἕτερον." Οὐ περὶ παντὸς τοῦ νοεῖν λέγων1 τοιοῦτον αὐτὸ εἶναι οἷον τὸ αἰσθάνεσθαι. οὔτε γὰρ τὸ κατὰ τὴν ἕξιν τέλειον, ὅταν δύνηται ἐνεργεῖν δι’ αὑτοῦ, καὶ αὐτὸς τότε ἑαυτὸν δυνάμενος νοεῖν, ἐπειδὴ μήτε γνωστικὴ ἑαυτῆς ἡ αἴσθησις καὶ οὐδέποτε δι’ αὑτῆς ἄνευ τῆς τῶν αἰσθητῶν παρουσίας ἐγείρεται, οὔτε ἔτι μᾶλλον τὸ ἐν τῷ πάντα ποιεῖν ἐν τῷ πάντα γινομένῳ καὶ ἀναλογοῦν τῇ τέχνῃ, ὅπερ καὶ ἀπαθὲς σαφῶς λέγεται καὶ χωριστὸν καὶ τῇ οὐσίᾳ εἶναι ἐνέργεια, τοῦτο δὲ δυνάμει καὶ ὑλικὸν καὶ πάσχον ὑπὸ τοῦ νοητοῦ.2 οὐ δὴ οὖν περὶ παντός, ὡς ἀκούσαντες ἔνιοι κατηγοροῦσι τοῦ Ἀριστοτέλους ἐναντιολογίαν πρὸς ἑαυτόν, καὶ ἵνα δὴ μὴ δοκῇ τοῦτο πάσχειν, ταῦτα ἐπὶ τῆς ψυχῆς ἀκούοντες ἢ ἐπὶ τοῦ μετεχομένου ὑπὸ τῆς ψυχῆς νοῦ, τὸν δὲ ἀνάλογον τῇ τέχνῃ νοῦν τὸν ἀμέθεκτον καὶ ἐξῃρημένον φάσκοντες εἰρῆσθαι. καὶ γὰρ πᾶν τὸ ἐν τῇ πραγματείᾳ ταύτῃ προτεινόμενον εἰς σκέψιν γινώσκειν τε καὶ φρονεῖν σαφῶς μόριον εἴρηται τῆς ψυχῆς, καὶ νοῦς εἶναι ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή, καὶ περὶ τοῦ κατὰ τὴν ἕξιν τελείου, ὅτι ποτὲ γίνεται ὡς ὁ ἐπιστήμων καὶ ποτὲ δύναται δι’ ἑαυτοῦ ἐνεργεῖν καὶ μανθάνειν τε καὶ εὑρίσκειν· ἅπερ ἅπαντα μόνῃ τῇ ἀνθρωπείᾳ προσήκει ψυχῇ. ἀλλὰ καὶ οὐ τὸν πάσχοντα μόνον, καὶ τὸν ποιοῦντα δὲ νοῦν ἐν τῇ ψυχῇ τίθεται· ἀνάγκη γάρ, φησι, καὶ ἐν τῇ ψυχῇ ὑπάρχειν ταύτας τὰς διαφοράς. διὸ καὶ ἕξει καὶ φωτὶ τὸν ἐν τῇ ψυχῇ ποιοῦντα ἀφομοιοῖ, ἵνα μᾶλλον κατὰ τὸν φωτίζοντα ὁ ὑπὲρ τὴν ψυχὴν ἑστήκῃ νοῦς.3 πρόκειται μὲν οὖν ἡ πᾶσα αὐτῷ πραγματεία, ὡς καὶ ἤδη εἴρηται, περὶ τῆς λογικῆς τοῦ ἀνθρώπου ἐν τούτοις εἰπεῖν οὐσίας, ἣν δὴ νοῦν καλεῖ. τριχῶς δὲ τὸ νοεῖν αὐτῆς θεωρῶν ἀπὸ τοῦ ἐσχάτου ἄρχεται ὡς καὶ μάλιστα τοῖς ἀκούουσι γνωρίμου, καὶ ὡς αὐτὸ τοῦτο προτείνας εἰς ζήτησιν, ὅπως γίνεται τὸ νοεῖν· ἐκ δὲ τοῦ ἀτελοῦς πᾶσα γένεσις. ἔσχατος δὲ ὁ ὑλικὸς καὶ τῷ πάντα πάσχειν καλούμενος, ὡς αὐτὸς ἐρεῖ, καὶ ἑτέρωθεν τελειούμενος, τῷ μήπω εἶναι τὰ νοητά, ἀλλὰ τῷ δέχεσθαι αὐτὰ τελειούμενος ὡς ἡ αἴσθησις τῷ δέχεσθαι τὰ αἰσθητά· διὸ καὶ ἀπεικάζεται τῇ αἰσθήσει.

“如果思考如同感觉,那么它要么是受到可知对象的作用,要么是某种诸如此类的其他事物。” 他并非在对全部思考而言说它是像感觉那样的。因为他既不是在说依习性而完全的[思考]——即当它能够凭自身而活动,且届时能够思考自身之时(因为感觉既不能认识自身,若无感觉对象的临在也绝不能凭自身被唤起)——,更不是在说那在成为一切者之中制造一切者且可类比于技艺者,后者被明确称为不受影响的、可分离的且在实体上就是现实活动;而眼前的这一个则是潜能中的、质料性的且受到可知对象作用的。因此,这绝非关于全部思考而言的;而某些人由于如此〔当作关于全部思考〕听取,便指责亚里士多德自相矛盾,并且为了让他显得不陷于这种矛盾,便将这些表述理解为关于灵魂或关于被灵魂分有的智性,而声称那类比于技艺的智性是被表述为未被分有的和超越的智性。因为在这一论著中被提出来供考察的全部认识与思虑,都明确被说成是灵魂的一部分,并且智性就是灵魂借以思考和做出判断者;而且关于依习性而完全的智性,也说到它有时会变得像拥有知识者一样,并有时能够凭自身活动,且既能学习又能发现——所有这些都唯独属于人类的灵魂。不仅如此,他在灵魂中设立的不仅有受作用的智性,也有施作用的智性;因为他说,“在灵魂中也必然存在这些差异”。因此,他将灵魂中施作用的智性比作习性和光,以便那高居于灵魂之上的智性更能够对应于照耀者。因此,正如已经说过的,他的全部论著在这些内容中提议探讨人的理性实体,而他正将此实体称为智性。他在将这种实体的思考视为三重时,从最底层的部分开始,因为这对听众最为熟知,并且因为他将“思考如何产生”这一问题本身提出来作为探究对象;而一切生成皆源自不完全者。而最底层的是质料性的智性,正如他自己将要说的,它因“承受一切”而被称谓,并且它是从他处获得完满的,因为它尚非可知对象,而是通过接受可知对象而获得完满,正如同感觉通过接受感觉对象而获得完满一样;因此,它也被比作感觉。

语法注3 条
  1. 3.96Οὐ περὶ παντὸς τοῦ νοεῖν λέγων

    句首的分词 λέγων 构成了省略限定动词(如 ἐστίν)的结构,充当注疏者针对引文的主导性判断。此处自然将亚里士多德作为逻辑主语来理解:“他并非在对全部思考而言说……”。

  2. 3.96τοῦτο δὲ δυνάμει καὶ ὑλικὸν καὶ πάσχον ὑπὸ τοῦ νοητοῦ

    此句作为对前述双重否定 οὔτε γὰρ τὸ κατὰ τὴν ἕξιν τέλειον ... οὔτε ἔτι μᾶλλον τὸ ἐν τῷ πάντα ποιεῖν(既非依习性而完全的智性,更非施作用的能动智性)的肯定性对比项而引入。τοῦτο 直指亚里士多德在 429a13 中实际所讨论的对象(受作用的质料智性)。

  3. 3.96ἵνα μᾶλλον κατὰ τὸν φωτίζοντα ὁ ὑπὲρ τὴν ψυχὴν ἑστήκῃ νοῦς

    介词 κατά 表示对应(“对应于……”或“依照……”)。辛普利丘在此区分了光本身与光源(照耀者:ὁ φωτίζων):亚里士多德将灵魂内部的能动智性比作光,从而使得那超越于灵魂之上的更高智性能够对应于照耀的光源。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:222.31-223.20