← 辛普里丘

亚里士多德《论灵魂》注释

§221.35-222.30

理性灵魂的主题确立与可分离之含义

辛普利丘确证亚里士多德在《论灵魂》卷三第四章(429a10)中将理性灵魂确立为主旨,并将“可分离”解释为非指相对于身体的分离,而是指相对于灵魂的其他部分以及理性智性内部诸形态(潜能、习性、现实活动)的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.95

" Περὶ δὲ τοῦ μορίου τῆς ψυχῆς, ᾧ γινώσκει τε ἡ ψυχὴ καὶ φρονεῖ, εἴτε χωριστοῦ ὄντος εἴτε καὶ μὴ χωριστοῦ κατὰ μέγεθος ἀλλὰ κατὰ λόγον, σκεπτέον, τίν’ ἔχει διαφορὰν καὶ πῶς ποτε γίνεται τὸ νοεῖν." Τὸν σκοπὸν τῶν προκειμένων ἀφορίζεται λόγων, ὅτι τε περὶ τῆς λογικῆς ἐν ἡμῖν ψυχῆς· αὕτη γὰρ μόριον τῆς ὡς μιᾶς σὺν τῇ αἰσθητικῇ καὶ ὀρεκτικῇ καὶ θρεπτικῇ λαμβανομένης, καὶ οὐχὶ τέως κινητικῆς τῶν σωμάτων, ἀλλ’ ὡς γνωστικῆς τε καὶ πρακτικῆς.1 τὸ γὰρ φρονεῖν τῷ γινώσκειν προσθεὶς οὐ μόνον ὁποῖον τὸ γινώσκειν εἶπεν ἡρμήνευσεν, ἀλλὰ καὶ τὴν πρακτικὴν αὐτῆς ἐδήλωσεν ἀρετήν· οὐ γὰρ μόνον λογικὴ ἀλλὰ καὶ πρακτικὴ ζωὴ ἡ φρονοῦσα. ἀλλὰ καὶ τὴν πρέπουσαν τῇ λογικῇ ψυχῇ ληπτέον γνῶσιν, ἢ τοὺς οἰκείους ἀνελίττουσαν λόγους ἢ πρὸς τὰ κρείττω ἀνατεινομένην ἢ καὶ τῶν ὑφειμένων τὰ εἴδη καὶ ὅλως τὰς οὐσίας θεωροῦσαν, ἀλλ’ οὐ τὰ συμβεβηκότα· τούτων γὰρ καὶ ἡ αἴσθησις. τὸ δὲ εἴτε χωριστοῦ ὄντος εἴτε μὴ2 οὐ πρὸς τὸ σῶμα ἀκουστέον, εἴ γε καὶ πρότερον ἀνεφαίνετο, ὡς ὁ νοῦς εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν, καὶ εἴ γε καὶ νῦν εὐθὺς ἐπιφέρεται μηδὲ μεμῖχθαι αὐτὸν τῷ σώματι μηδὲ ὄργανόν τι αὐτῷ εἶναι ὡς τῷ αἰσθητικῷ, ἀλλὰ πρὸς τὰ εἰρημένα ἤδη τῆς ψυχῆς μόρια, τὸ θρεπτικόν, τὸ φανταστικόν. ἢ μᾶλλον, ἐπειδὴ τριχῶς, ὡς εἴρηται, αὐτὸ τὸ λογικῶς γινῶσκον παραδώσει, προτίθεται αὐτὸ καθ’ αὑτὸ τὸ φρονοῦν σκοπεῖν, εἴτε χωριστόν ἐστι κατὰ μέγεθος ἑαυτοῦ εἴτε μή, ἀλλὰ κατὰ λόγον· ὡς εἶναι τὴν ζήτησιν, πότερον τρεῖς εἰσιν ἐν ἡμῖν νοῖ ὡς καὶ χωριζόμεναι ἀλλήλων οὐσίαι ἢ εἷς μὲν ὁ νοῦς καὶ μία οὐσία, τῷ λόγῳ δὲ διαφορουμένη, ποτὲ μὲν εἰς ἑαυτὴν ὅλη ἐστραμμένη, ποτὲ δὲ ἔξω ῥέπουσα, καὶ αὕτη ἢ ἀτελὴς ἢ τελεία· ὡς εἰ καὶ διάφοροι αἱ οὐσίαι, ἀλλ’ οὐ χωριζόμεναι τῷ ὑποκειμένῳ, περὶ δὲ μίαν αἱ τρεῖς τὴν πρώτην συνιστάμεναι, διαφορούμεναι δὲ τῇ τοῦ ἑνὸς κατὰ διαφόρους λόγους ζωῇ. τὸ γὰρ σκεπτέον τίνα ἔχει διαφορὰν ὡμολογημένως οὐ πρὸς τὰς προειρημένας ἀναπέμπει ἡμᾶς ζωάς (ἤδη γὰρ ὑπέμνησται ὡς ἐκείνων ἡ ὑπόληψις διενήνοχεν), ἀλλὰ μᾶλλον πρὸς τὰς ἐν αὐτῷ τῷ φρονεῖν διαφοράς, ὅπερ καὶ ὕστερον ποιήσει. ἐπεὶ δὲ οὐκ ἀεὶ τελείαν τὴν νόησιν ἡ ἡμετέρα ἔχει ψυχή, σκεπτέον καὶ πῶς ποτε γίνεται τὸ νοεῖν. διὸ ἀναγκαίως αὐτῷ πρότερον ὁ δυνάμει καὶ ἀτελὴς παρείληπται νοῦς· ἀπὸ γὰρ τοῦ ἀτελοῦς ἅπασα ἄρχεται γένεσις, καὶ διὰ μέσου τοῦ καθ’ ἕξιν τελείου ἐπὶ τὴν κατ’ ἐνέργειαν ἱσταμένην ἀποτελευτᾷ τελειότητα.

“关于灵魂借以认识并进行思虑的灵魂部分,无论它是在大小上可分离的,还是在大小上不可分离而唯独在定义上可分离的,都必须考察它具有何种差异,以及思考究竟是如何产生的。” 他限定了摆在面前的讨论的目的,即这是关于我们体内的理性灵魂的;因为这正是与感觉的、欲求的和营养的部分一起被当作一个整体来把握的灵魂的一部分,且暂且不是作为身体的推动者,而是作为认识性的和实践性的。因为通过在“认识”上加上“进行思虑”,他不仅阐明了他所说的是何种认识,而且表明了它的实践德性;因为进行思虑的生命不仅是理性的,而且也是实践的。但是也必须把握适宜于理性灵魂的认识,即要么展开其本己的理性言表,要么向着更高之物伸展,要么观照低位事物的形式,总的来说观照其实体,而非观照偶性;因为对于偶性,感觉也能够把握。另一方面,“无论它是可分离的还是不可分离的”这一表述绝不能就身体而言来理解——如果此前已经表明,若智性维系某种身体,那是难以想象的,而且如果现在紧接着就补充说它既不与身体混合,也不像感觉部分那样有任何器官属于它——而是应当就灵魂已提及的部分,即营养部分和表象部分而言来理解。或者毋宁说,既然如前所述,他将以三重方式传授那进行理性认识者本身,他便提议就思虑者本身来考察它自身,无论它是在大小上与自身分离,还是并非如此而唯独在定义上分离;以至于探究在于,我们体内究竟是有三个作为彼此分离的实体的智性,还是只有一个智性与一个实体,只是在定义上有所区别,有时完全转向自身,有时偏向外部,并且这一者或是不完全的,或是完全的;就如同即使诸实体相异,但在主体上并不分离,而是这三者围绕第一位的那一个实体建立起来,通过单一者依不同理性言表的生命而互有区别。因为“必须考察它具有何种差异”这一表述公认地并非把我们引回前述诸生命(因为已经提醒过,判断与那些生命有何不同),而是更多地引向进行思虑本身的内部差异,这正是他随后所要做的。又由于我们的灵魂并非始终拥有完全的思考,所以还必须考察“思考究竟是如何产生的”。因此,他必然地首先引入了潜能中的、不完全的智性;因为一切生成皆始于不完全者,并通过依习性而完全的中介,最终达到依现实活动而确立的完全性。

语法注2 条
  1. 3.95καὶ οὐχὶ τέως κινητικῆς τῶν σωμάτων, ἀλλ’ ὡς γνωστικῆς τε καὶ πρακτικῆς

    属格 κινητικῆς 以及 γνωστικῆς τε καὶ πρακτικῆς 与前文 τῆς... λαμβανομένης 所修饰的省略名词 ψυχῆς 一致,限定性地表明理性灵魂在此并非作为“身体的推动者”被考察,而是从“认识性与实践性”的角度被把握。

  2. 3.95τὸ δὲ εἴτε χωριστοῦ ὄντος εἴτε μὴ

    亚里士多德引文中的属格绝对句 εἴτε χωριστοῦ ὄντος εἴτε μὴ 被中性定冠词 τό 名词化为引语整体,充当动词性形容词结构 οὐ πρὸς τὸ σῶμα ἀκουστέον 的语法主语(即“‘无论可分离还是不可分离’这一表述不应当被理解为针对身体”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:221.35-222.30