← 辛普里丘

亚里士多德《论灵魂》注释

§220.17-221.34

理性灵魂与超越智性的辨析及语词涵义

辛普里修论证了亚里士多德在《灵魂论》第三卷第四章(429a10)中所探讨的“智性”是理性灵魂而非超验智性,考察了“智性”与“思考”的宽泛与特有含义,并准备转入文本逐字注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.94#3

δυνατὸν γάρ, ὡς ἔφαμεν, καὶ εἰς ἐκεῖνον ἀπὸ τούτου μεταβαίνειν, οὐ πάσχοντα ἅπερ ἡ ψυχή, ἀλλ’ ὁριστικῶς ἐνεργοῦντα ταῦτα, ἅπερ ἡ ὁριζομένη ὑπ’ αὐτοῦ ψυχὴ ἔστι τε καὶ ζῇ. αὕτη τοίνυν ἡ καὶ μεταβαλλομένη καὶ μένουσα, προϊοῦσά τε εἰς τὰ δεύτερα καὶ αὖθις εἰς τὴν ἀκραιφνῆ καὶ χωριστὴν ἀποκαθισταμένη οὐσίαν· ὁ δὲ μετεχόμενος ὑπ’ αὐτῆς νοῦς, μένων ἀεὶ ὡσαύτως ὅπερ ἐστίν, ὁρίζει τὰς παντοίας τῆς ψυχῆς καταστάσεις, ὡς καὶ τὸ φυσικὸν καὶ τὸ τῶν γενητῶν ὁριστικὸν εἶδος, ἀμέριστον ὂν καὶ μένον ὅπερ ἐστί, τῶν μεριστῶν καὶ παντοίως μεταβαλλομένων ὁριστικόν. ἀλλὰ νοῦς, φασίν, ἡ κρείττων ἐστὶ τῆς ψυχῆς οὐσία, περὶ δὲ νοῦ ποιεῖται τὸν λόγον ὁ Ἀριστοτέλης καὶ οὐ περὶ τῆς λογικῆς οὐσίας. καὶ πῶς, εἴ γε περὶ ψυχῆς ἡ πραγματεία, ἡ ἀρίστη τῆς ψυχῆς παρεῖται ζωὴ ἡ λογική; πῶς δὲ ἀπὸ τῆς ἐσχάτης ἀρξάμενος τῆς θρεπτικῆς καὶ διὰ τῶν προσεχῶν ἀνιὼν διὰ τῆς αἰσθητικῆς καὶ φαντασίας οὐχὶ τῶν λογικῶν ἔχεται γνώσεων, εὐτάκτως ἀνιών, ὥσπερ καὶ φαίνεται πρῶτον μὲν τὴν κατὰ τὸ πρῶτον δυνάμει ἀτελῆ παραδιδούς, ἔπειτα τὴν καθ’ ἕξιν τελείαν, καὶ οὕτω τὴν κατὰ τὴν τῇ οὐσίᾳ σύνδρομον ἑστῶσαν ἐνέργειαν, ἀλλ’ ὑπερβὰς πᾶσαν τὴν λογικὴν περὶ τοῦ ἐξῃρημένου τῆς ψυχῆς φιλοσοφεῖ νοῦ, περὶ οὗ μηδὲ προὔκειτο λέγειν; πῶς δὲ οὐ σαφῶς μόριον εἴρηται τῆς ψυχῆς τὸ νῦν εἰς θεωρίαν προκείμενον, ᾧ καὶ φρονεῖν εἴρηται; λογικὴ δὲ γνῶσις ἀλλ’ οὐ τοῦ ὑπὲρ ψυχὴν νοῦ ἡ φρόνησις. καὶ πάλιν ἐπάγει “λέγω δὲ νοῦν ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή”· ὑπόληψις δὲ καὶ διάνοια λογικαὶ γνώσεις. ἀλλὰ νοῦν καλεῖ καὶ τὸν λόγον· διατείνει δὲ τὸ ὄνομα τοῦ νοῦ καὶ μέχρι τῆς φαντασίας. τὴν γοῦν δόξαν ἀπὸ τῆς φαντασίας διακρίνων γράφει “ὅτι δὲ οὐκ ἔστιν ἡ αὐτὴ νόησις καὶ ὑπόληψις φανερόν· τοῦτο μὲν γὰρ τὸ πάθος ἐφ’ ἡμῖν ἐστι”, τὸ νοεῖν λέγων ἐκεῖνο τὸ φανταστικὸν τὸ πρὸ ὀμμάτων τιθέμενον, ὅταν βουλώμεθα, ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι καὶ εἰδωλοποιοῦντες· καὶ φαντασίαν αὐτὸ σαφῶς ὀνομάζει λέγων “κατὰ δὲ τὴν φαντασίαν ὡσαύτως ἔχομεν ὥσπερ ἂν εἰ θεώμενοι ἐν ταῖς γραφαῖς τὰ δεινὰ ἢ θαρραλέα”· ἐν τούτοις μὲν μόνην τὴν φαντασίαν νόησιν εἰπών, ὑπόληψιν δὲ τὴν λογικὴν γνῶσιν, κοινῇ δὲ ἀμφοῖν τὸ νοεῖν κατηγορῶν ἐφεξῆς· “περὶ δὲ τοῦ νοεῖν ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι, τούτου δὲ τὸ μὲν φαντασία δοκεῖ εἶναι τὸ δὲ ὑπόληψις”·1 τούτου λέγων τοῦ νοεῖν καὶ οὐχὶ τοῦ αἰσθάνεσθαι, ὡς δηλοῖ τὴν πρὸς τὴν αἴσθησιν τῆς φαντασίας ἐπάγων διαφοράν. ἀλλὰ καὶ μόνον τὸν λόγον καλεῖ νοῦν, ἀντιδιαιρῶν αὐτὸν πρὸς τὴν φαντασίαν, πολλὰ φάσκων κατὰ τὰς φαντασίας πράττειν τὰ ζῷα, “τὰ μὲν διὰ τὸ μὴ ἔχειν νοῦν, οἷον τὰ θηρία, τὰ δὲ διὰ τὸ ἐπικαλύπτεσθαι τὸν νοῦν ἐνίοτε πάθεσιν ἢ νόσοις ἢ ὕπνῳ, οἷον οἱ ἄνθρωποι.” καὶ γὰρ ἔοικε καὶ πᾶν τὸ καὶ ἀφ’ ἑαυτοῦ εἰς ἐνέργειαν ἐγειρόμενον γνωστικὸν νοῦν προσαγορεύειν, ὅτε καὶ μέχρι φαντασίας αὐτὸν διατείνει, καὶ ἰδίως τὸν ψυχικὸν λόγον ὡς προσεχῶς κατὰ τὸν νοῦν ὁριζόμενον, καὶ οὐχ ἥκιστα ὅτε μὴ περὶ τὰ αἰσθητὰ στρέφεται ὁ λόγος καθὸ αἰσθητά, ἀλλ’ ἢ τὰ τούτων κατ’ οὐσίαν γνωριστικὰ εἴδη ἢ τὰ ἐν αὐτῇ τῇ λογικῇ οὐσίᾳ θεωρεῖ ἢ καὶ δι’ αὐτῶν πρὸς τὰ κρείττω ἀνατείνεται. τότε γὰρ ἐνεργείᾳ γίνεται νοῦς ὡς τὰ νοητὰ γινώσκων, οὐ τὰ αἰσθητὰ ὡς αἰσθητά, ὧν καὶ ἡ αἴσθησις ἀντιληπτική· τότε γὰρ δυνάμει μόνον ἐστὶ νοῦς. ὁ μὲν οὖν Πλάτων καὶ ἐπὶ πάντων εἴωθεν ὁμωνύμως τά τε εἴδη καὶ τὰ κατ’ αὐτὰ εἰδοποιούμενα προσαγορεύειν· ὁ δὲ Ἀριστοτέλης, ὅταν μὲν μεριστὸν τὸ εἰδοποιούμενον ᾖ, φυλάττεται τὴν ὁμωνυμίαν διὰ τὴν πολλὴν τοῦ μεριστοῦ πρὸς τὸ εἶδος ἀμέριστον ὂν ἀπόστασιν, τὴν δὲ λογικὴν ψυχὴν ὡς μὴ μόνον ὁριζομένην ἀλλὰ καὶ ὅρον οὖσαν.2 μεταξὺ γὰρ ὡς τοῦ ἀμερίστου καὶ μεριστοῦ ἄμφω πως οὖσα, οὕτω καὶ τοῦ ὅρου καὶ τοῦ ὁριζομένου ἀμφότερον ἐμφαίνουσα, τὸ μὲν ὡς ἀνελιττομένη, τὸ δὲ διὰ τὴν ἀεὶ κατὰ ὅρους μετάβασιν καὶ διὰ τὴν τῶν ἀνειλιγμένων πάντων εἰς ἓν συναγωγὴν ὡς παρισουμένη τῷ ὁρίζοντι νῷ. καὶ διὰ τοῦτο καὶ ἐν τῷ Εὐδήμῳ τῷ περὶ ψυχῆς αὐτῷ γεγραμμένῳ διαλόγῳ εἶδός τι ἀποφαίνεται τὴν ψυχήν, καὶ ἐν τούτοις ἐπαινεῖ τοὺς τῶν εἰδῶν δεκτικὴν λέγοντας τὴν ψυχήν, οὐχ ὅλην ἀλλὰ τὴν νοητικὴν ὡς τῶν ἀληθῶν δευτέρως εἰδῶν γνωριστικήν· τῷ γὰρ τῆς ψυχῆς κρείττονι νῷ τὰ ἀληθῆ εἴδη σύστοιχα. τούτων προδιωρισμένων τὴν Ἀριστοτελικὴν ἀναλαβόντες λέξιν σκοπώμεθα εἰ συμφωνεῖ αὐτῇ τὰ προδιωρισμένα ἡμῖν.

因为正如我们所说,从这[理性灵魂]过渡到那智性也是可能的,那智性并不遭受灵魂所遭受的那些变化,而是以限定性的方式将为它所限定的灵魂所是并所活着的这些事物付诸现实活动。因此,正是这灵魂既在变化又在恒驻,既进行至第二位的事物,又再次恢复到纯粹而分离的实体;而被它所分有的智性,作为其所是之物始终同一地恒驻着,限定着灵魂的种种状态,正如自然形式和生成者的限定性形式作为不可分且恒驻为其所是之物,限定着可分的且以各种方式变化着的事物。 他们说:“然而智性是高于灵魂的实体,亚里士多德所作的论述是关于智性的,而不是关于理性实体的。”但是,如果这部专论确实是关于灵魂的,灵魂中最好的生命即理性生命怎么会被略去呢?他又怎么会从最低微的营养生命开始,通过近邻的感觉和表象井然有序地上升,却没有把握理性诸认识——正如他所显明表现的那样,首先传授依第一潜能的不完全认识,接着传授依习性的完全认识,进而传授依与实体同步确立的现实活动的认识——反而跨越整个理性部分,去探讨那从灵魂中超离的智性,而关于它甚至根本没有预先提出要谈论呢? 又怎么能说现在被提出来供考察的、并且据说灵魂借之以进行思虑的部分,不是明明白白被说成灵魂的一个部分呢?思虑是理性的认识,而非超乎灵魂之上的智性的认识。他又接着补充道:“我所说的智性,是指灵魂借以进行推论思考并形成判断的部分”;但判断与推论思考乃是理性的认识。然而他也把理性言表称为智性;而智性之名甚至一直延伸到表象。无论如何,他在将意见从表象中区分开来时写道:“然而思考与判断不是同一的,这是显而易见的;因为这一状态乃取决于我们自己”,在此他所说的“思考”,是指当我们愿意时就呈现在眼前的那个表象性的作用,就像那些在记忆术中配置位置并构建意象的人一样;并且他明白地将其命名为表象,说:“依表象而言,我们的状态就像我们在图画中观看可怕或振奋人心的事物一样”。在这些地方,他一方面将唯独表象称为思考,将判断称为理性认识,另一方面又紧接着对二者共同述说“思考”:“至于思考,既然它不同于感觉,而在这之中,一部分似乎是表象,另一部分似乎是判断”——这里的“在这之中”,他所指的是思考而非感觉,这一点通过他补充表象相对于感觉的差异而显明出来。但他同样也把唯独理性言表称为智性,将它与表象对照区分,声称动物依表象做出许多行动,“一些动物是由于没有智性,如野兽,另一些动物则是由于智性有时被激情、疾病或睡眠所遮蔽,如人类”。因为他似乎把一切亦从自身被唤起而进入现实活动的认识能力都称为智性,彼时他甚至将其延伸至表象,且特别将灵魂的理性言表称为智性,因为它是直接依照智性被限定的,尤其当理性言表不是围绕作为感觉对象的感觉事物本身转动,而是要么观照依其实体认识这些感觉事物的形式,要么观照在此理性实体本身之中的事物,或者通过它们向着更高之物展开自身时,更是如此。因为那时它作为认识可知对象者而在现实活动中成为智性,而不是把感觉也能把握的感觉对象作为感觉对象来认识;因为在后一种情况下,它仅仅在潜能上是智性。 柏拉图习惯于在所有情况下对形式和依形式被赋予形相者都采用同名称呼;然而亚里士多德在被赋予形相者是可分的时候,由于可分者与作为不可分的形式之间的巨大距离而避免使用同名,但对于理性灵魂,他则因其不仅是被限定者而且自身也是限定[而采用同名称呼]。因为作为不可分者与可分者的中介,理性灵魂在某种程度上兼具两者,同样也表现出限定与被限定者这两方面:一方面作为展开者,另一方面通过始终依照诸限定的过渡,并由于将一切被展开者归总为一,它等同于施加限定的智性。因此,在他所写的关于灵魂的对话录《欧德谟》中,他也表明灵魂是某种形式,并且在这些地方他赞扬那些称灵魂为“形式的接受者”的人,不是称整个灵魂,而是称理知灵魂,因其以第二位的方式认识真实诸形式;因为真实的诸形式是与高于灵魂的智性相对应的。 这些预先确定之后,让我们拾取亚里士多德的原文,考察我们所预先确定的内容是否与之一致。

语法注2 条
  1. 3.94τούτου δὲ τὸ μὲν φαντασία δοκεῖ εἶναι τὸ δὲ ὑπόληψις

    引自亚里士多德《灵魂论》427b28。正如辛普里修在紧接其后的句子“τούτου λέγων τοῦ νοεῖν καὶ οὐχὶ τοῦ αἰσθάνεσθαι”中所解释的那样,部分属格 τούτου 指涉的不是紧靠在前的 αἰσθάνεσθαι,而是主要主题 νοεῖν(“在思考之中,一部分是表象……”)。

  2. 3.94τὴν δὲ λογικὴν ψυχὴν ὡς μὴ μόνον ὁριζομένην ἀλλὰ καὶ ὅρον οὖσαν

    此处与前文的“φυλάττεται τὴν ὁμωνυμίαν”形成对照,发生了谓词省略。根据亚里士多德对可分之物避免使用同名这一对照,此处对理性灵魂必须补充相当于柏拉图习惯的谓词(προσαγορεύειν εἴωθεν 或 ὁμωνύμως καλεῖ):由于理性灵魂不仅被限定(ὁριζομένην),其自身也是限定(ὅρον οὖσαν),故亚里士多德在此也同名地称呼它。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:220.17-221.34