← 辛普里丘

亚里士多德《论灵魂》注释

§218.41-220.17

灵魂理性言表的多重性与亚里士多德的主题

辛普里丘论证了灵魂的理性言表具有双重或三重结构——包括第一位本质性的言表与依投射的第二位言表(完全者与不完全者),并得出结论认为亚里士多德所论述的是理性灵魂本身,而非被分有的智性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.94#2

ὡς εἶναι διττὸν τὴν πρώτην τὸν τῆς ψυχῆς λόγον,1 τὸν μὲν χωριστὸν καὶ πλήρη ἀφ’ ἑαυτοῦ τῶν οἰκείων γνωστῶν, καθ’ ὃν ἡ εἰς ἑαυτὴν τῆς ψυχῆς ἐπιστροφὴ καὶ πρὸς τὰ κρείττω συναφή, τὸν δὲ καθ’ ὃν ἐξισταμένη τῆς ἐν αὐτῇ μονῆς ὅλη πρὸς τὰ δεύτερα ἀποτείνεται, ἢ παντελῶς τῶν αἰτίων ἀφισταμένη διά τε τὴν ἀφ’ ἑαυτοῦ καὶ τὴν ἀπὸ τῶν ὑπερτέρων πολλὴν τοῦ λόγου ἀπόστασιν, δυνάμει μόνον καὶ ἀτελῶς ἔχοντος τὰ εἴδη, ἢ τελειουμένη καὶ ἐν τῇ προβεβλημένῃ ζωῇ κατὰ τὸν οὐ μείναντα μὲν ἐν ἑαυτῷ λόγον οὐδὲ ἐν αὐτοῖς τοῖς κατ’ οὐσίαν αὐτῷ ἐνυπάρχουσι γνωστοῖς, ἀλλ’ οὐ πάντῃ ὅμως ἀφιστάμενον, ὑποβάντα δὲ εἰς τὴν κατὰ προβολὴν ζωὴν καὶ τὴν κατὰ ἀπόστασιν τῶν οὐσιωδῶν λόγων, καὶ ἐν ταῖς περὶ τὴν οὐσίαν ἕξεσιν ὑποδεχόμενον τὰ γνωστὰ προϊόντα ἀπὸ τῶν οὐσιωδῶν, ὥσπερ ὁ ἐπιστήμων. ἔσται οὖν ὁ μὲν ὑλικὸς καὶ δυνάμει καὶ παθητικός, ὁ ἔξω ῥέπων καὶ συμπεφυρμένος ταῖς δευτέραις γνώσεσιν, ὁ ἀτελὴς καὶ ὅλος ἔξω· ὁ δὲ ἐν προβολῇ μὲν ἀλλὰ πληρούμενος καὶ τὸ τέλειον ἔχων, ὅμως δὲ περὶ τὴν οὐσίαν καὶ οὐ κατ’ αὐτὴν τὴν οὐσιώδη ἐνέργειαν, παθητικὸς ὢν καὶ αὐτὸς διὰ τὸ ὑπὸ τῶν οὐσιωδῶν καὶ πρώτων γνωστῶν καὶ γνώσεων κατὰ δεύτερα τελειοῦσθαι μέτρα, καὶ δυνάμει οὖν, ἀλλ’ οὐ κατὰ τὸ ἀτελὲς πάντῃ, κατὰ δὲ τὸ δεύτερον δυνάμει τὸ ἤδη μὲν κατὰ τὴν ἕξιν τέλειον οὐκ ἐνεργοῦν δέ. ὡς γὰρ τὸ ζωτικὸν ὄργανον δυνάμει ζωὴν ἔχειν λέγεται, καίτοι ζῶν διὰ τὸ ἑτέρωθεν ἐπικτήτως ζῆν, οὕτω καὶ τὸ κατὰ προβολὴν νοοῦν ὡς μὲν τοῖς μένουσιν εἴδεσι καὶ ταῖς συμφυέσιν αὐτοῖς νοήσεσιν ἐπικτήτως τελειούμενον δυνάμει νοεῖν λέγεται, κἂν ἤδη νοῇ. ὁ δέ ἐστιν ὁ πρῶτος οὐσιώδης λόγος, αὐτὸς ὢν τό τε πρῶτον ἐν τῇ ψυχῇ γνωστὸν καὶ ἡ πρώτη γνῶσις, καὶ ὡς λόγῳ ψυχικῷ δυνατόν, τῇ οὐσίᾳ ὢν ἐνέργεια διὰ τὴν πρὸς νοῦν συναφήν. ὡς γὰρ ὁ ὑλικὸς καὶ ἀτελὴς ὅμοιος τῷ αἰσθητικῷ, διὰ τὴν πρὸς αὐτὸ ῥοπὴν ὅλως καὶ αὐτός, ὡς οἷόν τε τῷ λόγῳ, τοῦ ἔξω γινόμενος, οὕτως ὁ τοῦ ἔξω παντελῶς ἀφιστάμενος καὶ ἑαυτῷ ἀμερίστως ἑνούμενος, ὡς δυνατόν, ἀφομοιοῦται τῷ νῷ, ὅς πρῶτός ἐστι τῇ οὐσίᾳ ἐνέργεια. οὕτως ἔμοιγε δοκεῖ διττὸς καὶ τριττὸς ὁ τῆς ψυχῆς εἶναι λόγος, τοῦ δευτέρου ὁτὲ μὲν ἀτελοῦς ὁτὲ δὲ τελείου γινομένου, καὶ ταύτῃ διχῇ διαιρουμένου· οὐ γινομένης τῆς εἰς δύο ἢ τρία διαιρέσεως ὡς πάντῃ κεχωρισμένων τῶν λόγων ἀλλήλων, ἀλλ’ ὡς περὶ ἕνα τὸν πρῶτον τῶν δύο καὶ ἀπ’ αὐτοῦ προϊόντων καὶ περὶ μίαν οὐσίαν τὴν πρώτην τῆς δευτέρας καὶ τρίτης οὐσιουμένης. αὐτὴ γὰρ ἡ πρώτη ἀφ’ ἑαυτῆς προϊοῦσα τὰς δευτέρας καὶ τρίτας προβάλλεται ἐν ἑαυτῇ ζωάς, οὐκ ἐνεργείας ἀνουσίους οὔσας, ἀλλ’ αὐτὸ δὴ τοῦτο ζωάς· πᾶσα δὲ ζωὴ οὐσία καὶ ἡ ἐσχάτη, εἴ γε καὶ τὸ κατ’ αὐτὴν ὁριζόμενον ζῷον καὶ εἴ γε τῶν ἐναντίων δεκτικὴ ἡ γενεσιουργὸς ζωή. ἀλλ’ οὐχ οὕτως ἡ πρώτη εἰς τὸ ἔξω πρόεισιν, ὡς μὴ καὶ μένειν ἐν ἑαυτῇ· ἐν γὰρ τῷ μένειν καὶ αὐτῇ τὸ εἶναι καὶ ταῖς ἄλλαις διὰ τὸ ὁπωσοῦν μένειν παρέχεται· ἀλλ’ ὅταν προΐῃ, οὐκ εἰλικρινῶς μένει. εἷς οὖν ὁ μένων τε εἰλικρινῶς πρότερον καὶ αὖθις χαλῶν τὸ μόνιμον τῇ εἰς τὸ ἔξω ἀφ’ ἑαυτοῦ προβολῇ καὶ προόδῳ καὶ ἀτελὴς κατὰ ταύτην ἢ τέλειος γινόμενος, καὶ πάλιν τῶν δευτέρων προβολῶν χωριζόμενος καὶ εἰς ἑαυτὸν ἀνατρέχων, ὅτε καὶ ἔστιν ὅπερ ἐστίν. ἐν γὰρ τῇ προβολῇ ἀφίσταταί πως ἑαυτοῦ καὶ οὔτε μένει ἐν ἑαυτῷ παντελῶς οὔτε ἔστιν εἰλικρινῶς ὅπερ ἐστί, παραθραυόμενός πως καὶ κατ’ οὐσίαν· οὐχ ὡς πάντῃ ἀπολλύμενος οὐδὲ ὡς μὴ καὶ μένων πῃ ἔξω ἰών, ἀλλὰ πρεπόντως τῇ ψυχικῇ μεσότητι, ὡς τοῦ μεριστοῦ καὶ ἀμερίστου τυγχάνει ὢν μέσος, οὕτω καὶ τοῦ ἀεί τε μένοντος ἐν ἑαυτῷ καὶ τοῦ ποτὲ παντελῶς ἀφισταμένου ἑαυτοῦ καὶ τοῦ ἀγενήτου τε καὶ γενητοῦ καὶ ἀθανάτου τε καὶ θνητοῦ μέσος ἂν εἴη, τῶν μὲν κατὰ προβολὴν ζωῶν ποτὲ προχειριζομένων καὶ αὖθις συναιρουμένων εἰς τὴν ἐν ἑαυτῇ μένουσαν, ταύτης δὲ παραθραυούσης ποτὲ τὴν ἀκραιφνῆ ἐν ἑαυτῇ τε μονὴν2 καὶ τὴν τῆς ὑπάρξεως ἑαυτῆς ἀκρότητα κατὰ τὴν εἰς ἑαυτὴν στροφὴν οὐσιωμένην. ὡς μήτε μένειν ἀεὶ ὡσαύτως, ὡς τῷ Πλάτωνι δοκεῖ, μήτε μὴν οὕτως ἔνδοθεν προϊέναι ὡς παντελῶς ἑαυτῆς ἐξίστασθαι (οὔτε γὰρ ἂν προΐοι ἔτι οὔτ’ ἂν ὅλως μένοι), ἐπειδὴ ἐν τῇ εἰς ἑαυτὴν οὐσίωται στροφῇ. ἔστι τοίνυν ὁ πᾶς λόγος τῷ Ἀριστοτέλει ἐν τούτοις περὶ τῆς λογικῆς ψυχῆς, ἀλλ’ οὐ περὶ τοῦ μετεχομένου ὑπ’ αὐτῆς νοῦ πρώτως.

因此,灵魂的理性言表首先是双重的:其一是分离的,从自身出发充满其特有的可知对象,灵魂对自身的回归以及与更卓越者的结合正是依循此言表;另一则是灵魂依循其脱离其自身的恒驻而整个向第二位的事物伸展的言表,或者由于仅仅潜在地且不完全地拥有诸形式的理性言表与自身及更高者之间的巨大距离而完全脱离诸原因,或者即便在被投射的生命中也依循那虽既未留存于自身亦未留存于依本质内在于自身的可知对象中、却仍未完全脱离、而是降入依投射的生命以及与本质性诸言表的分离中、并在关于实体的诸习性中如拥有学知者那样接纳从本质性言表进行而来的可知对象的理性言表而得以完全化。因此,一种理性言表将是质料性的、潜在的且受动的,倾向于外并与第二位的诸认识相混杂,是不完全的且整个在外的;而另一种虽然在投射之中,却被充满并拥有完全性,但仍然是关于实体的,并非依循本质性现实活动本身,由于被本质性且第一位的可知对象与诸认识依照第二位的尺度所完全化,它自身也是受动的,因此是潜在的,但并非依循完全的不完全者,而是依循第二种潜能,即依习性而言已是完全的、但尚未在现实活动之中的潜能。因为正如生命器官虽有生命,却因从他处后天地活着而被说成潜在地拥有生命,同样地,依投射而思考者,作为通过恒驻的诸形式及与之一同生长的思考作用而后天地得以完全化者,即使已经在思考,也被说成潜在地思考。而另一则是第一位的本质性理性言表,其自身既是灵魂中第一位的可知对象,也是第一位的认识,并且在作为灵魂的理性言表所可能的限度内,因与智性的结合而在本质上是现实活动。因为正如质料性且不完全者类似于感觉性者,因其朝向感觉的倾向而在理性言表所可能的限度内整个成为属外之物,同样地,完全脱离属外之物且在可能限度内不可分地与自身合一者,也被同化于智性,而智性首先在本质上是现实活动。以这种方式,在我看来,灵魂的理性言表既是双重的又是三重的,因为第二种有时成为不完全的,有时成为完全的,并在此点上被一分为二;区分为二或三并不是因为诸言表彼此完全分离,而是因为围绕着第一位唯一的言表有其他两者存在并由其进行,围绕着第一位唯一的实体而有第二位与第三位被赋予本质。因为正是这一第一位者从自身进行,在自身之中投射出第二位与第三位的诸生命,它们并非无实体的现实活动,而正是生命本身;一切生命,乃至最低微的生命,都是实体,如果依其被限定者确实也是动物,且生成性的生命确实能接受对立面。但第一位者向外的进行并非不留在自身之中;因为在恒驻中,存在被赋予它自身,并通过某种方式的恒驻被赋予其他诸生命;但当它进行时,并非纯粹地恒驻。因此,先是纯粹地恒驻、继而通过从自身向外的投射与进行而放松其恒驻性、并依此进行而成为不完全或完全的、随后又脱离第二位的诸投射并奔回自身的存在者乃是一个,彼时它也正是它所是之物。因为在投射中它在某种程度上脱离自身,既非完全留在自身之中,亦非纯粹地是其所是,在本质上也受到某种损折;并非完全毁灭,亦非走向外部却不在某种程度上留下,而是合乎灵魂的中介性:正如它是可分者与不可分者的中介,它也同样是常留在自身之中者与有时完全脱离自身者之间的中介,是不生者与生成者、不灭者与有死者之间的中介;依投射的诸生命有时被彰显,并再次被收拢回归于留在自身之中的生命,而这恒驻的生命有时会损折其在自身之中的纯粹恒驻以及在向自身的回归中被赋予本质的自身存在之极致。因此,正如柏拉图所认为的那样,它既非始终同一地恒驻,亦非从内部进行以至于完全脱离自身(因为若是如此,它将不再进行,亦根本不会留存),既然它是在向自身的回归中被赋予本质的。因此,亚里士多德在这些地方的所有论述都是关于理性灵魂的,而不是首要地关于为它所分有的智性的。

语法注2 条
  1. 3.94ὡς εἶναι διττὸν τὴν πρώτην τὸν τῆς ψυχῆς λόγον

    连词 ὡς 后接不定式 εἶναι,表达从前文论述中得出的推论或结果。宾格短语 τὴν πρώτην 用作状语性宾格(“首先”、“起初”),预示后文关于“双重亦是三重”(διττὸς καὶ τριττὸς)的展开。

  2. 3.94τῶν μὲν κατὰ προβολὴν ζωῶν ποτὲ προχειριζομένων καὶ αὖθις συναιρουμένων εἰς τὴν ἐν ἑαυτῇ μένουσαν, ταύτης δὲ παραθραυούσης ποτὲ τὴν ἀκραιφνῆ ἐν ἑαυτῇ τε μονὴν

    由表示对比的 μέν 与 δέ 连接的两个独立属格结构。它们说明了前文主句“将是中介”(μέσος ἂν εἴη)的根据或伴随状态,将投射性诸生命被彰显与收拢的层面(τῶν μὲν...)同恒驻生命自身损折其内在恒驻之纯粹性的层面(ταύτης δὲ...)并列对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:218.41-220.17