← 辛普里丘

亚里士多德《论灵魂》注释

§21.9-22.23

自然哲学家与辩证家对情态定义的差异

辛普里丘遵循亚里士多德探讨了自然哲学家与辩证家对情态定义的不同方式。他阐明辩证家仅考察形相,极端情况仅考察质料,而自然哲学家则采用兼包形相与质料两者的复合定义,并厘定了自然哲学针对具质料理路的考察范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32

" Διαφερόντως δ’ ἂν ὁρίσαιτο ὁ φυσικός τε καὶ διαλεκτικὸς ἕκαστον αὐτῶν." Ἐπειδὴ διώρισται ὅπῃ τῆς ψυχικῆς οὐσίας ὁ φυσικὸς ἀντιλαμβάνεται, καθ’ ὅσον ἐστὶ σωμάτων ἀχώριστος, καὶ τὸν τρόπον αὐτοῦ τῆς γνώσεως ἀφορίζει ἑπόμενον τοῖς πράγμασι. τὸ γὰρ ὅσον αὐτῆς σωμάτων ἀχώριστον, ὡς πέφυκε, καὶ νοεῖσθαι δεῖ κατὰ τὴν τοῖς οὖσιν ἀκολουθοῦσαν νόησιν, τουτέστιν ὡς ἀχώριστον καὶ αὐτό. δύο τε ἅμα τὸ ζωτικὸν εἶδος καὶ τὸ σῶμα, οὗπέρ ἐστιν ἀχώριστον, ὁ τοῖς πράγμασιν ἀκολουθῶν εἴσεται. ὁ δὲ μὴ ὡς ἀχώριστον τὴν ἀχώριστον θεωρῶν ζωὴν ἐπιπολαιότερον αὐτῆς καὶ οὐκ ἐκ βάθους ἀντιλαμβάνεσθαι ἔοικεν, καὶ διὰ τοῦτο λογικῶς τε καὶ διαλεκτικῶς· τὴν γὰρ ἐπιπολαιοτέραν καὶ οὐ πραγματειώδη γνῶσιν λογικὴν καὶ διαλεκτικὴν εἴωθε προσαγορεύειν ὡς δοξαστικὴν καὶ οὐκ ἐπιστημονικήν. ὁ τοίνυν φυσιολόγος ἐπιστημονικὸς ὢν καὶ ὡς ἀχώριστον εἴσεται, καὶ ὅπως ἀχώριστον, καὶ ὁποῖόν τι τὸ τῆς ζωῆς εἶδος, περὶ οὗ ὁ λόγος, καὶ τίνος σώματος ἀχώριστον. ἐν δὲ τῇ λέξει προειπὼν διαφερόντως ὁρίζεσθαι τόν τε φυσικὸν καὶ τὸν διαλεκτικὸν ἕκαστον αὐτῶν τῶν τῆς ζωῆς εἰδῶν καὶ παθῶν, ἐπὶ ὑποδείγματος τῆς ὀργῆς τὸ διαφέρον παραστῆσαι θελήσας τὸν μὲν εἶναι μόνου τοῦ εἴδους φησί, τὸν δὲ μόνης τῆς ὕλης· οὐ τὸν φυσικὸν μόνης τῆς ὕλης λέγων (σαφῶς γὰρ ἄμφω τὸν φυσικὸν παραλαμβάνειν ἐρεῖ), ἀλλὰ σκοπὸν θέμενος1 τὴν διαφορὰν ἰδεῖν τοῦ τε φυσικοῦ καὶ τοῦ διαλεκτικοῦ διαιρεῖ καθολικώτερον, ὅσοι ἂν νομισθεῖεν γίνεσθαι τῆς ὀργῆς ὅροι, ἐν οἷς καὶ ὁ ἐκ τῆς ὕλης παρείληπται διὰ τὸ τέλειον τῆς διαιρέσεως. ὁ μὲν οὖν ἐκ τῆς ὀρέξεως τοῦ εἴδους, ὁ δ’ ἐκ τοῦ περικαρδίου θερμοῦ τῆς ὕλης. ἐπιφέρει δὲ καὶ τὸν ἐξ ἀμφοῖν διὰ τῶνδε.

“然而自然哲学家与辩证家将以不同的方式定义它们之中的每一个。” 既然已经规定了自然哲学家究竟从何种维度把握灵魂的本质——即就其不可脱离身体而言——他亦将自然哲学家的认识方式规定为顺应于实事。因为灵魂中不可脱离身体的部分,正如其本性所固有的那样,亦必须按照追随实存者的思辨来被理解,也就是说,它本身亦被理解为不可脱离的。顺应于实事的人将同时认识两者:生命的形相以及它所不可脱离的身体。而如果不把不可脱离的生命作为不可脱离者来观照,则似乎是对它把握得更为浮浅且未达深处,并因此是逻辑地且辩证地[把握];因为他习惯于将浮浅而非扎实探究的认识称为“逻辑的”和“辩证的”,因其属于意见而非科学。因此,作为科学探究者的自然哲学家将认识到它是不可脱离的,认识到它如何不可脱离,所论述的生命形相是何种形态,以及它是不可脱离于何种身体的。在字面文句中,他虽然预先说到自然哲学家与辩证家对生命形式与情态之中的每一个作出不同的定义,并且意欲在愤怒的例子上阐明这差异,说一者仅属于形相,另一者仅属于质料——这并不是说自然哲学家仅包含质料(因为他显然会说自然哲学家将两者皆予以包含),而是由于他把看清自然哲学家与辩证家的差异设立为目标,便更为普遍地区分了人们可能设想出的愤怒定义,在这些定义中,为了划分的完备性,基于质料的定义亦被纳入其中。因此,基于欲求的定义属于形相,而基于心周之热的定义则属于质料。随后,他又通过下列文句引出了基于两者的定义。

§1.33

"Ὁ μὲν γὰρ λόγος, ὁ δὲ τοῦ πράγματος· ἀνάγκη δ’ εἶναι τοῦτον ἐν ὕλῃ τοιᾳδί, εἰ ἔσται." Οὐχ ὡς ὁ φιλόσοφος ἐξηγεῖται Πλούταρχος, ἀντιδιαιρῶν τὸν λόγον πρὸς τὸν τοῦ πράγματος,2 ἀλλ’ εἰπὼν τὴν ὄρεξιν τῆς ἀντιλυπήσεως εἶδος εἶναι καὶ λόγον, τὸν δὲ λόγον τοῦ πράγματος εἶναί φησι, τουτέστι τὸ εἶδος, καθ’ ὃ εἰδοποιεῖται ἡ ὀργή. ἐπεὶ δὲ σύνθετος ἡ ὀργή, ἀνάγκη καὶ τὸν λόγον καὶ τὸ εἶδος ἐν ὕλῃ ὁρᾶν, εἰ ἔσται, ἐπειδὴ τὸ εἶναι αὐτῷ οὐκ ἄνευ ὕλης. εἶτα καὶ ἐπὶ τῆς οἰκίας τὸ εἶδος ἰδίᾳ καὶ ἰδίᾳ τὴν ὕλην εἰπὼν τὸν ἐξ ἀμφοῖν προστίθησιν.

“因为一者是理路,而另一者则是事物的;但若其存在,则必然此者是在这般的质料之中。” 这并不像哲学家普鲁塔克所解释的那样,把理路与事物的[理路]截然对立划分;而是说,在他陈述了对反击的欲求是形相与理路之后,他又说这理路乃是事物的,即愤怒赖以成形的形相。既然愤怒是复合体,那么若其存在,就必然在质料中看到这理路亦即形相,因为它的存在无法脱离质料。接着,在房舍的例子中,他在分别陈述了形相与质料之后,又补充了基于两者的定义。

§1.34

"Ἕτερος δ’ ἐν τούτοις "Ἐν ξύλοις δηλαδὴ καὶ λίθοις καὶ πλίνθοις τὸ εἶδος, τουτέστι τὸ σκέπασμα, προσθεὶς καὶ τὸ τέλος, ἐπειδὴ ἐν τοῖς τεχνητοῖς διώρισται τὸ οὗ ἕνεκα ἐκ τοῦ εἴδους. διακρίνας δὴ τοὺς ὅρους ζητεῖ λοιπόν, τίς ἐκ τούτων ὁ φυσικός, καὶ ἐγκρίνει εἶναι τὸν ἐξ ἀμφοῖν.

“而另一者则是在这些之中。” 也就是说,在木材、石块和砖块之中的形相,即遮蔽物,并且他还补充了目的,因为在人工制造物中,“为何之故”[目的]是与形相有所区分的。在区分了这些定义之后,他接下来探究,其中哪一个是自然哲学家的定义,并判定基于两者的定义才是。

§1.35

"Ἐκείνων δὲ δὴ τίς ἑκάτερος;" Ὅ τε περὶ τὴν ὕλην καὶ ὁ περὶ μόνον τὸν λόγον. δοκεῖ δέ μοι τὸν μὲν περὶ τὴν ὕλην ἀφιέναι, ἐνδεικνύμενος μηδένα ποτὲ ἐκ μόνης ὁρίζεσθαι τῆς ὕλης, διὰ δὲ τῶν ἐπιφερομένων διακρίνειν καθολικῶς τοὺς περὶ τὸν λόγον ὁρισμούς. τῶν γὰρ ἐνύλων λόγων τῶν μὲν ὄντων οὐσιωδῶν, καθ’ οὓς οὐσίαι τὰ σύνθετα, οἷος ὁ τῆς ὁριστικῆς τῶν ζώντων ζωῆς ὅ τε τοῦ πυρὸς καὶ τῶν ἄλλων στοιχείων, καὶ ἔτι ὁ τῶν ἐκ τούτων συνθέτων, τῶν δὲ ἑπομένων ταῖς οὐσίαις πάντων τῶν κατὰ τὰ συμβεβηκότα λόγων, καὶ τούτων τῶν τε ὡς οὐσιῶν καὶ τῶν ὡς συμβεβηκότων λόγων τῶν μὲν ὡς ἀχωρίστων τῆς ὕλης, ᾗπερ καὶ ἔχει φύσεως, νοουμένων, τῶν δὲ ὡς καθ’ ἑαυτοὺς ὄντων ἐπινοουμένων, περὶ πάντων μὲν αὐτῶν τῶν τε οὐσιωδῶν καὶ τῶν ὡς συμβεβηκότων ἐνύλων λόγων, οὐ χωριστῶν ὄντων καὶ ὡς μὴ χωριστῶν, μόνος ἔσται ὁ φυσικός.3

“那么,其余两者各是什么?” 即关涉质料的那一定义,以及仅关涉理路的那一定义。在我看来,他之所以搁置关涉质料的那一定义,是在表明绝无人会仅从质料来下定义;而通过接下来的文句,他普遍地区分了关涉理路的那些定义。因为在具质料的诸理路中,一类是实体性的,复合体依之而成为实体(例如生物的定义性生命的理路,火与其他元素的理路,以及由这些构成的复合体的理路),另一类则是追随于实体的一切依偶性的理路;而在这些作为实体的理路与作为偶性的理路中,一类被设想为不可脱离质料(正如其本性确实如此),另一类则被构想为自身独立存在;然而,关于所有这些具质料的理路——无论实体性的还是作为偶性的——由于它们并非分离的且就其不可分离而言,将唯有自然哲学家专门考察它们。

语法注3 条
  1. 1.32οὐ τὸν φυσικὸν μόνης τῆς ὕλης λέγων ... ἀλλὰ σκοπὸν θέμενος

    分词短语 οὐ ... λέγων 与 ἀλλὰ ... θέμενος 形成对比,用以说明主句主语(亚里士多德)的意图。辛普里丘阐明,亚里士多德提出仅关涉质料的定义,并非意味着“自然哲学家仅依据质料下定义”,而是为了划分的完备性而普遍列出各种可能性。

  2. 1.33Οὐχ ὡς ὁ φιλόσοφος ἐξηγεῖται Πλούταρχος, ἀντιδιαιρῶν τὸν λόγον πρὸς τὸν τοῦ πράγματος

    关于引文 403b2(Ὁ μὲν γὰρ λόγος, ὁ δὲ τοῦ πράγματος)的句法,注疏家普鲁塔克将其理解为 ὁ μὲν [sc. ὅρος] 与 ὁ δὲ [sc. ὅρος] 的相互对立(一者是关于理路/形式的定义,另一者是关于事物/质料的定义)。辛普里丘反对此说,将前者中的 λόγος 与后者的 τοῦ πράγματος 理解为对同一形相的进一步阐述(“这理路乃是事物的理路/形相”)。

  3. 1.35τῶν γὰρ ἐνύλων λόγων τῶν μὲν ὄντων οὐσιωδῶν ... περὶ πάντων μὲν αὐτῶν ... μόνος ἔσται ὁ φυσικός.

    整个长句由多重嵌套的属格独立结构(τῶν μὲν ὄντων οὐσιωδῶν ... τῶν δὲ ἑπομένων ... τῶν μὲν ὡς ἀχωρίστων ... νοουμένων, τῶν δὲ ... ἐπινοουμένων)构成。主句骨干位于句末:περὶ πάντων μὲν αὐτῶν ... μόνος ἔσται ὁ φυσικός(唯有自然哲学家专门考察所有这些)。前置的属格成分层层展开了具质料理路的各种分类(实体性的与偶性的,不可分离的与独立构想的),作为主句断言的前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:21.9-22.23