- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:217.22-218.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论灵魂》卷三第四章开篇(429a10),辛普里丘论证了此处的探究既非关于分离的超越智性,亦非关于被分有的形式因智性,而是关于灵魂自身的理性实体(logos),并解释了“认识并思考”这一表述的意旨。
" Περὶ δὲ τοῦ μορίου τῆς ψυχῆς, ᾧ γινώσκει τε ἡ ψυχὴ καὶ φρονεῖ." Τί μὲν καὶ ποῖος ὁ χωριστὸς τῶν ψυχῶν νοῦς, ὅτι ἡ πρώτη οὐσία καὶ ἀμέριστος καὶ ἡ ἀρίστη ζωὴ καὶ ἡ ἀκροτάτη ἐνέργεια, καὶ ὁ αὐτὸς νοητόν τε καὶ νόησις καὶ νοῦς, καὶ ἀϊδιότης καὶ τελειότης καὶ μονὴ καὶ ὅρος καὶ αἰτία πάντων, εὐκαιρότερον ἡμῖν καὶ τελειότερον ἐν τοῖς εἰς τὸ λάβδα τῆς Μετὰ τὰ φυσικὰ γεγραμμένοις ἑπομένως ταῖς Ἰαμβλίχου περὶ αὐτοῦ κατὰ τὸν Ἀριστοτέλους σκοπὸν θεωρίαις πεφιλοσόφηται.1 μᾶλλον δὲ νῦν ποῖός τις ὁ ὑπὸ τῆς ἡμετέρας ψυχῆς μετεχόμενος νοῦς ῥητέον. ἔστι γάρ τις καὶ ἴδιος ὑφ’ ἑκάστης λογικῆς ψυχῆς μετεχόμενος νοῦς, ᾧ ὁρίζεται ἑκάστη ψυχὴ ὑποβᾶσα εἰς τὸ ὁριζόμενον καὶ εἰς λόγον ἀντὶ εἴδους. ἀμέριστον γὰρ ἅπαν εἶδος, ἐπειδὴ καὶ ὅρος καὶ τελειότης· ἡ δὲ ψυχὴ οὐκ ἀμέριστος, ὡς ἡ ἀνελιττομένη αὐτῆς δηλοῖ ἐνέργεια, ἐν διαιρέσει ἅμα καὶ συναγωγῇ προϊοῦσα. ὑποβᾶσα οὖν εἰς τὸ ὁριζόμενόν τε καὶ εἰδοποιούμενον μετέχει καὶ οὐσιωδῶς ἐξῆπται ὅρου καὶ εἴδους, καὶ ἰδίου ἑκάστη, εἴ γε καὶ ἐπὶ τῶν συνθέτων τὸ ἀτομωθὲν ὑπάρχει εἶδος, καθ’ ὃ ἰδίως παρὰ τοῖς ἐκ τῆς Στοᾶς λέγεται ποιόν, ὃ καὶ ἀθρόως ἐπιγίνεται καὶ αὖ ἀπογίνεται καὶ τὸ αὐτὸ ἐν παντὶ τῷ τοῦ συνθέτου βίῳ διαμένει, καίτοι τῶν μορίων ἄλλων ἄλλοτε γινομένων τε καὶ φθειρομένων. εἰ δ’ οὖν καὶ τῶν συνθέτων ἕκαστον οἰκείῳ ὁρίζεται εἴδει, μειζόνως ἡ ψυχή, ἅτε καὶ προσεχῶς ἐχομένη τῶν εἰδῶν· καὶ διοίσει δηλαδὴ τὸ μετεχόμενον τοῦτο εἶδος καὶ τῶν πρώτων καὶ ἀμεθέκτων εἰδῶν ὡς μετεχόμενον καὶ οὐ πάντῃ μεῖναν ἐν ἑαυτῷ οὐδὲ ὅρος ὢν χωριστός, ἀλλ’ ἑτέρου ὑπάρχων τῆς ψυχῆς, αὐτὸ δὲ τοῦτο ὅρος τῆς εἰς τὸ ὁριζόμενον ὑποβάσης. καὶ αὐτῆς οὖν διοίσει τῆς ψυχῆς ὡς κρείττων οὐσία· ὡς γὰρ ὅρῳ ὁριζομένης καὶ ὡς τελειότητι τελειουμένης· καὶ ἐπειδὴ ἡ ψυχὴ ἡ κατὰ λόγον ἐστὶ γνωστικὴ οὐσία, τὸ ταύτην ὁρίζον ἀμέριστος ἔσται γνωστικὴ οὐσία. τοῦτο δὲ ὁ νοῦς, ἀλλὰ μεθεκτὸς νοῦς καὶ τὸ ὅλον τοῦτο ψυχῆς νοῦς. ἆρα οὖν περὶ τοῦδε νῦν τῷ Ἀριστοτέλει ὁ λόγος; ἀλλ’ οὔτι γε μόριον οὗτος τῆς ψυχῆς, αἰτία δὲ αὐτῆς εἰδητικὴ καὶ κρείττων οὐσία, πρὸς τῷ καὶ ἄτοπον αὐτῷ γίνεσθαι τὴν ἄμεσον ἀπὸ τῆς φαντασίας ἐπ’ ἐκεῖνον μετάβασιν, ὑπερβάντι τὴν λογικὴν οὐσίαν, καίτοι ἀπὸ τῆς θρεπτικῆς διὰ τῶν μέσων ἀεὶ ἀναβαίνοντι· ὁπότε καὶ σαφῶς διορίζεται γράφων “λέγω δὲ νοῦν ᾧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχή”. καὶ ἑλεῖν μὲν δεῖ καὶ τὸν ὅρον τῆς ψυχῆς, ἵνα ἐπιστημονικῶς αὐτὴν γνωρίζωμεν μᾶλλον, ὡς καὶ ἐπὶ τῶν ἄλλων, οἷον ζῷον λογικὸν θνητὸν γνόντες τὸν ἄνθρωπον ἐν τῇ ζωῇ τῇ κατὰ λόγον οὐσιωμένῃ πεπερασμένα κατὰ χρόνον μέτρα ἐχούσῃ τὸ εἶδος νοοῦμεν τὸ ἀνθρώπειον. οὕτω δὴ καὶ τὴν ψυχὴν ἐν οὐσίᾳ καὶ ζωῇ ἀνελισσομένῃ πρακτικῇ τε καὶ θεωρητικῇ θεωρήσαντες, καὶ ποτὲ μὲν πρὸς τὰ αἰσθητὰ ποτὲ δὲ πρὸς τὰ νοητὰ στρεφομένην, καὶ τὸ εἰδητικὸν αὐτῆς αἴτιον θησόμεθα ἐν ἀμερίστῳ καὶ νοερᾷ οὐσίᾳ τε καὶ ζωῇ, οὐ πρακτικῇ μὲν οὐδὲ ἀνειλιγμένως θεωρητικῇ, ὁριστικῇ δὲ ταύτης αἰτίᾳ καὶ ἐνδοτικῇ πράξεώς τε καὶ τῆς τοιᾶσδε θεωρίας ἐνεργείᾳ.2 λέγω δὲ εἰδητικὴν τῆς ψυχῆς αἰτίαν τὴν καθ’ ἣν παροῦσαν αὐτῇ ἀχωρίστως ὁρίζεται ἤδη εἰς τὸ ὁριζόμενον ὑποβᾶσα, ὥσπερ καὶ πᾶν τὸ ὁριζόμενον κατά τινα αὐτῷ παρόντα ὁρίζεται ὅρον κοινῇ τε πᾶσι τοῖς ὁμοειδέσι καὶ τὸν ἑκάστου ἴδιον, ἐφ’ ὧν πολλὰ τὰ ὁμοειδῆ. ἔστι τοίνυν ὁ προκείμενος σκοπὸς οὐ περὶ τοῦ μετεχομένου ὑπὸ τῆς ψυχῆς νοῦ οὐδὲ ἔτι μᾶλλον περὶ τοῦ ἀμεθέκτου, ἀλλὰ περὶ τῆς λογικῆς οὐσίας· ἐπειδὴ καὶ περὶ ψυχῆς ἡ πραγματεία, μόριον δὲ καὶ ὁ λόγος τῆς ἀνθρωπίνης ψυχῆς, ὅτι μία ἦν ἡ ὅλη· εἴρηται δὲ ὅτι νῦν γίνεται μία συμπλεκομένου τοῦ λόγου ἐν τῇ πρὸς τὸ σῶμα ῥοπῇ ταῖς δευτέραις καὶ σωματοειδέσι ζωαῖς. εἰπὼν δὲ ᾧ γινώσκει ἡ ψυχή, ἐπειδὴ γνῶσις καὶ ἡ αἰσθητική τε καὶ φανταστική, ἵνα τὴν λογικὴν δηλώσῃ, προσέθηκε τὸ καὶ φρονεῖ· ὅπερ ἴδιον τοῦ λόγου βάθος ἔχοντος3 καὶ τοῦ μὲν οὐδὲ χρωμένου ταῖς δευτέραις ζωαῖς, ἀλλὰ καθ’ ἑαυτὸν ἐνεργοῦντος καὶ οὐ πάσχοντος ἀλλ’ ἐνεργοῦντος τὰ γνωστά, διὰ τὸ μὴ ἔξωθεν ἀλλ’ ἀφ’ ἑαυτοῦ προβάλλειν, τοῦ δὲ εἰς τὸ ἔξω ἀποτεινομένου καὶ συμπλεκομένου ταῖς σωματοειδέσι γνώσεσι, καὶ τούτου ἢ ἀτελοῦς ἢ τελείου μέν, ὑπὸ δὲ τοῦ πρώτου τελειουμένου καὶ πληρουμένου τῶν εἰδῶν.
“关于灵魂借以认识并思考的灵魂部分”与诸灵魂相分离的智性究竟是什么以及具有何种性质——即它是第一实体、不可分的、至善的生命、最高的现实活动,并且自身既是所知者、思考作用又是智性,而且是永恒性、完全性、恒驻、界限以及万物的原因——在我们对《形而上学》Lambda卷所写的注解中,已依照扬布里柯依照亚里士多德意图对它的考察,更为切合时机且更为完善地进行了探讨。现在更应当说明的,乃是为我们的灵魂所分有的智性是何种性质的。因为也存在某种为每一个理性灵魂所分有的特有智性,每一个降入受限定者之中并以理性言表代替形式的灵魂,正是通过它而得以被限定的。因为一切形式都是不可分的,既然它既是界限又是完全性;但灵魂并非不可分,正如它展开的现实活动所表明的那样,这一活动同时在划分与统合中前行。因此,降入受限定者和被形式化者之中的灵魂,分有着界限与形式,并且在本质上依系于界限与形式,且每一个灵魂都依系于其特有的界限与形式;如果在复合实体上也确实存在着个体化的形式——依循此形式,某物在斯多亚派那里被称为“具有特有性质者”,它整体地产生又再度离去,并在复合实体的整个生命期间保持同一,尽管其各个部分在不同时刻生成与毁灭。因此,如果复合实体的每一个都由其特有的形式所限定,那么灵魂就更是如此,因为它紧密地与诸形式相接。而这一被分有的形式显然也将不同于第一且未被分有的形式,因为它作为被分有者,并未完全留存于自身之中,也不是分离的界限,而是属于灵魂这一相异之物,并且自身正是那降入受限定者之中的灵魂的界限。因此,作为更卓越的实体,它也将不同于灵魂自身;因为〔灵魂〕是由作为界限的〔它〕所限定、由作为完全性的〔它〕所完全化的。既然依循理性的灵魂是认识性实体,那么限定它的东西就将是不可分的认识性实体。而这就是智性,但却是被分有的智性,并且整个来看是灵魂的智性。那么,亚里士多德现在的论述是关于这个智性的吗?绝非如此;因为这个智性绝不是灵魂的部分,而是灵魂的形式因和更卓越的实体,加之,如果他越过理性实体而直接从表象过渡到那个智性,对于他来说也将是荒谬的,尽管他始终是从营养能力通过诸中间能力向上攀升的;况且他自己也明确界定,写道:“我所说的智性,是指灵魂借以思想和判断的东西。”而且我们也必须把握灵魂的界限,以便我们能更为科学地认识它,正如在其他事物上那样:例如认识到人是理性的有死动物后,我们在依循理性被赋予本质且在时间上具有有限尺度的生命中,思考人的形式。同样地,我们在其实践与理论的展开的实体与生命中考察灵魂,看到它有时转向感觉对象有时转向思考对象,我们便将它的形式因置于不可分的智性实体与生命之中,这生命既非实践性的亦非展开形式的理论性的,而是这种生命的界限性原因,并且是赋予行动和此种理论观想的现实活动。我所说的灵魂的形式因,是指通过不可分离地现存于灵魂,使得已经降入受限定者之中的灵魂得以被限定的原因,正如一切受限定者都是依照现存于它的某种界限而被限定的,既共同适用于所有同种者,又特属于每一个个体(在同种者众多的事物中)。因此,当前的旨趣既非关于为灵魂所分有的智性,更非关于未被分有的智性,而是关于理性实体;因为本探讨是关于灵魂的,而理性言表也是人类灵魂的部分,因为整个灵魂原是合一的;并且已经说过,当理性言表在其朝向身体的倾向中与第二位的、类身体的诸生命交织在一起时,〔灵魂〕现在变成了合一的。在他说了“灵魂借以认识”之后,既然感觉认识和表象认识也都是认识,为了表明理性认识,他又补充了“并思考”;这正是具有深度的理性言表所特有的,其中一个方面甚至不使用第二位诸生命,而是依自身活动,并且不受动而是使可知对象活动起来(因为它并非从外部而是从自身投射);而另一个方面则向外伸展并与类身体的诸认识交织在一起,且这后一方面要么是不完全的,要么即使是完全的,也是由第一方面所完全化并被诸形式所充满的。
- 3.94πεφιλοσόφηται
用作非人称完成时被动态(或以间接疑问从句为主语的被动态),与格 ἡμῖν 为施事与格。句首的间接疑问从句“Τί μὲν καὶ ποῖος ὁ χωριστὸς τῶν ψυχῶν νοῦς...”以及同位连接的 ὅτι 从句整体表示所探讨的内容。
- 3.94ὁριστικῇ δὲ ταύτης αἰτίᾳ καὶ ἐνδοτικῇ πράξεώς τε καὶ τῆς τοιᾶσδε θεωρίας ἐνεργείᾳ
承接前文 ἐν ἀμερίστῳ καὶ νοερᾷ οὐσίᾳ τε καὶ ζωῇ 的与格修饰短语。两个并列成分 ὁριστικῇ αἰτίᾳ(界限性原因)与 ἐνδοτικῇ ... ἐνεργείᾳ(赋予……的现实活动)分别带属格补足语 ταύτης(指前述实践与理论生命)以及 πράξεώς τε καὶ τῆς τοιᾶσδε θεωρίας。
- 3.94ὅπερ ἴδιον τοῦ λόγου βάθος ἔχοντος
关系代词 ὅπερ 指代前句中补充说明“并思考”这一事实。针对接下来的属格结构 τοῦ λόγου βάθος ἔχοντος(具有深度的理性言表),后文的 τοῦ μὲν ... τοῦ δὲ ... 作为部分属格(或同位属格分词)区分了理性的两个层面。
