- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:214.28-215.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘分析了亚里士多德将表象定义为“由感觉的现实活动引起的运动”这一论证的句法结构,说明连词ἐπειδή如何统领引向归结主句的多个前提,通过肉体器官的受动与印刻解释表象为何被称为“运动”,并探讨了表象能否赋予天界存在者的问题。
" Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου·" Ὡς ὑπὸ τοῦ μοχλοῦ ὁ λίθος κινηθέντος ὑπὸ τῆς χειρός. δεῖ δὴ κατὰ κοινοῦ τὸν ἐπειδὴ παρασυναπτικὸν σύνδεσμον τοῖς ἐφεξῆς προστιθέναι, ἕως οὗ τὴν ἀπόδοσιν ποιήσηται·1 οἷον καὶ ἐπειδὴ ἡ φαντασία κίνησίς τις δοκεῖ εἶναι καὶ οὐκ ἄνευ αἰσθήσεως γίνεσθαι ἀλλ’ αἰσθανομένοις καὶ ὧν ἐστιν αἴσθησις, καὶ ἐπειδή ἐστι γίνεσθαι κίνησιν ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθήσεως, καὶ ἐπειδὴ ταύτην ἀνάγκη ὁμοίαν εἶναι τῇ αἰσθήσει· καὶ λοιπὸν ἀποδίδωσι διὰ τοῦ εἴη ἂν αὕτη ἡ κίνησις καὶ ἐφεξῆς. ἀλλὰ πῶς ἐνέργεια οὖσα γνωστικὴ καὶ ἔνδοθεν ἐγειρομένη ἡ φαντασία κίνησίς ἐστιν; ἢ δοκεῖ ἔφη.2 δοκεῖ δὲ ὅλως, ἐπειδὴ μετὰ σώματος τοῦτο ὃ πάσχει πως καὶ κινεῖται, ὡς μὲν αἰσθητικὸν ἔξωθεν, ὡς δὲ φανταστικὸν ὑπὸ τῆς φανταστικῆς τυπούμενον ζωῆς. τὸ μὲν οὖν μὴ ἄνευ αἰσθήσεως γίνεσθαι ἀλλ’ αἰσθανομένοις, τὴν ἀρχὴν δηλαδή, κοινὸν αὐτῇ, ὡς εἴρηται, καὶ πρὸς τὰς λογικὰς ἡμῶν ζωάς· ἐκεῖνο δὲ ἴδιον αὐτῆς τὸ καὶ ὧν ἡ αἴσθησίς ἐστιν. οὐ γὰρ ἐπὶ τὸ ἀσώματον αὐτὴ μεταβαίνει, ἀλλ’ ἐμμένει τοῖς σωματοειδέσι τύποις καὶ ταῖς διαστάσεσι καὶ μορφαῖς. τὸ μὲν οὖν γίνεσθαι ὑπὸ τῆς ἐνεργείας τῆς αἰσθητικῆς κίνησιν ἤτοι ἐνέργειαν ἄλλην οὐκ ἐπὶ τῆς φαντασίας μόνης, ἀλλὰ καὶ ἐπὶ τῶν λογικῶν ἡμῶν γνώσεων ἀληθές τε καὶ ἐναργές, ἀλλὰ τῷ γε προσεχῆ καὶ διὰ τὴν σωματοειδῆ πάθην ἐξ ἀνάγκης ὁμοία γίνεται ἡ φαντασία τῇ αἰσθήσει. συμπεραίνεται οὖν εἰκότως, ὡς κίνησις οὖσα διὰ τὴν ὡς εἴρηται σωματικὴν διαμόρφωσιν οὔτε ἄνευ αἰσθήσεως ἐγγίνεται· μερικοὶ γὰρ πάντως καὶ σωματοειδεῖς οἵ τε τύποι καὶ αἱ μορφαί, τὰ δὲ μερικὰ καὶ σωματοειδῆ δι’ αἰσθήσεώς ἐστι πρώτως γνωστά, ὅτε οὐδὲ εἰς τὰ καθόλου ἡμῖν ἄνευ αἰσθήσεως ἡ ἀναφορά.
“然而,既然在此物被推动之后,另一物可以被其推动”正如石头被手推动的杠杆所推动一样。确实必须把表示原因和前提的连词“既然”共同补充到随后的各个分句中,直到他给出归结主句为止;例如,“而且既然表象似乎是某种运动,并且不能脱离感觉而产生,而是发生在具有感觉能力者身上,并且是关于那些有感觉的事物的,而且既然通过感觉的现实活动可能产生运动,而且既然这一运动必然类似于感觉”;剩下的归结,他则通过“这一运动当是……”及随后的文句来表达。然而,表象作为一种认识性的且由内唤醒的现实活动,怎么会是运动呢?抑或是因为他说了“似乎”?表象整体上之所以“似乎”是运动,是因为这伴随着身体,而该〔身体〕以某种方式受动并被推动:作为感觉性的〔身体〕从外部受动,而作为表象性的〔身体〕则由表象生命所印刻。因此,不脱离感觉而产生且发生在具有感觉能力者身上——也就是在最初的开端上——如前所述,对表象而言甚至与我们的理性生命也是共通的;但属于表象自身特有的则是“并且是关于那些有感觉的事物的”。因为表象自身并不过渡到无形体的事物,而是停留在具有物体性质的印迹、延展和形态之中。诚然,通过感觉的现实活动产生运动即另一种现实活动,不仅在表象上,而且在我们的理性认识上也是真实而明显的;但表象因与其直接接续且由于具有物体性质的受动,必然变得类似于感觉。因此,合乎情理地得出结论说:表象由于上述肉体性的塑形作为一种运动,亦不能脱离感觉而产生;因为印迹和形态完全是个别的且具有物体性质的,而个别的且具有物体性质的事物首先是通过感觉而被认识的,既然连我们对普遍事物的指涉若无感觉亦无法产生。
"Οὔτε μὴ αἰσθανομένοις ὑπάρχειν." Οὔτε γὰρ φυτοῖς ἢ τοῖς μηδ’ ὅλως ζῶσιν οὔτε τοῖς ὑπὲρ αἴσθησιν, ὅσα κατὰ νοῦν ἢ λόγον οὐσίωται νοερόν· ἐπειδὴ μετὰ διαστάσεως καὶ μορφῆς αἱ φανταστικαὶ ἐνέργειαι, αἱ δὲ τοῦ καθαροῦ λόγου καὶ ἔτι μᾶλλον αἱ τοῦ νοῦ τοῦ διαστατικοῦ καὶ μορφωτικοῦ ὑπερέχουσι μερισμοῦ. ἆρα οὖν οὐχὶ καὶ τοῖς οὐρανίοις δοτέον φαντασίαν; ἢ εἴπερ καὶ αἴσθησιν, καὶ οὕτως ὡς καὶ αἴσθησιν, ἔνδοθεν ὅλην ἐγειρομένην καὶ ἀφ’ ἑαυτῆς, καὶ ὑποστατικὴν καὶ γνωστικὴν τῶν τε αἰσθητῶν πάντων καὶ πρό γε τῶν ἔξω τῆς ἐν αὐτοῖς τοῖς θείοις αὐτῶν ὀχήμασιν ὡρισμένης τῶν αἰσθητῶν κατὰ λόγους σωματοειδεῖς προλήψεως, οὐ μορφωτικοὺς οὐδὲ ἄλλοτε ἄλλους, προσεχῶς δὲ τῶν μορφωτικῶν καὶ τῆς ἀπειρίας τῶν ἄλλοτε ἄλλων γινομένων ἐξῃρημένως περιεκτικούς.3
“亦不存在于不感觉的事物中”因为表象既不存在于植物中,亦不存在于根本没有生命的事物中,也不存在于超越感觉的事物中,即凡是依循智性或理智性法则而获得实体的存在者;因为表象的现实活动伴随着延展与形态,而纯粹理性的现实活动,尤其是智性的现实活动,超越了伴随延展与形态的分割。那么,难道我们不也应当将表象赋予天界的存在者吗?抑或,如果确实也赋予他们感觉,那么就要像赋予感觉那样去赋予表象:完全由内且自主地被唤醒,既对一切感觉对象,并且在外部事物之前也对在他们自身的属神载体中按照具有物体特性的法则(这些法则既非塑形的,亦非随时变异的,而是直接且超验地统摄着塑形之物以及随时各异而产生的无限多样性),而被限定的关于感觉对象的预先把握,具有确立实体与认识的作用。
- 3.89δεῖ δὴ κατὰ κοινοῦ τὸν ἐπειδὴ παρασυναπτικὸν σύνδεσμον τοῖς ἐφεξῆς προστιθέναι, ἕως οὗ τὴν ἀπόδοσιν ποιήσηται
短语 κατὰ κοινοῦ 是语法学术语,意为“共同地”(指将某一词句通用于多个分句)。此处辛普利丘解释说,引导原因或前提的连词(παρασυναπτικὸς σύνδεσμος)ἐπειδή 必须共同补充至随后的所有分句中,直至亚里士多德通过 εἴη ἂν αὕτη ἡ κίνησις 引出主句归结(ἀπόδοσις)。
- 3.89ἢ δοκεῖ ἔφη
承接上文亚里士多德所说的 κίνησίς τις δοκεῖ εἶναι(“似乎是某种运动”),语气词 ἢ 引导自问自答式的备选解释,ἔφη 的省略主语为亚里士多德,即“抑或是他说‘似乎’?”针对表象本为不可分的“活动”(ἐνέργεια)却被亚里士多德称为“运动”(κίνησις)这一疑难,辛普利丘通过着眼于动词 δοκεῖ(似乎)来进行化解。
- 3.90προσεχῶς δὲ τῶν μορφωτικῶν καὶ τῆς ἀπειρίας τῶν ἄλλοτε ἄλλων γινομένων ἐξῃρημένως περιεκτικούς
阳性宾格复数形容词 περιεκτικούς 修饰前文介词短语 κατὰ λόγους σωματοειδεῖς 中的 λόγους。该形容词支配两个属格补足语:τῶν μορφωτικῶν(塑形之物)与 τῆς ἀπειρίας τῶν ἄλλοτε ἄλλων γινομένων(随时各异而产生的无限多样性)。副词 προσεχῶς(直接地)与 ἐξῃρημένως(超验地)修饰 περιεκτικούς,表达了对可感对象的双重统摄方式。
