← 辛普里丘

亚里士多德《论灵魂》注释

§213.21-214.27

作为由运动产生的运动的表象定义

辛普利丘探讨了亚里士多德关于表象定义(由运动产生的运动)的引言部分,阐明了纯粹的感觉活动与随后的表象生命如何从感觉器官和精气中的受动中产生,并剖析了表象的自主性、形象性及其与理性生命的关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.88

" Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου." Διὰ τῶν προειρημένων ὅτι διώρισται τῶν ἄλλων γνωστικῶν δυνάμεων ἡ φαντασία ἐπιδείξας, ἐφεξῆς τίς ποτέ ἐστιν αὕτη παραδίδωσιν, ἀπὸ τῶν ἐνεργειῶν αὐτῆς τὴν οὐσίαν τεκμαιρόμενος. κινεῖται μὲν οὖν προσεχῶς ὑπὸ τῶν αἰσθητῶν τὸ αἰσθητήριον, οὐ πάσχον μόνον ἀλλὰ καὶ ἐνεργοῦν διὰ τὸ ζωτικόν, ἐγειρομένης δὲ ἐπὶ τῷ ἐνεργητικῷ τούτῳ πάθει τῆς αἰσθητικῆς καθαρᾶς ἐνεργείας καὶ κρίσεως,1 κατὰ τὸ τοῦ αἰσθητοῦ ἑστώσης εἶδος, οὐκ ἔξωθεν οὐδὲ κατὰ πάθος, ἀλλ’ ἔνδοθεν τῆς αἰσθητικῆς οὐσίας κατὰ τοὺς οἰκείους λόγους αὐτὸ προβαλλούσης συμφώνως τῇ ἐν τῷ αἰσθητηρίῳ ἐγγινομένῃ παθητικῇ ἐνεργείᾳ· ὡς κίνησιν μὲν εἶναι τὴν ἐν τῷ αἰσθητηρίῳ ὑπὸ τοῦ αἰσθητοῦ γεγονυῖαν πάθην, τὴν δὲ τοῦ λόγου προβολὴν καὶ τὴν καθαρὰν τῆς αἰσθητικῆς ζωῆς κρίσιν καὶ τὸν κατὰ τὸ εἶδος τοῦ αἰσθητοῦ ὅρον οὐ κίνησιν, ἀλλ’ ἀμέριστον ἐνέργειαν. ἐφ’ ᾗ προσεχῶς αὐτῇ συνημμένη ἡ φανταστικὴ ἐγείρεται ζωή, ὀργάνῳ μὲν τῷ αὐτῷ χρωμένη, ἀλλ’ οὐχ ὡς αἰσθητικῷ καὶ ἔξωθέν τι παθαινομένῳ, ὡς δὲ φανταστικῷ καὶ ὑπὸ τῆς φανταστικῆς ζωῆς τυπουμένῳ καὶ μορφουμένῳ. καὶ οὐ θαυμαστὸν εἰ τὸ αὐτὸ ὄχημα ταῖς διαφόροις ἡμῶν ὑπέστρωται ζωαῖς, ὅπου γε καὶ τῇ λογικῇ ἡμῶν ζωῇ· συνδιατίθεται γοῦν ταῖς λογικαῖς ἡμῶν ἐνεργείαις οὐ τὸ πνεῦμα μόνον, ἀλλὰ καὶ τὸ στερεὸν τοῦτο ὄργανον. προηγουμένως δ’ οὖν ὡς αἰσθητικὸν παθὸν τὸ πνεῦμα, καὶ τῆς αἰσθήσεως εἰς τὴν κατὰ τὸ εἶδος στάσης ἐνέργειαν, καὶ τὸ πνεῦμα ἐπιτήδειον γίνεται2 πρὸς τὴν τῶν φανταστῶν τύπων ὑποδοχήν, καὶ αὐτὴ ἡ φαντασία ἐγείρεται πρὸς τὴν κατ’ οἰκείους λόγους τῶν φανταστικῶν τύπων προβολὴν οἰκείως τοῖς αἰσθητικοῖς εἴδεσιν, οὐχ ἅπαξ ἢ δὶς ἐνίοτε μόνον τῶν αἰσθητικῶν δεηθεῖσα τύπων ἀλλὰ καὶ πλεονάκις πρὸς τὴν τῶν ὁμοίων προβολήν. ἐγερθεῖσα δ’ οὖν καὶ ἀφ’ ἑαυτῆς προβάλλει τὰ φαντάσματα καὶ τυποῖ καὶ διαμορφοῖ τὸ σχῆμα ἀφ’ ἑαυτῆς ἢ ὁμοίως τοῖς εἴδεσι τῶν αἰσθητῶν ἢ καὶ τὸ ἀκριβὲς προστιθεῖσα, ὡς καὶ τὴν ἀπλατῆ προτείνουσα εὐθεῖαν καὶ σχήματα τὰ ἀκριβέστατα, καὶ ἀορισταίνουσα δὲ ἐνίοτε καὶ ποικίλλουσα πολυτρόπως τοὺς τύπους. καὶ τὸ μὲν τῆς αἰσθήσεως δεῖσθαι πρὸς τὴν ἐξ ἀρχῆς ἔγερσιν κοινὸν ἔχουσα καὶ ταῖς λογικαῖς ἡμῶν ζωαῖς (καὶ γὰρ αὗται διὰ τὴν ὅλην ἔξω τῆς ψυχῆς στροφὴν τῆς ὑπὸ τῶν ἔξωθεν οἷον πληγῆς τοῦ αἰσθητηρίου τὴν ἀρχὴν ἐδεήθησαν πρὸς τὴν τῶν οἰκείων γνωστῶν ἀντίληψιν), ἀλλὰ τούτων μεταβαινουσῶν ἐπὶ τὸ ἀσώματον καὶ ἀτύπωτον καὶ ἀμέριστον γνωστὸν ἡ φαντασία ἐν τῷ σωματοειδεῖ καὶ τυπωτικῷ καὶ μεριστῷ κατέχεται. καὶ γὰρ εἰ καὶ τὰς λογικὰς ἡμῶν, ὡς ὁ Ἰάμβλιχος βούλεται, ἀποτυποῦται ἐνεργείας πάσας, ὅμως κατὰ τὰ αἰσθητὰ ἀπεικονίζεται εἴδη μορφωτικῶς καὶ μεριστῶς. διὸ καὶ προσεχής ἐστι τῇ αἰσθήσει, ὑπερέχουσα ὅμως τῷ μετὰ τὴν ἐξ ἀρχῆς ἔγερσιν καὶ ἀφ’ ἑαυτῆς ἐνεργεῖν καὶ οὐκ ἀεὶ παρόντων δεῖσθαι τῶν αἰσθητῶν, καὶ τῷ τὴν ἀκρίβειαν προστιθέναι, ὅπερ ἴσως οὐ πᾶσα ἀλλ’ ἡ τῶν λογικῶν ἕξει φαντασία. ἅπασα δὲ τὸ ἡγεμονικὸν καὶ κινητικὸν τῶν ζῴων,3 τῶν μὲν ἄλλων ὡς πρώτη ἐν αὐτοῖς οὖσα γνωστικὴ ζωή, ἐν δὲ τοῖς ἀνθρώποις, ὅταν δι’ ἥντινά ποτε αἰτίαν ἐπικαλύπτηται ὁ λόγος. νῦν δὴ οὖν καὶ τοῖς τοῦ Ἀριστοτέλους συνακολουθῶμεν ῥήμασιν.

“然而,既然在此物被推动之后,另一物可以被其推动”在通过上述论述表明表象有别于其他认识能力之后,他接着传授此[能力]究竟为何物,从其现实活动推测其本质。于是,感觉器官直接受到感觉对象的推动,它不仅处于受动,而且由于其生命性亦在活动;在这种能动的受动之上,纯粹的感觉活动与判定被唤醒,立足于感觉对象的形式,它不是来自外部亦非出于受动,而是感觉实体从内部按照其自身的理性法则投射出该形式,与在感觉器官中产生的受动性活动相协调;以致在感觉器官中由感觉对象产生的受动乃是运动,而理性法则的投射、感觉生命的纯粹判定以及按照感觉对象之形式的规定则不是运动,而是不可分的现实活动。与此直接相连的表象生命随即被唤醒,它使用同一个器官,但不是作为感觉性的且从外部受动的东西,而是作为表象性的且被表象生命所印刻和塑造的东西。若同一载体作为我们不同生命的底层承载物,这并不足为奇,既然它甚至亦承载着我们的理性生命;无论如何,不仅精气而且这一坚固的器官都配合着我们的理性活动。无论如何,首先当精气作为感觉性的东西受动,且感觉确立在符合形式的现实活动中时,精气就变得适宜于接受被表象的印迹,而表象本身亦被唤醒,按照自身的理性法则适宜于感觉形式地投射出表象印迹,为了投射相似的事物,它不仅有时需要一次或两次感觉印迹,而且往往需要多次。无论如何,在被唤醒之后,它亦从自身投射出表象之像,并从自身印刻和塑造其构形,要么类似于感觉对象的形式,要么亦添加上精确性——诸如呈现出无宽度的直线和最精确的几何图形——有时亦将印迹变得不定并以多种方式使其变异。而在最初的唤醒上需要感觉这一方面,它甚至与我们的理性生命具有共通之处(因为由于灵魂完全转向外部,这些理性生命为了把握其自身的认识对象,最初亦需要外部事物对感觉器官的如同击打一样的受动),然而当理性生命过渡到无形体的、无印迹的和不可分的认识对象时,表象却滞留在类物体的、印刻性的和可分的事物中。因为纵使它如扬布里柯所主张的那样印刻下我们一切的理性活动,它依然按照感觉形式形象化且可分地加以描摹。因此它紧密接续着感觉,然而它亦有所超越:在最初唤醒之后能从自身活动,不需要感觉对象常在,以及能够添加精确性——这或许并非所有的表象所具有,而是具有理性的存在的表象所具有。但是,所有的表象都是动物的统领者和发动者:在其他动物中,它是作为其中最初的认识性生命,而在人类中,则是当理性因任何原因而被遮蔽的时候。既然如此,现在就让我们紧随亚里士多德的词句进行阐释。

语法注3 条
  1. 3.88ἐγειρομένης δὲ ἐπὶ τῷ ἐνεργητικῷ τούτῳ πάθει τῆς αἰσθητικῆς καθαρᾶς ἐνεργείας καὶ κρίσεως

    独立属格结构(genitive absolute),表示相对于主句动词 κινεῖται... 的后续契机与伴随状态。随后的 τῆς αἰσθητικῆς οὐσίας... προβαλλούσης 亦作为平行的独立属格延续,表明了感觉器官的身体性受动(πάθος)如何作为契机触发更高级的灵魂能力依据内在的理性法则主动投射出形式。

  2. 3.88προηγουμένως δ’ οὖν ὡς αἰσθητικὸν παθὸν τὸ πνεῦμα, καὶ τῆς αἰσθήσεως εἰς τὴν κατὰ τὸ εἶδος στάσης ἐνέργειαν, καὶ τὸ πνεῦμα ἐπιτήδειον γίνεται

    开头的 παθὸν τὸ πνεῦμα 为表时间/条件的分词从句,随后的 καὶ τῆς αἰσθήσεως... στάσης 为独立属格(στάσης 是 ἵστημι 的不定过去时主动分词阴性单数属格,表示感觉在形式的现实活动中确立自身)。在承接这两个前提之后,主句由相关连词 καὶ... καὶ... 引出(一方面精气变得适宜……,另一方面表象自身亦被唤醒……)。

  3. 3.88ἅπασα δὲ τὸ ἡγεμονικὸν καὶ κινητικὸν τῶν ζῴων

    省略系动词 ἐστί 的名词性谓语句。阴性主语 ἅπασα 承接上文的 φαντασία(“一切表象”),中性实体化形容词 τὸ ἡγεμονικὸν καὶ κινητικόν(“统治性与发动性的原则/力量”)充当表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:213.21-214.27