← 辛普里丘

亚里士多德《论灵魂》注释

§215.26-216.18

作为行动原因的表象及其对感觉对象的真伪

辛普利丘注解亚里士多德《论灵魂》428b16,阐明表象如何成为动物活动与受动的原因,以及表象的真伪如何根据其与自身特有感觉对象、偶性感觉对象和共同感觉对象在时间与结构上的关联而产生。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.91

" Καὶ πολλὰ κατ’ αὐτὴν ποιεῖν καὶ πάσχειν τὸ ἔχον." Πάσχειν μὲν ὡς ὑπὸ τῶν αἰσθήσεων κινουμένην, ποιεῖν δὲ διὰ τὸ κινηθεῖσαν ἤδη καὶ ἀφ’ ἑαυτῆς ἐγείρεσθαι καὶ τῇ μνήμῃ τὰ ζῷα κινεῖν. τὸ γὰρ κατ’ αὐτὴν οὐχ ὡς ὁριστικὴν μόνον, ἀλλὰ καὶ ὡς κινητικὴν ἀντὶ τοῦ ὑπ’ αὐτῆς ἀκουστέον,1 εἴ γε καὶ ἡ φανταστικὴ ψυχὴ χρῆται ὡς ὀργάνῳ τῷ ζῶντι σώματι. καὶ εἶναι καὶ ἀληθῆ καὶ ψευδῆ. καὶ γὰρ ἡ φαντασία τῶν γνωστικῶν ἐστιν ἐν ἡμῖν δυνάμεων· πάσῃ δὲ γνώσει τέλος τὸ ἀληθές· ἀλλ’ ἐπεὶ οὐκ ἔστι τῶν ἀεὶ ἀληθευουσῶν ὡς νοῦς καὶ ἐπιστήμη, εἰκότως ἢ ἀληθής ἐστιν ἢ ψευδής. ἐνίοτε μὲν οὖν καὶ οἷον ἑκοῦσα ψεύδεται· ἐφ’ ἡμῖν γὰρ καὶ τὰ μὴ ὄντα, ὡς εἴρηται, ἀναπλάττειν φαντάσματα· ἀλλὰ τοῦτο ἡ λογικὴ πάσχοι ἂν ἴσως φαντασία ποικίλλουσα διὰ τὴν ἐπὶ πολλὰ καὶ ἐπὶ τὰ ἀντικείμενα τοῦ λόγου μετάστασιν, ἡ δέ γε τῶν ἀλόγων οὐκέτι διὰ τὸ ἀπεστενωμένον. ἀλλὰ τὸ πάσῃ φαντασίᾳ ἑπόμενον ἀληθὲς καὶ ψεῦδος κατὰ τὴν πρὸς τὰς αἰσθήσεις ἀκολουθίαν ὑπογράφει, τὴν μὲν τοῖς ἰδίοις συγκινουμένην αἰσθητοῖς ἀληθῆ λέγων ὡς ἐπὶ τὸ πλεῖστον, ὅταν μὴ διὰ τὸ πόρρω ἢ ἄλλο τι παρεμπῖπτον καὶ αὐτὴ ἡ αἴσθησις ἁμαρτάνῃ· ἐπεὶ ἀληθευούσῃ τῇ αἰσθήσει συναληθεύει καὶ ἡ ἄρτι κινουμένη φαντασία, ὡς ἥ γε μετὰ χρόνον ἐγειρομένη καὶ ἡ τῶν ἰδίων αἰσθητῶν φαντασία ψεύδεται πολλάκις. διὸ καὶ προείρηται ἀληθεῖς μὲν εἶναι ἀεὶ τὰς τῶν ἰδίων αἰσθήσεις, ψευδεῖς δὲ τὰς πολλὰς φαντασίας, οὐχ ὅταν ἔτι παρῶσιν αἱ αἰσθήσεις, ἀλλ’ ἤδη γεγονυιῶν καὶ μετὰ χρόνον. περὶ μέντοι τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ καὶ παρόντα γίνονται φαντασίαι ψευδεῖς, οἷον ὅτι Κλέωνος υἱὸς ὁ λευκός, ἐπειδὴ καὶ αἱ αἰσθήσεις αἱ περὶ ταῦτα. ὁμοίως δὲ ἔχουσι καὶ αἱ περὶ τὰ κοινὰ αἰσθητὰ αἰσθήσεις τε καὶ φαντασίαι, καὶ περὶ παρόντα ψευδόμεναι ἐνίοτε διὰ τό, εἰ καὶ μὴ κατὰ συμβεβηκὸς τούτων ἀντιλαμβάνονται αἱ αἰσθήσεις, ἀλλ’ [ἐπειδὴ] οὐ πρώτως·2 τῶν γὰρ ἰδίων πρώτως. ὑπάρχει δὲ τὰ κοινὰ ὥσπερ καὶ τὰ ἴδια συμβεβηκότα ὄντα ἄμφω τοῖς κατὰ συμβεβηκὸς αἰσθητοῖς, ἅπερ αἱ ὑποκείμεναι οὐσίαι. τὸ δὲ περὶ ἃ μάλιστα ἤδη ἔστιν ἀπατηθῆναι περὶ ἀμφοτέρων ἀκουστέον τῶν τε κατὰ συμβεβηκὸς καὶ τῶν κοινῶν αἰσθητῶν.

“而且具有它[表象]者依照它进行许多活动并遭受许多受动” “遭受受动”是作为被诸感觉所推动,“进行活动”则是因为在已经被推动之后,它也由自身唤醒,并通过记忆推动动物。因为“依照它”不仅应当被理解为限定性的,而且还应当被理解为动因性的,相当于“由于它”,既然表象灵魂确实也把具有生命的身体作为工具来使用。“而且[表象]既可以是真实的也可以是虚假的”。因为表象也属于我们内在的认识能力;而对于一切认识而言,目的都是真理;但既然它不属于像智性和科学知识那样始终真实的事物,它合乎情理地要么是真实的要么是虚假的。因此有时它甚至可以说是自愿地作伪;因为正如前述,构想不存在的表象图景也是取决于我们的;但这或许是理性表象所遭受的情况,它因理性过渡到许多事物和对立面而产生多样变化,而无理性动物的表象则因其狭隘受限而不再如此。但他根据对诸感觉的追随,描述了伴随一切表象的真实与虚假,指出与自身特有感觉对象一同被推动的表象多半是真实的,只要感觉自身并非由于距离或其他偶发因素而出现差错;因为当感觉真实时,刚被推动的表象也一同真实,而隔了一段时间后被唤醒的表象,就连自身特有对象的表象也往往是虚假的。因此前面也曾说过,自身特有对象的诸感觉总是真实的,而多数表象是虚假的,这并非在诸感觉仍然在场之时,而是在感觉已经发生且隔了一段时间之后。然而,关于偶性感觉对象,即使在对象在场时也会产生虚假的表象,例如“那个白色的东西是克里昂的儿子”,因为关于这些事物的感觉也是如此。关于共同感觉对象的感觉和表象亦是如此,有时在对象在场时也是虚假的,这是因为即使感觉并非依凭偶性把握它们,但也绝非首先把握;因为首先把握的是自身特有对象。共同感觉对象正如自身特有对象一样,两者都作为偶性,都属于偶性感觉对象——而后者正是底层的实体。至于“在哪些事物上最容易受欺骗”这一说法,应当被理解为同时指偶性感觉对象和共同感觉对象两者。

语法注2 条
  1. 3.91τὸ γὰρ κατ’ αὐτὴν οὐχ ὡς ὁριστικὴν μόνον, ἀλλὰ καὶ ὡς κινητικὴν ἀντὶ τοῦ ὑπ’ αὐτῆς ἀκουστέον

    关于介词短语 κατ’ αὐτήν(依照它)的句法与语义说明。辛普利丘指出,此处不仅应当在限定活动方式的意义上(ὁριστική)来理解,还应当在动因或致动意义上(κινητική)来理解,相当于 ὑπ’ αὐτῆς(由于它/被它)。

  2. 3.91διὰ τό, εἰ καὶ μὴ κατὰ συμβεβηκὸς τούτων ἀντιλαμβάνονται αἱ αἰσθήσεις, ἀλλ’ [ἐπειδὴ] οὐ πρώτως

    由 διά τό 所引导的原因句结构。在 διά τό 所统摄的说明中,嵌套了让步从句 εἰ καί(即使)与转折连词 ἀλλά(但是),构成“因为即使感觉并非依照偶性把握这些,但[由于]并非首先[把握]”的因果修饰骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:215.26-216.18