- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:212.28-213.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德对表象是感觉与意见之交织这一观点的反驳(428a27–428b2),阐明两者必须本质上关涉同一对象,并且当感觉与认取在真假上发生冲突时(如太阳视大小的例子),单一的表象将荒谬地同时既真又假。
" Καὶ δῆλον ὅτι οὐκ ἄλλου τινός ἐστιν ἡ δόξα, ἀλλ’ ἐκείνου, οὗπερ ἐστίν, ὁμοῦ καὶ ἡ αἴσθησις." Ἐναργὲς τὸ ἀξιούμενον μὴ ἐκ τῆς περὶ ἄλλου μὲν αἰσθήσεως περὶ ἑτέρου δὲ δόξης τὴν ἐξ ἀμφοῖν συντίθεσθαι φαντασίαν,1 ἀλλ’ ἐκ τῆς περὶ τοῦ αὐτοῦ· καὶ οὐ κατὰ συμβεβηκὸς ἐκ τῆς περὶ τοῦ αὐτοῦ, οἷον περὶ Σωκράτους οὐ τῆς μὲν ὅτι λευκός, τῆς δὲ ὅτι ἀγαθός (κατὰ συμβεβηκὸς γὰρ οὕτω περὶ τοῦ αὐτοῦ, ἐπειδὴ ἀμφοῖν καὶ τῷ λευκῷ καὶ τῷ ἀγαθῷ ὁ Σωκράτης ὑπόκειται), ἀλλ’ ἵνα καθ’ αὑτὸ περὶ τὸ αὐτὸ ὦσιν ἀμφότεραι, ὅτι καὶ λευκὸς καὶ ἀγαθὸς Σωκράτης, εἰ μέλλοι καὶ μία ἐξ ἀμφοῖν φαντασία γίνεσθαι.
“而且显然,意见并非关于某种其他之物,而是关于正是感觉亦同时所关于的同一之物。” 所要求的前提是显而易见的,即由两者复合而成的表象并不是由关于一件事物的感觉和关于另一件事物的意见合成的,而是由关于同一事物的[感觉与意见]合成的;而且并不是偶然地关于同一事物——例如关于苏格拉底,并非一者是他为白,另一者是他为善(因为以此方式关于同一事物乃是偶然的,既然苏格拉底作为基础承载着白与善两者)——而是为了使两者本质上关于同一事物,〔即〕苏格拉底既是白的又是善的,如果确实要从两者中产生一个单一表象的话。
"Φαίνεται δὲ καὶ ψευδῆ, περὶ ὧν ἅμα ὑπόληψιν ἀληθῆ ἔχει." Ἐναργὲς οἶμαι καὶ τοῦτο ὡς οὐ μόνον δεῖ ἀμφοτέρας καθ’ αὑτὸ περὶ τοῦ αὐτοῦ εἶναι, ἀλλὰ καὶ μὴ διαστασιάζειν πρὸς ἀλλήλας. στάσις δὲ ἐν ταῖς γνώσεσιν ἡ κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ὅταν οὖν ὡς ἐπὶ τοῦ ἡλίου ἡ μὲν αἴσθησις ᾖ ψευδής, ἡ δὲ δόξα ἀληθής, συμβήσεται τὴν ἐξ ἀμφοῖν κατὰ συμπλοκὴν συστᾶσαν φαντασίαν τὴν αὐτὴν ἅμα τε ἀληθῆ καὶ ψευδῆ γίνεσθαι, εἰ μὴ ἄρα μεταπίπτειν τις καὶ γίνεσθαι ψευδῆ θεῖτο καὶ τὴν δόξαν· ὅτι γὰρ ἡ αἴσθησις οὐ μετατίθεται εἰς τὸ ἀληθὲς ἡ περὶ τοῦ ἡλίου, φανερόν. ἀλλ’ οὐδὲ ἡ δόξα ἐπὶ τὸ ψεῦδος, μήτε ἡμῶν μεταδοξασάντων μήτε τοῦ ἡλίου ἄλλως νῦν ἢ πρότερον ἔχοντος. διχῶς γὰρ οὕτως, ὡς καὶ ἐν Κατηγορίαις λέγεται, συμβαίνει τὸν πρότερον ἀληθῶς ὑπολαμβάνοντα περί τινος ψευδῶς ὕστερον δοξάσαι, ἢ αὐτὸν μεταπεισθέντα ἢ ἐπιλανθανόμενον, ἢ τοῦ πράγματος ἀδήλως αὐτῷ μεταπεσόντος. οὐκοῦν μία οὖσα ἡ φαντασία καὶ περὶ πράγματος ἑνὸς ἔσται καὶ ψευδὴς διὰ τὴν αἴσθησιν (τοῦτο γὰρ δηλοῖ τὸ φαίνεται καὶ ψευδῆ) καὶ ἀληθὴς διὰ τὴν ὑπόληψιν. οὐκοῦν καὶ ἐπὶ τοῦ φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος ἐπὶ τοῦ φαντάζεσθαι τοῦ φαίνεσθαι ἀκουσόμεθα2 διὰ τὴν αἴσθησιν, τοῦ αὐτοῦ φαντάσματος καὶ ἀληθοῦς γινομένου διὰ τὴν περὶ τοῦ ἡλίου ὡς μείζονος ὄντος τῆς γῆς πίστιν.
“然而关于某些事物,人们同时对其怀有真实的认取,虚假的事情亦显现出来。” 我认为这一点亦是显而易见的:不仅两者必须本质上关于同一事物,而且两者绝不能彼此冲突。认识中的冲突乃是关于真与假的冲突。因此,正如在太阳的情形中,感觉是虚假的而意见是真实的时候,如果不假设连意见亦发生转变而成为虚假的话,那么依据交织而由两者构成的表象就将导致同一表象同时既是真实的又是虚假的;因为关于太阳的感觉不会转变为真实,这是显而易见的。然而意见亦绝不会[转向]虚假,既然我们既没有改变意见,太阳现在亦没有处于与先前不同的状态。因为正如在《范畴篇》中所说的那样,先前对某事怀有真实认取的人后来持有虚假的意见,正是通过这两种方式发生的:要么是他自己被重新说服或遗忘,要么是事情在他未察觉的情况下发生了转变。因此,表象既然是单一的且关于单一的事态,它将因感觉而是虚假的(因为“虚假的事情亦显现出来”所表明的正是这一点),并且因认取而是真实的。因此在“太阳显现为一尺大小”的情形中,因感觉之故我们将“显现”理解为“被表象”,而同一个表象因关于太阳大于大地的信念亦成为真实的。
- 3.86μὴ ἐκ τῆς περὶ ἄλλου μὲν αἰσθήσεως περὶ ἑτέρου δὲ δόξης τὴν ἐξ ἀμφοῖν συντίθεσθαι φαντασίαν
解释名词化分词 τὸ ἀξιούμενον(“所要求的前提”)实际内容的同格/说明性不定词结构(τὴν... συντίθεσθαι φαντασίαν)。由于动词 ἀξιόω 及其派生词带有规定或假定意义,因此不定词采用否定词 μή 而非客观否定词 οὐ。
- 3.87ἐπὶ τοῦ φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος ἐπὶ τοῦ φαντάζεσθαι τοῦ φαίνεσθαι ἀκουσόμεθα
这是注解作品中特有的句式:动词 ἀκουσόμεθα 支配属格补足语 τοῦ φαίνεσθαι(将“显现”这一表述),并与介词短语 ἐπὶ τοῦ φαντάζεσθαι(在“被表象”的意义上)相连(ἀκούειν τινος ἐπί τινι/τινος 意为“将某词理解为某义”)。句首的 ἐπὶ τοῦ φαίνεται μὲν ὁ ἥλιος ποδιαῖος 则是带有冠词引用分句的另一个介词短语,用以限定讨论的语境或实例(“在‘太阳显现为一尺大小’这一事例中”)。
