- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:211.16-212.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解428a22–24,阐明了信念、说服与论证顺次伴随意见这一论证的逻辑结构;继而分析了亚里士多德对将表象视作意见与感觉之混合的各种假想模式的否定,并通过将柏拉图所谓的“混合”解释为两极端之间的中介状态来调和两者的学说。
" Ἔτι πάσῃ μὲν δόξῃ ἀκολουθεῖ πίστις, πίστει δὲ τὸ πεπεῖσθαι, πειθοῖ δὲ λόγος· τῶν δὲ θηρίων ἐνίοις φαντασία μὲν ὑπάρχει, λόγος δὲ οὔ." Ἀπὸ μὲν τῆς αὐτῆς ὥρμηται ἐννοίας καὶ τὸ νῦν ἐπιχείρημα· οὐ μὴν ἀπαραλλάκτως ἐστὶ ταὐτὸν τῷ προειρημένῳ. ἐκεῖνο μὲν γὰρ ἐκ τοῦ τέλους, τοῦτο δὲ ἀπὸ τῆς ἐπὶ τὸ τέλος πορείας ὥρμηται, διότι τέλος μὲν ἡ πίστις, ὁδὸς δὲ ἐπὶ ταύτην τὸ πείθεσθαι. καὶ ἡ μὲν ἰσχὺς ἐκείνῳ ἐκ τοῦ ὅρου τῆς πίστεως, συγκαταθέσεως οὔσης ὡς ἐπὶ ἀληθεῖ, τούτῳ δὲ ἐκ τῆς περὶ πειθοῦς ἐννοίας, ἣν προηγεῖσθαι δεῖ τῆς πίστεως ὡς τέλους ἐπιγινομένης τῇ πειθοῖ.1 ἔστι γὰρ ἡ πειθὼ ἡ διὰ λόγου ἐγγινομένη συγκατάθεσις, ὡς ἡ πίστις ἡ ἤδη οὖσα συγκατάθεσις. καὶ γὰρ ἐν τῇ πειθοῖ ἐξέτασίς τις ἐγγίνεται τῆς τῶν πραγμάτων συνέσεως καὶ ὡς ἀληθῶν γινομένη ἀποδοχή. ἐνίοις δὲ θηρίοις ὑπάρχειν λέγει φαντασίαν, τὴν ὡρισμένην καὶ τοῦδέ τινος καλῶν φαντασίαν.
“此外,信念伴随着一切意见,被说服伴随着信念,而论证伴随着说服;然而在兽类中,某些具有表象,却没有论证。” 当前的论证亦是从同一种构想出发的;然而它并非与先前所说的毫无二致。因为前者是从目的出发,而当前的则是从通向目的的行程出发,这是因为信念是目的,而被说服则是通向信念的道路。前者的效力来自信念的定义——即视其为真的赞同;而当前的效力则来自关于说服的构想,说服必须先行于信念,因为信念乃是作为目的随后附加于说服之上的。因为说服是通过论证而产生的赞同,正如信念是已经存在的赞同。事实上在说服中产生某种对事物理解的考察,以及视其为真的接纳。而他说某些兽类具有表象,指的是规定了的、关于这个特定之物的表象。
"Φανερὸν τοίνυν, ὅτι οὔτε δόξα μετ’ αἰσθήσεως, οὔτε δι’ αἰσθήσεως οὔτε συμπλοκὴ δόξης καὶ αἰσθήσεως φαντασία ἂν εἴη." Τοῦ Πλάτωνος ἔν τε τῷ Σοφιστῇ καὶ ἐν τῷ Φιλήβῳ τὴν φαντασίαν ἐν μίξει δόξης τε καὶ αἰσθήσεως τιθεμένου, ἐνίστασθαι μὲν πρὸς τὴν θέσιν διὰ τούτων δοκεῖ. τὸ δὲ ἀληθὲς ὅπως χρὴ τῆς μίξεως ἀκούειν, ἐνδείκνυται διὰ τῆς τῶν παρακειμένων ὑπονοιῶν ἀναιρέσεως. οὔτε γὰρ οὕτως ὡς2 προηγουμένης μὲν τῆς αἰσθήσεως, ἑπομένης δὲ τῆς δόξης, καὶ ἐν τῇ τοιαύτῃ ἀμφοῖν ἐνεργείᾳ τῆς φαντασίας τὸ εἶναι ἐχούσης (ἥντινα ὑπόνοιαν ἐδήλωσε διὰ τοῦ οὔτε δι’ αἰσθήσεως), οὔτε ὡς ἅμα ἀμφοτέρων γινομένων, οὔτε ὡς συντρεχουσῶν μέν, ἑκατέρας δὲ ἁπλῆν τὴν ἴδιον ἀποδιδούσης ἐνέργειαν πρὸς τὴν λοιπὴν ἄμικτον (ὅπερ νοητέον λέγειν αὐτὸν οὔτε δόξα μετ’ αἰσθήσεως φάσκοντα), ἢ ὡς καὶ συντρεχουσῶν καὶ συμπλεκομένων ἀλλήλαις οὐ διακεκριμένως ἔτι, ἀλλὰ μιᾶς κοινῆς τῆς ἐξ ἀμφοῖν γινομένης ἐνεργείας οὐ κατὰ σύγκρισιν ἐν παραφθορᾷ τινι ἑκατέρας, ὡς ἐπὶ τοῦ οἰνομέλιτος (οὐ γὰρ ἐπὶ τῶν ἀσωμάτων τοῦτο οἷόν τε ὑποτίθεσθαι), ἀλλὰ σωζομένων μὲν εἰλικρινῶν, ὅσον δὲ ὅλης ἑκατέρας δι’ ὅλης διαβαινούσης τῆς λοιπῆς. οὐ δὴ ἡ ὁπωσοῦν αἰσθήσεως καὶ δόξης τοιάδε μῖξις φαντασία ἐστί. διά τε ταῦτά φησι, τὰ εἰρημένα λέγων, ὅσα καὶ τῆς αἰσθήσεως καὶ τῆς δόξης ἑκατέρας ἴδια διέκρινε τὴν φαντασίαν· οἷον εἰ ἐν τοῖς φαντάσμασι τοῖς ὀνειρατικοῖς μήτε ἡ κατὰ δύναμιν μήτε ἡ κατ’ ἐνέργειαν ὑπάρχει αἴσθησις, καὶ εἰ παρόντων μὲν ἡ αἴσθησις, ἡ δὲ φαντασία καὶ ἀπόντων γίνεται τῶν αἰσθητῶν, καὶ εἰ ἡ μὲν δόξα οὐκ ἐφ’ ἡμῖν καὶ μετὰ τῆς ὡς πρὸς ἀληθὲς συγκαταθέσεως καὶ διὰ πειθοῦς καὶ λόγων ἐγγινομένη, ἡ δὲ φαντασία καὶ ἐφ’ ἡμῖν καὶ ἄνευ πίστεως καὶ λόγου, οὐκ ἂν οὐδὲ ἐν τῇ ἀμφοῖν ἐκείνων ἐνεργείᾳ ἢ ὁμοῦ συνδραμουσῶν ἢ τῆς μὲν ἡγουμένης τῆς δὲ ἑπομένης ἡ φαντασία εἴη. διά τε ταῦτα καὶ δι’ ὃ νῦν ἐπιφέρει ἐπιχείρημα. τίνα οὖν αὐτῶν λέγει μῖξιν3 ὁ Πλάτων; τὴν ἐν τοῖς μέσοις, ἁπλοῖς καὶ αὐτοῖς οὖσι, διὰ τὴν πρὸς ἄμφω τὰ ἄκρα κοινωνίαν λεγομένην ἐκ τῶν ἄκρων σύνθεσίν τε καὶ μῖξιν. οὕτω γὰρ καὶ Ἀριστοτέλης ἐκ λευκοῦ καὶ μέλανος τὰ μεταξὺ εἶναι λέγει χρώματα καὶ ὁ Τίμαιος τὴν ψυχὴν ἐκ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας διὰ μόνην τὴν πρὸς τὰ ἄκρα τῶν μέσων κατὰ τὴν ἁπλότητα κοινωνίαν. μέση γὰρ καὶ ἡ φαντασία αἰσθήσεώς τε καὶ δόξης.
“因此显然,表象既不是伴随感觉的意见,亦不是通过感觉的[意见],也不是意见与感觉的交织。” 柏拉图在《智者篇》和《斐利布斯篇》中都将表象置于意见与感觉的混合之中,[亚里士多德]似乎正通过这些言辞对这一论点提出异议。然而,关于应当如何理解混合的真义,乃是通过消除相邻近的假想来指明的。因为既非如此:感觉在先而意见随之而来,表象在两者的这种现实活动中具有其存在(这一假想他是通过“亦不是通过感觉”表明的);亦非两者同时产生;亦非两者固然汇合,但各自提供其自身纯然的活动,与另一方毫不混合(这正是他在说“既不是伴随感觉的意见”时必须理解为他所指的);亦非两者汇合且相互交织,不再有分别,而是由两者生成一种单一共通的现实活动——这并非如在蜂蜜酒的情形中依据各自有所败坏的粗糙混合(因为在无形体之物上不可能做出这种设定),而是两者都保持纯粹,只要各自整体地完全渗透另一方的整体。无论如何,感觉与意见的这样一种混合绝不是表象。由于这些原因,他如是说——他意指先前所说的那些内容,即他凭借多少各自属于感觉和意见的特有属性将表象区分开来;例如,如果在梦境中的表象里既无潜能的感觉亦无现实的感觉,并且如果感觉是在感觉对象临在时产生,而表象在感觉对象缺席时亦产生,以及如果意见不在我们的掌控之中,伴随着视其为真的赞同,并通过说服和论证而产生,而表象则既在我们的掌控之中,又无需信念和论证,那么表象就绝不会是在那两者无论是共同汇聚还是由一者主导另一者追随的现实活动之中。这是由于这些原因,亦是由于他现在所引入的论证。那么柏拉图所说的它们的混合究竟是什么?乃是在中介物中的混合——它们自身亦是单纯的——由于与两个极端的相通,因而被称为由极端而来的复合物与混合。因为亚里士多德亦是这样说居间的颜色是由白与黑而来的,《蒂迈欧篇》亦是说灵魂由不可分之实体与在身体周围被分割之实体而来,这仅仅是由于中介物依据单纯性而与极端相通。因为表象亦是感觉与意见之间的中介物。
- 3.84ἣν προηγεῖσθαι δεῖ τῆς πίστεως ὡς τέλους ἐπιγινομένης τῇ πειθοῖ
关系代词 ἣν 的先行词指说服(πειθώ)本身,而非其直接前置的短语 περὶ πειθοῦς ἐννοίας。分词 ἐπιγινομένης 与属格 τῆς πίστεως 一致,表明信念乃是作为目的随后产生并附加于说服之上。
- 3.85οὔτε γὰρ οὕτως ὡς ... οὔτε ὡς ... οὔτε ὡς ... ἢ ὡς ...
一个长篇并列结构,将几种解释上的假想与亚里士多德引文中的三个否定肢(“亦不是通过感觉”、“既不是伴随感觉的意见”、“也不是交织”)相对应。第一肢对应感觉在先(δι’ αἰσθήσεως),第三肢对应并列共起(μετ’ αἰσθήσεως),第四肢(由 ἢ ὡς ... 引入)对应融合性共起(συμπλοκή),皆逐一被否定。
- 3.85τίνα οὖν αὐτῶν λέγει μῖξιν ὁ Πλάτων; τὴν ἐν τοῖς μέσοις ... σύνθεσίν τε καὶ μῖξιν
在紧接问句的回答中,宾格短语 τὴν ... σύνθεσίν τε καὶ μῖξιν 承接了问句中的动词 λέγει,其主要动词被省略(即[λέγει]τὴν ... σύνθεσιν)。
