- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:210.10-211.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于表象是否为意见的讨论(428a18),辛普利丘探讨了必然伴随意见的“信念”的本质,阐明信念是对自身的认识判定为真并予以赞同的反思性、理性功能,仅属于理性存在者而决不属于非理性动物。
" Λείπεται ἄρα ἰδεῖν εἰ δόξα." Ἡ πρὸς τὴν δόξαν τῆς φαντασίας διαφορὰ ἡ αὐτή μοι δοκεῖ τῇ προειρημένῃ ἡ νῦν λεγομένη. ἐκεῖ τε γὰρ τὸ δοξάζειν οὐκ ἐφ’ ἡμῖν ἐλέγετο εἶναι, διὰ τὸ ἐξ ἀνάγκης ψεύδεσθαι ἢ ἀληθεύειν, καὶ ἐν τούτοις δόξῃ πίστιν ἕπεσθαι πάντως. πίστις δέ ἐστιν ἡ ὡς ἀληθεῖ τῷ γνωσθέντι συγκατάθεσις, διὸ καὶ ἀλόγοις οὐχ ὑπάρχει· ἡ γὰρ ὡς ἀληθοῦς τοῦ πράγματος κρίσις μετὰ τὴν σύνεσιν λογική. οἶδε μὲν γὰρ καὶ ὁ νοῦς ὅτι ἀληθές, ἀλλὰ ἀμερίστως καὶ ἑνοειδῶς ἄμφω· ἡ δὲ λογικὴ γνῶσις καὶ εἰ ἀληθὴς ἡ σύνεσις κρίνουσα οὕτω συγκατατίθεται, λόγῳ πάντως ἐπερειδομένη ἢ ἀναγκαίῳ ἢ πιθανῷ, ἢ τῷ λέγοντι ὡς ἀξιοπίστῳ προσώπῳ, καὶ τοῦτο κατά τινα κρίνουσα λόγον. οἷον καὶ ἐπὶ τῶν αἰσθητῶν διττὴ ἐγγίνεται γνῶσις, ἡ μὲν ὅτι ἄνθρωπος τὸ ὁρώμενον, ἡ δὲ ὅτι ἀληθὴς ἡ γνῶσις, ἐκείνη μὲν αἰσθητική, αὕτη δὲ λογική. διαφαίνεται δὲ τὸ διττὸν ἐν τοῖς πόρρωθεν ὁρωμένοις· οὐ γὰρ συντίθεμαι ὅτι ἄνθρωπος, εἰ μὴ ὅτι κινούμενον καὶ δίπουν καὶ ὄρθιον λογίσομαι· ἐπὶ δὲ τῶν ἐγγὺς λανθάνει, διὰ τὸ εὐθὺς ἐπακολουθεῖν τῇ τοῦ ὁρωμένου γνώσει τὴν τοῦ ὅτι καὶ ἀληθῶς γινώσκομεν. οὐ γὰρ ταὐτὸν ἡ περὶ ὁτουοῦν σύνεσις καὶ ἡ περὶ τοῦ ὅτι καὶ ἀληθὴς ἡ σύνεσις, ᾗ ἕπεται ἡ συγκατάθεσις, παραδοχὴ οὖσα τοῦ ἀληθοῦς. φιλαλήθης γὰρ ἡ ψυχή, οὐδέποτε κατὰ τὸ ψεῦδος ἀνεχομένη διατίθεσθαι, ἀλλὰ κατὰ τὸ φανὲν ἀληθὲς πάντως καὶ εὐθύς. διακέκριται μὲν οὖν ἐπὶ πάσης ὑπολήψεως τὸ διττὸν τῆς γνώσεως, ἀλλὰ τῇ μὲν ἐπιστημονικῇ τῶν ὄντων γνώσει ἀκριβεῖ οὔσῃ εὐθὺς καὶ ἡ ὅτι ἀληθὴς ἡ γνῶσις συνακολουθεῖ, ὡς καὶ τῇ ἐγγὺς γινομένῃ ὁράσει, ἐπὶ τῆς δοξαστικῆς δὲ γνώσεως κατὰ τὸ δοκοῦν καὶ ἐπιπόλαιον καὶ οἷον πόρρωθεν, διὰ τὸ μὴ εἰς βάθος χωρεῖν μηδὲ τῶν πρώτων ἔχεσθαι αἰτιῶν, διαφαίνεται τὸ διάφορον. καὶ ὀρθῶς δὲ ἔφη ἕπεσθαι τῇ δόξῃ τὴν πίστιν, ἐπειδὴ συστατικὸν τῆς δόξης ὂν ἐπὶ πλέον αὐτῆς ἐστιν,1 ὡς τὸ ζῷον τοῦ ἀνθρώπου· καὶ γὰρ ἐπιστήμῃ τε καὶ νῷ ὑπάρχει καὶ φρονήσει καὶ αὐτῇ τῇ δόξῃ. ἐν ἀμφοῖν γὰρ τὸ εἶναι τῇ δόξῃ, ἔν τε τῇ ἐπιπολαιοτέρᾳ τῶν πραγμάτων συνέσει καὶ ἐν τῇ ὡς ἀληθεῖ συγκαταθέσει. ἡ δὲ πίστις πάσῃ λογικῇ τε καὶ νοερᾷ ἑπομένη γνώσει οὐδενὶ ὑπάρχει τῶν θηρίων, ἐπειδὴ οὐδὲ ὡς ἀληθοῦς ἀντιληπτικὴ ἡ ἄλογος γνῶσις, ἀλλὰ μόνου τοῦ πράγματος, οὗπερ καὶ ἔστι γνωστική, ἀληθὴς μὲν ὑπάρχουσα, οὐκ αὐτὸ δὲ τοῦτο κρίνουσα ὅτι ἀληθής. ἐπιστρεπτικῆς γὰρ εἰς ἑαυτὴν γνώσεως τῆς ὅτι αὐτὸ τοῦτο γινώσκει ὅλως ἢ ὅτι ἀληθῶς ἢ ψευδῶς ἀντιληψομένης·2 αὐτὴ γὰρ ἑαυτὴν γνώσεται. πρὸς δὲ μόνον τὸ ἔξω πᾶσα ἡ ἄλογος τέταται ζωή, ἐπεὶ καὶ ὀρέγεται μόνων τῶν ἐκτὸς καὶ γινώσκει μόνα ταῦτα· καὶ οὔτε ἡ ὄρεξις αὐτῶν ὡς ἀγαθῶν γίνεται τῶν ἐκτός, ἀλλ’ ὡς ἡδέων μόνον, οὔτε ἡ γνῶσις ὡς ἀληθῶν, ἀλλ’ ὡς αἰσθητῶν μόνων. ἐν μὲν γὰρ τῇ ὡς ἀγαθοῦ ἢ ὡς ἀληθοῦς συναισθήσει συναναφέρειν ἀνάγκη καὶ τὸ ὠφελούμενον ἢ τὸ ἀληθεῦον ἑαυτό· οὔτε δὲ ἐν τῇ τοῦ ἔξω γνωστοῦ κρίσει τὸ γινῶσκον πάντως, οὔτε ἐν τῇ τοῦ ἡστοῦ συναισθήσει τὸ ἡδόμενον. τοὐναντίον γὰρ καὶ τὴν ἡμετέραν ψυχὴν ἡ σφοδρὰ περὶ τὰ ἐκτὸς ἡδονὴ ὡς καὶ ἡ σύντονος αὐτῶν αἴσθησις ἐξίστησιν ἑαυτῆς.
“因此剩下的就是考察它是否为意见。” 现在所说的表象与意见的区别,在我看来与先前所说的并无二致。因为在那里,抱持意见被说成不在我们的掌控之中,乃是由于必然为伪或为真,而在这些文字中,信念被说成无论如何都伴随着意见。信念乃是对已被认识之物视其为真的赞同,因此它亦不属于无理性的动物;因为在理解之后将事物判定为真,乃是理性的。因为理智固然也知道它是真的,却是不可分地且合一地知道两者;而理性认识则是通过判定理解本身是否为真从而如此表示赞同,始终依凭于或必然或具说服力的论证,或者依凭于作为值得信赖者的言说者,并且依据某种理性来判定这一点。犹如在感觉对象上亦产生双重认识:其一是所见之物为人,其二则是此认识为真;前者是感觉性的,后者则是理性的。这种双重性在远望之物中显露出来;因为我并不赞同它是人,除非我推断出它是运动的、两足的且直立的;但在近处之物上它却被掩盖了,因为对所见之物的认识之后立即伴随着我们亦真实地认识了的认识。因为关于任何事物的理解,与关于该理解亦为真的理解并不是同一回事,而赞同(即对真理的接纳)正是紧随于后者。因为灵魂是爱求真理的,决不能忍受依据虚假而被定型,而是必定且立即依凭显现为真者而被定型。因此在一切判断中认识的双重性固然被区分开来,但对存在者的科学认识因其精确,其认识为真便立即随之而来(正如发生在近处的视觉一样),而在依凭表象、肤浅且宛如从远处得来的意见性认识上(由于未能深入亦未能把握第一原因),这种差异便显露出来。他说信念伴随意见是正确的,因为信念作为意见的构成要素,其外延广于意见,如同动物之于人;因为信念亦存在于科学知识、理智、明智以及意见本身之中。因为意见的存在就在于这两者:既在于对事物较为肤浅的理解,又在于视其为真的赞同。但伴随一切理性认识与知性认识的信念,却绝不属于任何兽类,因为无理性的认识并不能领会作为真理的真,而只能领会事物本身(它正是对此具有认识能力的),它虽作为真实的而存在,却不能判定其为真这同一件事。因为领会究竟是否认识了这同一件事,抑或领会其为真还是为伪,属于返回自身的认识;因为它自身将认识自身。然而一切无理性的生命仅仅朝向外部,因为它只欲求外在之物,且只认识这些外在之物;对这些外在之物的欲求并非将其作为善,而仅仅是作为令人愉悦之物而产生,认识亦并非将其作为真,而仅仅是作为可感觉之物。因为在对作为善或作为真的反省意识中,必然要一并联系到受裨益的自身或说出真理的自身;而在对外部被认识之物的判定中,认识者并不必然一并被联系,在对愉悦之物的意识中,体验愉悦者亦并不必然一并被联系。相反,关于外在事物的强烈愉悦,以及关于它们的高强度感觉,甚至会使我们的灵魂脱离自身。
- 3.83συστατικὸν τῆς δόξης ὂν ἐπὶ πλέον αὐτῆς ἐστιν
现在分词 ὂν 表达让步的修饰关系(“尽管是意见的构成要素”)。短语 ἐπὶ πλέον 是相当于比较级的固定搭配,支配表示比较对象的属格 αὐτῆς(即意见),意为“在外延上比它更广泛”。
- 3.83ἐπιστρεπτικῆς γὰρ εἰς ἑαυτὴν γνώσεως τῆς ὅτι αὐτὸ τοῦτο γινώσκει ὅλως ἢ ὅτι ἀληθῶς ἢ ψευδῶς ἀντιληψομένης·
ἐπιστρεπτικῆς... γνώσεως 用作表语性属格(所属属格,省略了系动词 ἐστίν)。其主语承前省略(即“判定其为真”),紧随的属格将来分词短语 τῆς... ἀντιληψομένης 与 γνώσεως 同位并加以限定(即“将去领会究竟认识了这同一件事、抑或认识为真或为伪的那种认识”),全句结构意为“[此种判定]属于那种将去领会……的、返回自身的认识”。
