← 辛普里丘

亚里士多德《论灵魂》注释

§209.9-210.9

区分表象与感觉及理智的诸项论证

辛普里丘遵循亚里士多德的论述,详细阐明表象不同于感觉的理由——包括生成顺序与常在性、在全休动物中的归属方式、真伪比例以及认识明晰性的差异,并进一步论证表象亦非始终为真的理智或科学知识。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.80

" Εἶτα αἴσθησις μὲν ἀεὶ πάρεστι, φαντασία δ’ οὔ." Εὐθὺς γὰρ τικτομένοις τοῖς ζῴοις ἡ αἰσθητικὴ δύναται παρεῖναι ἐνέργεια, οὐ μὴν ἡ φανταστική· προσγεγενῆσθαι γὰρ δεῖ τὴν αἴσθησιν, καὶ πλεονάκις ἴσως. ὑστέρα οὖν καὶ οὐκ ἀεὶ διὰ τοῦτο, εἴ γε μετὰ τὴν αἴσθησιν καὶ ὑπὸ τῆς αἰσθήσεως κινεῖται. δεύτερος οὖν οὗτός ἐστι χωρίζων αὐτὰς λόγος. καὶ τρίτος ὅδε·

“再者,感觉始终现前,而表象则不然。” 因为动物刚一出生,感觉活动便能现前,而表象活动则决然不能;因为感觉必须预先产生,并且大概是多次产生。因此,假若表象确乎是在感觉之后并由感觉所推动,它便是后继的,并由此缘故并非始终现前。因此,这是将二者区分开来的第二个论述。

§3.81

"Εἰ δὲ τῇ ἐνεργείᾳ τὸ αὐτό, πᾶσιν ἂν ἐνδέχοιτο τοῖς θηρίοις φαντασίαν ὑπάρχειν." Ὁ τρίτος οὗτος λόγος ἀπὸ τῶν κατ’ ἐνέργειαν αἰσθήσεών τε καὶ φαντασιῶν, καὶ τὰς δυνάμεις τε καὶ οὐσίας αὐτῶν διορίζεται, τρισὶν ἐφεξῆς ἀπὸ τῶν ἐνεργειῶν χρώμενος ἐπιχειρήμασιν. ἑνὶ μὲν τῷ μὴ ἐπὶ πάντων τῶν ζῴων καὶ τύπον ἑκάστου αἰσθητοῦ ἐγγίνεσθαι, ὥσπερ κυνὶ ὁμολογουμένως, καὶ ἵππῳ δὲ γνωρίζοντι τὸν ἱπποκόμον καὶ πολλοῖς καὶ ἄλλοις, μύρμηκι δὲ καὶ μελίσσῃ καὶ ἐναργεστέρως σκώληκι οὐχὶ ἑκάστου ὡρισμένους, ἀλλὰ κοινότερον τροφῆς, ἢ εἰ καὶ τῆς ἐν τῷδε τῷ ἄλσει, ὡς ἐπὶ μελισσῶν, ἀλλ’ οὐχὶ καὶ τῆς ἀπὸ τοῦ ἀτόμου τουδὶ τοῦ ἄνθους. οὕτω γὰρ ἀκουστέον μὴ ἐν πᾶσιν ὑπάρχειν τὴν φαντασίαν, ἀλλ’ οὐχ ὡς μηδ’ ὅλως ὑπάρχουσαν.1 ἐν πᾶσι γάρ, κἂν μὴ ὡρισμένη· ἡ δὲ αἴσθησις τοῦ ἀτόμου ἀεὶ κατ’ ἐνέργειαν. ὥστε οὐκ ἂν ἡ φανταστικὴ ἐνέργεια ἡ αὐτὴ εἴη τῇ αἰσθητικῇ. δευτέρῳ δὲ ἀπὸ τῆς ἀληθείας καὶ τοῦ ψεύδους, εἴ γε αἱ μὲν αἰσθητικαὶ ἐνέργειαι ὡς ἐπὶ πλεῖστον ἀληθεῖς, ἐὰν μὴ τὸ διάστημα ἤ τι ἔξωθεν παρεμποδίζῃ, αἱ δὲ φανταστικαὶ αἱ πλεῖσται ψευδεῖς. συμβαίνει δὲ ταῖς μὲν τὸ ἀληθεύειν διὰ τὸ ἀπεστενωμένον, ταῖς δὲ τὸ ψεῦδος διὰ τὸ καὶ καθ’ ὁρμὴν ἀορισταίνουσαν ἐγείρεσθαι. τρίτῳ δὲ τῷ ἀπὸ τοῦ ἐναργοῦς καὶ ἀμυδροῦ τῆς τῶν αἰσθητῶν γνώσεως τρόπου. ἀκριβέστερα μὲν γὰρ τὰ φανταστὰ τῶν αἰσθητῶν, οἷον εὐθεῖα, ἐπίπεδον, σχήματα, ἀλλ’ ἡ περὶ αὐτὰ τὰ αἰσθητὰ ἐνέργεια τῆς μὲν αἰσθήσεως ἐναργής, τῆς δὲ φαντασίας πόρρωθεν καὶ ἀμυδρά. διὸ καὶ τοῦ αἰσθάνεσθαι κατὰ μεταφορὰν κατηγοροῦμεν τὸ φαίνεσθαι καὶ τὸ φαντάζεσθαι τοῦ μὴ ἐναργοῦς, ὅτε συμβαίνει μὴ πάντως ἀληθεύειν, ἐνίοτε δὲ καὶ ψεύδεσθαι τὴν αἴσθησιν. τὰ δὲ ὁράματα καὶ μύουσι φαίνεσθαι εἶπεν ὡς ἐν τοῖς ὕπνοις·2 ὁράματα γὰρ τὰ φαντάσματα ἔφη τῶν ὁρατῶν.

第三个则是这一个: “而如果它们在活动上是同一的,表象便有可能属于一切兽类。” 这第三个论述从现实的感觉和表象出发,接连运用源于活动的三个论据,将它们的能力和实体亦区分开来。其一在于:并非在所有的动物之中都会生成对每个感觉对象的印刻——正如人们在狗身上所公认的那样,以及在辨认马夫的马和许多其他动物身上那样,但在蚂蚁和蜜蜂身上,并在蠕虫身上更为明显地,生成的并非关于每一对象的确定印刻,而是更为普遍的关于食物的印刻,或者即使如在蜜蜂的情形中是关于此林中的食物,但也并非关于来自这一单朵花上的食物。因为表象并非存在于所有动物之中,应当这样来理解,而不是理解为它完全不存在。因为表象存在于一切动物之中,哪怕是不确定的;但感觉在现实中则始终关涉个体。因此,表象活动不可能与感觉活动是同一的。第二个论据源于真与伪,如果说感觉活动绝大多数是真实的(除非距离或某种外部事物造成阻碍),而表象活动则大半是虚假的。前者之所以能够为真,是由于受限于狭窄的范围,而后者之所以虚假,是由于甚至依凭不确定的冲动被唤起。第三个论据源于对感觉对象的认识方式的明晰与模糊。因为虽然表象对象比感觉对象更为精确(例如直线、平面、形状),但关涉感觉对象本身的活动在感觉方面是明晰的,在表象方面却是遥远而模糊的。因此,当感觉并非全然为真、有时甚至作伪这种不甚明晰的情形发生时,我们亦隐喻性地将“显现”与“被表象”归于进行感觉。而他说闭眼之人亦有景象显现,正如在睡眠中一样;因为他把可见之物的表象像称作景象。

§3.82

"Ἀλλὰ μὴν οὐδὲ τῶν ἀεὶ ἀληθευόντων οὐδεμία ἔσται." Οὔτε γὰρ ἐπιστήμη οὔτε φρόνησις οὔτε ἔτι μᾶλλον νοῦς ἐστιν ἡ φαντασία. τὸ γὰρ ἀεὶ ἀληθεύειν νῷ τε καὶ ταῖς κατὰ λόγον πάρεστιν γνώσεσιν, ὅσαι τῶν αἰτίων ἔχονται· πᾶσα δὲ αἰτία οὐσία, καὶ ἥ γε κυρίως αἰτία καὶ πρώτη οὐσία· πόρρω δὲ αἰτίας καὶ πάσης οὐσίας ἡ φαντασία.

“然而它亦绝不可能是始终为真者中的任何一个。” 因为表象既非科学知识,亦非明智,更不可能是理智。因为始终为真是属于理智以及依循理性的认识中把握原因的那些认识;而一切原因皆是实体,严格意义上的原因更是第一实体;但表象却远离原因,远离一切实体。

语法注2 条
  1. 3.81οὕτω γὰρ ἀκουστέον μὴ ἐν πᾶσιν ὑπάρχειν τὴν φαντασίαν, ἀλλ’ οὐχ ὡς μηδ’ ὅλως ὑπάρχουσαν

    动词性形容词ἀκουστέον在此意为“应当理解为/解释为”,支配宾格加不定式结构(μὴ ἐν πᾶσιν ὑπάρχειν τὴν φαντασίαν)。其后的οὐχ ὡς μηδ’ ὅλως ὑπάρχουσαν通过ὡς加分词引出被排斥的对比性解释(“并非如完全不存在那样”)。

  2. 3.81τὰ δὲ ὁράματα καὶ μύουσι φαίνεσθαι εἶπεν ὡς ἐν τοῖς ὕπνοις

    主要动词εἶπεν的未明言主语是亚里士多德。它支配间接引语的宾格加不定式结构(φαίνεσθαι及其宾格主语τὰ ὁράματα),指涉亚里士多德在原文(428a15–16)中所作的陈述。μύουσι是分词与格,意为“对于闭目之人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:209.9-210.9