- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:20.5-21.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明亚里士多德关于情态是“具质料的理路”之命题,指出情态的完备定义不仅应包含质料(身体或局部)与形式(生命现实活动或能力),亦需囊括动力因与目的因,并从灵魂本质之一与多的角度探讨自然哲学家所考察的究竟是全部灵魂还是与身体不可分离的灵魂。
" Εἰ δ’ οὕτως ἔχει, δῆλον ὅτι τὰ πάθη λόγοι ἔνυλοί εἰσιν." Τὴν μὲν ζωτικὴν ἐνέργειαν τοῦ λόγου δηλοῦντος, τὴν δὲ ἀχώριστον αὐτοῦ πρὸς τὴν σωματικὴν κίνησιν μίξιν τοῦ ἐνύλου,1 διὰ τὸ τοῦ συνθέτου εἶναι τὰ πάθη, ἑπόμενος οὖν τοῖς πράγμασι καὶ ὁ ὁριστικὸς τῶν παθῶν λόγος οὐ τὸ ζωτικὸν μόνον ἀλλὰ καὶ τὸ σῶμα παραλήψεται, οἷον τὸ ὀργίζεσθαι κίνησίς τις τοῦ τοιουδὶ σώματος ἢ μέρους· μεταβολὴ γὰρ σωματικὴ καὶ διὰ τοῦτο κίνησις, οὐχ ἁπλῶς δέ, ἀλλὰ τίς, ἐπειδὴ τὸ ὅλον τοῦτο ζωτική ἐστι καὶ ὡς ζῶντος σώματος κίνησις. διὸ καὶ οὐ σώματος ἁπλῶς, ἀλλὰ τοῦ τοιουδὶ σώματος, τουτέστι τοῦ ζῶντος, καὶ κατὰ τὸ τοιόνδε ζωῆς ζῶντος εἶδος, οἷον ὀρεκτικὸν καὶ αἰσθητικὸν καὶ ἀμυντικόν. ἐνίοτε δὲ οὐ τὸ ὅλον παραλαμβάνεται σῶμα, ἀλλὰ μέρος τὸ πρώτως τοῦ πάθους δεκτικόν. οἷον τὸ περὶ καρδίαν αἷμα ἢ τὸ αἰσθητικὸν πνεῦμα. καὶ διὰ τοῦτο ἢ μέρους ἔφη. τὸ δὲ ἢ δυνάμεως πρόσκειται2 διὰ τὸ ἐνίοτε τοὺς ὅρους τὴν κίνησιν τῆς τοιᾶσδε πρώτως λέγειν ζωῆς τῆς τὸ ὄργανον χαρακτηριζούσης. ὁ μὲν γὰρ τὴν ὀργὴν εἰπὼν ζέσιν τοῦ περὶ καρδίαν αἵματος ὀρεκτικὴν ἀντιλυπήσεως, τὴν κίνησιν τοῦ σώματος πρώτως εἰπὼν τὸ ὑλικόν, ὕστερον τὸ εἶδος διὰ τοῦ ὀρεκτικοῦ ἐδήλωσεν· ὁ δὲ ὄρεξιν ἀντιλυπήσεως ἐκ τοῦ περὶ καρδίαν ζέοντος αἵματος τὴν κίνησιν πρώτως ἔφη τῆς δυνάμεως, τουτέστι τῆς τὸ ὄργανον χαρακτηριζούσης ζωῆς.
“如果情形确是如此,显然,这些情态乃是具质料的理路。” “理路”表明生命的现实活动,而“具质料的”则表明它与身体运动不可分离的混合,因为情态属于复合体;因此,顺应于实事,情态的定义性理路不仅将包含生命性的方面,而且亦将包含身体:例如,发怒乃是这般身体或局部的某种运动。因为这是一种身体性的变易,并因此是运动,但不是无条件的运动,而是“某种”运动,因为这整个运动是生命性的,且是作为活着之身体的运动。因此,这也并非无条件之身体的运动,而是这般身体的运动,即活着之身体的运动,并且是依此类生命形式而活着的身体的运动,例如欲求的、感觉的和防卫性的[生命]。有时被包含的并非整个身体,而是首要接受该情态的局部,例如心脏周围的血液或感觉精气;因此他才说了“或局部的”。而“或能力的”之所以被附加上去,是因为定义有时首要陈述那表征器官特征的此类生命的运动。因为,将愤怒称为“欲求反击的心脏周围血液之沸腾”的人,通过首要陈述身体的运动而指明了质料性的因素,随后通过“欲求的”表明了形式;而将愤怒称为“源于心脏周围沸腾血液的对反击之欲求”的人,则首要陈述了能力的运动,即表征器官特征的生命的运动。
"Ὑπὸ τοῦδε ἕνεκα τοῦδε." Ἀπαιτεῖ γὰρ πᾶσα κίνησις τὸ ὑφ’ οὗ. παραληπτέον οὖν ἐν τοῖς τελείοις τῶν παθῶν ὁρισμοῖς οὐ τὸ ζῶν μόνον τοιωσδὶ σῶμα, ἀλλὰ καὶ τὸ κινοῦν αὐτὸ καὶ τὸ ὡς ὀργάνῳ χρώμενον καὶ τὸ τελικὸν αἴτιον, ἢ ἀληθῶς ὂν ἀγαθὸν ἢ φαινόμενον, οἷον ἡ μὲν κατὰ φύσιν σωτηρία ἀγαθόν, ἡ δὲ ἄμυνα φαινόμενον.
“由这个,为着这个。” 因为一切运动都需要动力因。因此,在情态的完备定义中,不仅应当包含这般活着的身体,还应当包含推动它的因素、将其作为工具而使用的因素,以及目的因——无论这目的是真实的善还是表象的善,例如顺乎自然的自保是善,而报复则是表象的善。
"Καὶ διὰ ταῦτα ἤδη φυσικοῦ τὸ θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης ἢ τῆς τοιαύτης." Τοιαύτην μὲν λέγει οὐ μόνον τὴν τὸ ὄργανον εἰδοποιοῦσαν, ἀλλὰ καὶ τὴν ὡς κινητικὴν αὐτοῦ καὶ ὡς ὀργάνῳ χρωμένην, ᾗ κινεῖ καὶ ᾗ χρῆται, καὶ τὴν ὅλως πρὸς σῶμα ῥέπουσαν, ᾗ ῥέπει· πᾶσαν δὲ πρὸς ταύταις καὶ τὴν θεωρητικὴν τῆς τῶν ὄντων ἀληθείας3 κατά τε προβολὴν καὶ κατὰ τὴν εἰς τὴν οὐσίαν τὴν ἐνέργειαν συναιροῦσαν. ἐπεὶ γὰρ μία καὶ πολλὴ ἡ τῆς ψυχῆς οὐσία, καθὸ μὲν μία καὶ ἡ αὐτὴ τῷ ὑποκειμένῳ ἥ τε μονίμως καὶ ποτὲ κατὰ προβολὴν θεωροῦσα καὶ πρὸς σῶμα ἀπονεύουσα καὶ χρωμένη τῷ σώματι καὶ κινοῦσα αὐτό, περὶ πάσης ἂν δόξειεν ὁ φυσικὸς ποιεῖσθαι λόγον· τῆς γὰρ ὅλης ἐφάπτεται ὁ καθ’ ὁτιοῦν αὐτὴν θεωρῶν· καθὸ δὲ διαφορεῖται ὡς οὐ μία μόνον ἀλλὰ καὶ πολλὴ οὖσα, ὁ κατὰ τὸ ἀχώριστον αὐτὴν θεωρῶν οὐ περὶ πάσης ἂν θεωροίη, ἀλλ’ ἰδίως περὶ τῆς ἀχωρίστου σωμάτων ὁπωσοῦν καθὸ τοιαύτη.
“正因这些缘故,考察关于灵魂的事宜——或是关于全部灵魂,或是关于此类灵魂——便已经是自然哲学家的事了。” 他所说的“此类灵魂”,不仅指赋予器官形式的灵魂,亦指作为器官的推动者并将其作为工具而使用的灵魂(就其推动与使用而言),以及总体上向身体倾斜的灵魂(就其倾斜而言);而所说的“全部”,则是在这些之外,还包括无论是通过投企还是通过将现实活动收摄入本质之中来观照存在者之真理的灵魂。因为灵魂的本质是一又是多,就其在基底上是一且相同的而言——它既恒常地观照,又有时通过投企来观照,且向身体倾斜,使用身体并推动身体——自然哲学家似乎是对全部灵魂作出论述;因为无论从哪一方面观照它的人,都触及了整个灵魂。但就其并非仅是一而是亦为多因而有所区别而言,依其不可分离的方面观照它的人,便不会考察全部灵魂,而是专门考察那无论以何种方式不可脱离身体的灵魂,就其为如此这般而言。
- 1.29Τὴν μὲν ζωτικὴν ἐνέργειαν τοῦ λόγου δηλοῦντος, τὴν δὲ ἀχώριστον αὐτοῦ πρὸς τὴν σωματικὴν κίνησιν μίξιν τοῦ ἐνύλου
此处是由 μέν 与 δέ 构成的两个属格独立结构的并列。后半句省略了分词 δηλοῦντος,属格名词 τοῦ ἐνύλου 充当逻辑主语(即“‘具质料的’表明……”)。这两个属格独立结构共同构成了后续主句(ὁ ὁριστικὸς τῶν παθῶν λόγος ... παραλήψεται)的前提与原因。
- 1.29τὸ δὲ ἢ δυνάμεως πρόσκειται
指亚里士多德原文 403a26(κίνησίς τις τοῦ τοιουδὶ σώματος ἢ μέρους ἢ δυνάμεως)中的短语“或能力的(ἢ δυνάμεως)”。带有中性定冠词的名词化短语 τὸ δὲ ἢ δυνάμεως 作主语,与动词 πρόσκειται(“被附加”)搭配。
- 1.31πᾶσαν δὲ πρὸς ταύταις καὶ τὴν θεωρητικὴν τῆς τῶν ὄντων ἀληθείας
承接前文“Τοιαύτην μὲν λέγει...”的省略句,需补出谓语动词 λέγει,宾格 πᾶσαν 为其直接宾语,省略了被修饰的名词 ψυχήν。介词短语 πρὸς ταύταις 意为“在这些之外/加上这些”,随后的并列介词短语 κατά τε προβολὴν 与 κατὰ τὴν ... συναιροῦσαν 均修饰 τὴν θεωρητικὴν,其中第二个 κατὰ 支配以 τὴν ἐνέργειαν 为宾语的分词短语 τὴν ... συναιροῦσαν。
