- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:208.1-209.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德通过其固有对象“表象像”来界定表象、将其归为一种判定性的认知能力或状态,并展开将表象与感觉、意见、知识、理智相区分的论证,首先指明在睡眠的梦境等情况下,表象既不同于活动状态的感觉也不同于潜在状态的感觉。
" Εἰ δή ἐστιν ἡ φαντασία, καθ’ ἣν λέγομεν φάντασμα ἡμῖν γενέσθαι." Ὡς τῇ αἰσθήσει τὸ αἰσθητὸν καὶ τῇ ἐπιστήμῃ τὸ ἐπιστητόν, οὕτω καὶ τῇ φαντασίᾳ τὸ φάντασμα σύστοιχόν ἐστι γνωστόν· καὶ ὡς τῶν αἰσθήσεων ἑκάστην ἀπὸ τῶν οἰκείων διωρίζετο αἰσθητῶν, οὕτω καὶ νῦν ὑπογράφει τὴν φαντασίαν, καθ’ ἣν τὰ φαντάσματα ἡμῖν γίνεται, διακρίνων αὐτὴν ἀπὸ τῆς κατὰ μεταφορὰν ἐκ ταύτης λεγομένης, ὅτε ἐπὶ τοῦ φαινομένου τῇ φαντασίᾳ χρώμεθα καὶ ἐπὶ αἰσθήσεως καὶ ἐπὶ δόξης.
“如果表象确实如我们所说,是表象像在我们之中得以生成所依凭的东西,”正如感觉对象对应于感觉,可知对象对应于知识,表象像也是与表象相对应的认知对象;正如他从各自固有的感觉对象来界定每一种感觉一样,他现在同样将表象概述为表象像在我们之中得以生成所依凭的东西,从而将它与从本义借引而来的隐喻性表象区分开来——后者是指我们无论在感觉还是在意见中,把“表象”用来指称显现之物的情况。
"Μία τίς ἐστι τούτων δύναμις ἢ ἕξις, καθ’ ἣν κρίνομεν καὶ ἀληθεύομεν ἢ ψευδόμεθα." Διαφόρων οὐσῶν τῆς ψυχῆς δυνάμεων, οἷον θρεπτικῆς, κινητικῆς κατὰ τόπον, γνωστικῆς, ὀρεκτικῆς, ἡ φαντασία γνωστική τίς ἐστι δύναμις, κριτικὴ οὖσα, τουτέστιν ἀντιληπτικὴ καὶ γνωστικὴ τοῦ φαντάσματος. ἀληθεύει γὰρ ἢ ψεύδεται, ὅμοιον μὲν τὸ φάντασμα ἀναζωγραφοῦσα τῷ πράγματι, οὗπερ τὸ φάντασμα, ἀληθεύουσα, ἀνόμοιον δὲ ψευδομένη, εἴτε ἀκουσίως τοῦτο πάσχουσα διὰ λήθην φέρε, εἴτε καὶ κατ’ ἰδίαν ὁρμὴν προστιθεῖσά τι ἢ ἀφαιροῦσα ἢ ὁπωσοῦν ποικίλλουσα. δι’ ὧν πιστοῦται τὸ κριτικὴν εἶναι δύναμιν τὴν φαντασίαν· τῆς γὰρ γνωστικῆς τὸ ἀληθεύειν ἴδιον πάσης, ἐπί τινος δὲ καὶ τὸ ψεύδεσθαι. δύναμιν δὲ ἢ ἕξιν, δύναμιν μὲν τὸν οὐσιώδη προσαγορεύων χαρακτῆρα, καθ’ ὃν πάντα ἄνθρωπον λογικόν φαμεν, ἕξιν δὲ τὴν προβεβλημένην διάθεσιν. καὶ ἡ φαντασία δὲ οὐσιώδης τέ ἐστι δύναμις, καὶ προβαλλομένη διάθεσις, καθ’ ἣν ὡρισμένως ἢ ἀορίστως τὰ φαντάσματα τυποῦμεν, καὶ ἢ ἀληθῶς ἢ ψευδῶς, καὶ ἐμμεθόδως ἢ ἀτάκτως. ἐφ’ οἷς καταριθμεῖται τὰς γνωστικὰς δυνάμεις, αἴσθησιν δόξαν, ἐπιστήμην νοῦν, ὧν διαφέρουσαν δεῖξαι τὴν1 φαντασίαν προτίθεται· αἴσθησιν μὲν τὴν δι’ ὀργάνου δεχομένου πρότερον τὴν ἀπὸ τοῦ αἰσθητοῦ ἐνέργειαν ἐγειρομένην γνῶσιν, αὐτῶν μὲν τῶν αἰσθητῶν ὑπάρχουσαν, συναρμοζομένην δὲ προσεχῶς τοῖς ἐν τοῖς αἰσθητηρίοις ἐγγινομένοις τῶν αἰσθητῶν εἴδεσιν, δόξαν δὲ τὴν περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν ὑπόληψιν καὶ περὶ τὰ ἀναγκαῖα ἄνευ τῆς αἰτίας πίστιν, ἐπιστήμην δὲ τὴν μετ’ αἰτίας καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων λογικὴν ἀνέλιξιν, νοῦν δὲ τὴν ἀθρόαν καὶ ἀμέριστον τῶν ὅρων θεωρίαν.
“[表象]便是这些[能力]中的某一种能力或状态,我们依凭它进行判定,并或说真话或作伪。” 在灵魂的诸能力各不相同(例如摄养能力、空间运动能力、认知能力、欲求能力)的情况下,表象是一种认知能力,因它是判定性的,即对表象像具有领会和认知的能力。因为它是或为真或为伪的:当它将表象像描摹得与该表象像所属的事物相似时,便是为真;当不相似时,便是作伪,无论这是由于遗忘等原因而不情愿地承受的,还是出于自身冲动而添加、删减或以某种方式多样化构成的。由此证明表象是一种判定能力;因为求真属于一切认知能力所固有,而对某些能力而言作伪亦是固有的。所谓“能力或状态”,他是将我们据以称每个人为理性的本质特征称为“能力”,而将外显的性向称为“状态”。表象既是一种本质能力,也是一种外显性向,我们依凭它确定地或不确定地、真实地或虚假地、有条理地或无秩序地印刻表象像。紧接着,他列举了感觉、意见、知识、理智这些认知能力,并意图表明表象与它们不同:感觉是通过首先接收来自感觉对象活动的器官而被唤起的认识,它关涉感觉对象本身,但直接吻合于感觉器官中所生成的感觉对象的形相;意见是关于可能具有其他状态之物的信念,以及关于必然之物但缺乏原因的确信;知识则是伴随原因且关于恒常不变之物的逻辑展开;而理智则是对诸界项一并而不可分割的观照。
"Ὅτι μὲν οὖν οὐκ ἔστιν αἴσθησις ἡ φαντασία, δῆλον ἐκ τῶνδε." Πρῶτον διορίζει λόγῳ τὴν φαντασίαν τῆς αἰσθήσεως τοιῷδε· ἡ αἴσθησις ἥ τε ἐνέργεια λέγεται ἡ αἰσθητική, ὡς ἡ ὅρασις, καὶ ἡ δύναμις, ὅτε μὴ ἐνεργεῖ, ὡς ἡ ὄψις.
“那么,表象并非感觉,从以下几点显而易见。” 首先,他通过如下论述将表象与感觉区分开来:感觉既指感觉活动(如视觉的运作),也指不处于活动时的能力(如视力)。
"Φαίνεται δέ τι καὶ μηδετέρου ὑπάρχοντος τούτων." Οὐ τῷ ζῴῳ μήτε τῆς ἐνεργείας μήτε τῆς δυνάμει ὑπαρχούσης αἰσθήσεως· τοῦτο γὰρ ἀδύνατον· ἀλλὰ ταῖς φαντασίαις μηδετέρας ἐνυπαρχούσης.2 φαίνεται γάρ τι, τουτέστι φάντασμα γίνεται, ὡς τὰ ἐν ὕπνοις ὀνειρατικὰ φαντάσματα, οὔτε τῆς ὡς ἐνεργείας αἰσθήσεως τῆς αὐτῆς τούτοις οὔσης (οὐ γὰρ ἐνεργεῖ ἐν τοῖς ὕπνοις ἡ αἴσθησις) οὔτε τῆς δυνάμεως μέν, μὴ ἐνεργούσης δέ, ἐπειδὴ κατ’ ἐνέργειαν πάρεστι τὰ φαντάσματα· ὡς τὴν μὲν φαντασίαν ἐνεργεῖν, οὐχὶ δὲ τὴν αἴσθησιν, διὸ οὐχ αἱ αὐταί.
“然而在两者皆不存在时,某物亦显现出来。” 这并不是说动物既不具备现实的感觉也不具备潜在的感觉(因为这是不可能的),而是说两者皆不存在于诸表象之中。因为某物显现出来,即表象像生成(如睡眠中的梦境表象像),此时既非作为活动的感觉与这些表象像同一(因为感觉在睡眠中并不活动),亦非虽为能力却不活动者〔与这些表象像同一〕,因为表象像是现实地现前的;因此表象处于活动中,而感觉则不然,所以两者并非同一。
- 3.77αἴσθησιν μὲν τὴν δι’ ὀργάνου ... δόξαν δὲ τὴν ... ἐπιστήμην δὲ τὴν ... νοῦν δὲ τὴν ...
承接前句的宾格列举 καταριθμεῖται τὰς γνωστικὰς δυνάμεις, αἴσθησιν δόξαν, ἐπιστήμην νοῦν(列举了认知诸能力:感觉、意见、知识、理智),此处四个能力的定义以并列宾格结构展开,由带修饰语的冠词宾格引导(αἴσθησιν μὲν τὴν ..., δόξαν δὲ τὴν ... 等)。
- 3.79Οὐ τῷ ζῴῳ μήτε τῆς ἐνεργείας μήτε τῆς δυνάμει ὑπαρχούσης αἰσθήσεως· τοῦτο γὰρ ἀδύνατον· ἀλλὰ ταῖς φαντασίαις μηδετέρας ἐνυπαρχούσης.
这是对亚里士多德正文中属格绝对结构 μηδετέρου ὑπάρχοντος τούτων(两者皆不存在时)所指主体的阐明。与格 τῷ ζῴῳ 与 ταῖς φαντασίαις 形成对比,各自带有一个属格绝对结构(前者为 μήτε τῆς ἐνεργείας μήτε τῆς δυνάμει ὑπαρχούσης αἰσθήσεως,后者为 μηδετέρας ἐνυπαρχούσης),表明缺乏感觉并非指动物本身完全没有感觉,而是指两者皆不内在存在于表象活动之中。
