← 辛普里丘

亚里士多德《论灵魂》注释

§206.21-207.31

意愿调取表象与意见的非自愿性

辛普里丘注解了亚里士多德关于表象可随心调取而意见与信念则受真假制约并伴随情感反应的论证,进而参考《伦理学》梳理了信念的诸物种(知识、明智、真实意见)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.69

" Πρὸ ὀμμάτων γὰρ ἔστι ποιήσασθαι, "Τουτέστι προχειρίσασθαι τοὺς τύπους καὶ κατ’ αὐτοὺς ἐνεργεῖν, ὥσπερ, φησίν, οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι, τουτέστι ἀναμιμνησκόμενοι, ἵν’ ἀντὶ τῆς ἀναμνήσεως ἡ μνήμη λέγηται·1 οὕτω γὰρ ὁ Ἀλέξανδρος· ἢ μᾶλλον, ὥσπερ, ὅτε μεμνῆσθαι θέλομεν, πολλάκις ἐνεργοῦμεν κατὰ τὸν τύπον. τὸ δὲ καὶ εἰδωλοποιεῖν δηλοῖ τὸ μὴ πάντως τοῖς πράγμασιν ὁμοίαν ποιεῖσθαι τὴν τῶν τύπων προβολήν.

“因为这是能够置于眼前的,”也就是说,调取印记并依凭它们活动,正如他所说的,像那些在记忆法中放置[意象]的人,即回忆的人(如果是用“记忆”代指回忆的话;因为亚历山大便是这样解释的);或者更确切地说,正如当我们想要记忆时,常常依凭印记活动。“构造形象”也表明并非在所有情况下都使印记的呈现与事物相似。

§3.70

"Δοξάζειν δ’ οὐκ ἐφ’ ἡμῖν· ἀνάγκη γὰρ ἢ ψεύδεσθαι ἢ ἀληθεύειν." Ἐπὶ πλέον μὲν τῆς δόξης ἡ ὑπόληψις, εἴληπται δὲ ἀντὶ πάσης ὑπολήψεως ἡ δόξα.2 πάσης γὰρ κοινὸν τὸ ἢ ἀληθεύειν ἢ ψεύδεσθαι, ἐπειδὴ ἐν συγκαταθέσει πᾶσα ὑπόληψις. ἡ δὲ συγκατάθεσις οὐ κατὰ μόνην τὴν τῶν προσπιπτόντων σύνεσιν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ ἀληθοῦς ἢ ψεύδους διάκρισιν. ἐν δὲ τῇ πρὸς τὰ πράγματα συμφωνίᾳ καὶ διαφωνίᾳ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· τὰ πράγματα δὲ οὐκ ἐφ’ ἡμῖν.

“但持有意见并不由我们掌控;因为必然要么为假,要么为真。” 信念的外延广于意见,但在此意见被用来代表一切信念。因为要么为真要么为假,是所有信念所共有的,既然一切信念都在于赞同。而赞同不仅依照对所遭遇事物的理解,也依照对真或伪的辨别;而真与伪在于与事物的符合或不符,事物本身却并不由我们掌控。

§3.71

"Ἔτι δὲ ὅταν μὲν δοξάσωμεν δεινόν τι ἢ φοβερόν, εὐθὺς συμπάσχομεν, ὁμοίως δὲ καὶ ἐὰν ᾖ θαρραλέον." Τὴν ἐν τῇ ὑπολήψει συγκατάθεσιν τῆς ψυχῆς καὶ ἐκ τῶν ἑπομένων αὐτῇ πιστοῦται παθῶν· φοβεῖται γὰρ καὶ θαρρεῖ κατὰ τὴν οἴησιν, ἐπειδὴ ἐν πίστει ἡ οἴησις.

“此外,每当我们认为某事可怕或令人恐惧时,便立刻随之感受,若它是令人鼓舞的也同样如此。” 他也从随信念而来的承受(情感)证明灵魂在信念中的赞同;因为灵魂依照猜想而恐惧或奋勇,既然猜想就在于确信之中。

§3.72

"Κατὰ δὲ τὴν φαντασίαν ὡσαύτως ἔχομεν, ὥσπερ ἂν εἰ θεώμενοι3 ἐν γραφῇ τὰ δεινὰ ἢ θαρραλέα." Ἀφομοιωματικὴ γὰρ ἡ φαντασία, καὶ ὡς τὰ ἐν τῇ γραφῇ ἑτέρων ἐστὶν ἀπεικάσματα, οὕτως ἔχει καὶ τὰ ἐν τῇ φαντασίᾳ· διὸ οὐχ ὡς ἀληθέσι συντίθεται ἡ ψυχή, ἵνα καὶ θαρρήσῃ ἢ φοβηθῇ. ἥδεταί γε μὴν ἢ λυπεῖται οὐχ ὡς ἐν αὐτοῖς γινομένη τοῖς πράγμασιν, ὡς δὲ ἐν τῇ ἐκείνων μνήμῃ.

“然而依凭表象时,我们的状态正宛如在画作中观照可怕或令人鼓舞的事物。” 因为表象具有摹仿性,正如画作中的事物是其他事物的摹本,表象中的事物亦是如此;因此灵魂并不把它们作为真实之物予以赞同,以至于去奋勇或恐惧。固然灵魂会感到喜悦或痛苦,但并不是作为身处事物本身之中,而是作为身处对它们的记忆之中。

§3.73

"Εἰσὶ δὲ καὶ αὐτῆς τῆς ὑπολήψεως διαφοραί, ἐπιστήμη καὶ δόξα καὶ φρόνησις καὶ τὰ ἐναντία τούτων." Ἐπειδὴ τῆς μὲν ὑπολήψεως προέθετο διακρῖναι τὴν φαντασίαν, τὴν δὲ δόξαν ἀντὶ πάσης παρέλαβεν ἐν μέσῳ τῆς ὑπολήψεως (κοινὰ γὰρ πάσῃ ὑπάρχει καὶ οὐ μόνῃ δόξῃ ἥ τε πίστις καὶ τὸ μὴ ἐφ’ ἡμῖν ἀλλ’ ἐπὶ τοῖς πράγμασιν εἶναι τὴν περὶ τούτων ἀλήθειαν καὶ τὰ ἐπὶ τοῖς ὡς ἀληθέσιν ὑπολαμβανομένοις ἐγειρόμενα πάθη, θάρρη τε καὶ φόβοι), διαιρεῖ τὰ τῆς ὑπολήψεως εἴδη, ἵνα ὅτι κοινὰ ἐπὶ πάσης τὰ εἰρημένα ἐκ τῶν εἰδῶν ἐπιόντες γνωρίσωμεν. ἡ μὲν οὖν φρόνησις πρακτική ἐστι μετ’ αἰτίας γνῶσις, θεωρητικὴ δὲ ἡ ἐπιστήμη, ἐπαμφοτερίζει δὲ ἡ ἀληθὴς δόξα, τῆς αἰτίας ἑκατέρωθι ἀμοιροῦσα. δεῖ γὰρ νῦν τὴν ἀληθῆ ἀκούειν δόξαν, ἐπειδὴ συντάττεταί τε ἐπιστήμῃ καὶ φρονήσει, καὶ ἵνα ἐν τοῖς ἐναντίοις ὡς τὴν ἀνεπιστημοσύνην καὶ τὴν ἀφροσύνην ἔχομεν, οὕτω καὶ τὴν ψευδοδοξίαν.4

“而信念本身亦有差别:知识、意见、明智以及与这些相反者。” 由于他意图将表象与信念区分开来,但在中途却用意见代指一切信念(因为确信、关于这些事物的真理性并不由我们掌控而在事物本身、以及由被认定为真实之物所激起的情感——勇气与恐惧——是所有信念所共有而不仅仅属于意见的),所以他区分了信念的诸物种,以便我们通过考察这些物种认识到前述诸点对于所有信念都是共通的。明智是伴随原因的实践性认识,知识是观照性的,而真实的意见则兼涉两者,但在两方面都缺乏原因。因为现在必须将其理解为真实的意见,既然它是与知识和明智并列的,并且以便在相反者中,正如我们有无知与愚昧,我们同样也有虚假的意见。

§3.74

"Περὶ ὧν τῆς διαφορᾶς ἕτερος ἔστω λόγος." Ἐν γὰρ τοῖς Ἠθικοῖς ἃς νῦν εἶπε τῆς ὑπολήψεως διαφορὰς διακρίνει σαφέστερον.

“关于它们之间的差别,留待另论。” 因为在《伦理学》中,他更为清晰地辨明了他现在所提及的信念的种差。

§3.75

"Περὶ δὲ τοῦ νοεῖν, ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι." Ἐπ’ αὐτῆς τῆς ψυχῆς καὶ τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι ἀκουστέον. οὐ γὰρ τὸ κρεῖττον ἢ κατὰ ψυχὴν νοεῖν φαντασία ἐστὶν ἢ ὑπόληψις,5 ἀλλὰ δεῖ ἀκοῦσαι τοῦ λεγομένου ὡς οὕτως εἰρημένου περὶ δὲ τοῦ νοεῖν τῆς ψυχῆς.

“至于思维,既然它与感觉不同,”思维与感觉都必须就灵魂本身来理解。因为超越灵魂的思维并不是表象或信念,而是必须把所说的话理解为是这样表述的:“关于灵魂的思维”。

语法注5 条
  1. 3.69ἵν’ ἀντὶ τῆς ἀναμνήσεως ἡ μνήμη λέγηται

    ἵνα 引导从句解释亚历山大解读的前提(“假定用‘记忆’代指回忆”)。随后的 ἢ μᾶλλον(“或者更确切地说”)则引出辛普里丘自己更倾向的解释。

  2. 3.70Ἐπὶ πλέον μὲν τῆς δόξης ἡ ὑπόληψις, εἴληπται δὲ ἀντὶ πάσης ὑπολήψεως ἡ δόξα.

    ἐπὶ πλέον 带属格 τῆς δόξης 是固定习惯用法,意为“比意见的外延更广”。后面的 δὲ 小句形成对比,指出亚里士多德在此用下属的“意见”代表更广泛的属概念“信念”。

  3. 3.72ὥσπερ ἂν εἰ θεώμενοι

    ὥσπερ ἂν εἰ 与分词 θεώμενοι 结合,构成假设性比较结构(“宛如[我们]正在观照一样”),省略了系动词,通过观看画作的比喻说明表象时情感的脱离与不受触动。

  4. 3.73ἵνα ἐν τοῖς ἐναντίοις ὡς τὴν ἀνεπιστημοσύνην καὶ τὴν ἀφροσύνην ἔχομεν, οὕτω καὶ τὴν ψευδοδοξίαν.

    在 ἵνα 目的从句内部嵌套了 ὡς... οὕτω(“正如……同样也……”)的相关比较结构。在后半句 οὕτω καὶ τὴν ψευδοδοξίαν 中,动词 ἔχωμεν(或 ἔχομεν)承前省略。

  5. 3.75οὐ γὰρ τὸ κρεῖττον ἢ κατὰ ψυχὴν νοεῖν φαντασία ἐστὶν ἢ ὑπόληψις

    τὸ κρεῖττον ἢ κατὰ ψυχήν 是带有比较级结构的修饰语,意为“超越灵魂的[思维]”,修饰实质上的主语 νοεῖν(思维)。谓语为 φαντασία ἐστὶν ἢ ὑπόληψις,说明了为何超越灵魂的知解并不在此处讨论的表象与信念之列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:206.21-207.31