- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:205.15-206.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德将表象与感觉及推论思维/信念区分开来的理由,辨析了表象易与二者混淆的原因,并注解了表象凭借取决于我们自身而与信念相区分的论证。
" Φαντασία γὰρ ἕτερον καὶ αἰσθήσεως καὶ διανοίας." Ὁ γὰρ σύνδεσμος, αἰτιολογικὸς ὤν, νῦν εἴρηται διὰ τὸ μόνοις εἰρῆσθαι τοῖς λογικοῖς τὴν διάνοιαν ὑπάρχειν, ὡς εἰ ἐπῆγεν· οὐ γὰρ δὴ ἡ αὐτὴ τῇ διανοίᾳ ἡ φαντασία, ἐπειδὴ καὶ ἐν ἀλόγοις ζῴοις ἡ φαντασία, ὥσπερ οὐδὲ τῇ αἰσθήσει ἡ αὐτή. προστίθησι γὰρ καὶ τοῦτο, ἐπειδὴ καὶ περὶ φαντασίας αὐτῷ ὁ προκείμενός ἐστι λόγος. περὶ ἧς εἰπών, ὡς καὶ αἰσθήσεως καὶ διανοίας ἐστὶν ἑτέρα, δι’ ὧν ἐπιφέρει, ἅμα μὲν τὸ αἴτιον λέγει τοῦ δοκεῖν τοῖς μὲν ἀδιάφορον εἶναι πρὸς αἴσθησιν, τοῖς δὲ πρὸς διάνοιαν ἤτοι ὑπόληψιν (διὰ γὰρ τὸ συνυπάρχειν ὁτὲ μὲν διάνοιαν ὁτὲ δὲ ὑπόληψιν καλεῖ τὴν λογικὴν ἐνέργειαν), ἅμα δὲ καὶ δι’ αὐτῶν τούτων διακρίνειν ἀξιοῖ τὴν φαντασίαν ἑκατέρας, αἰσθήσεώς τε καὶ διανοίας. ἐπειδὴ γὰρ οὐκ ἄνευ αἰσθήσεως, προυπαρξάσης δὲ πάντως, ἐπιγίνονται αἱ φαντασίαι,1 διότι ἐν διαστάσει μέν τινι καὶ μερισμῷ καὶ διαιρέσει καὶ σχήμασιν οἱ φανταστικοὶ τρόποι, αἰσθητὰ δὲ ταῦτα, τὰ δὲ αἰσθητὰ κατ’ αἴσθησιν ἡμῖν [εἶναι] γνωστὰ τοῖς μὴ εἰς νοῦν ἀναδραμοῦσι καὶ ἱκανοῖς ἐξ αἰτίας καὶ τὰ ἔσχατα τῶν αἰτιατῶν γινώσκειν, εἰκότως ἔνιοι μὲν ἀπατῶνται οὐ διακρίνοντες τὸ ἐπιγινόμενον τοῦ οὗ οὐκ ἄνευ, οἱ δὲ διακρίνοντες καὶ ταύτην τὴν φαντασίαν ἀπὸ τῆς αἰσθήσεως γνωρίζουσιν. ὁμοίως δὲ καὶ ἀπὸ τῆς ὑπολήψεως· ταῖς γὰρ ἔξω ὅλαις ῥεψάσαις ψυχαῖς καὶ πάντῃ μὲν τῆς καθ’ αὑτὰς ἀποστάσαις ἐνεργείας, πρὸς δὲ μόνα τεταγμέναις τὰ αἰσθητά, συνεργούσης καὶ τῆς γενέσεως πρὸς τὴν ἀποστροφὴν τῆς κατὰ λόγον ζωῆς, δεῖται καὶ ἡ διάνοια πρώτης μὲν αἰσθήσεως, ἔπειτα δὲ πείρας τε καὶ μνήμης, ἵνα τὸ καθόλου τέως τῶν κατὰ τὸ αὐτὸ εἶδος ὁριζομένων γνωρίσαι δυνηθῇ καὶ ἐντεῦθεν καὶ εἰς τὸ ὁριστικὸν αὐτῶν ἀναδραμεῖν εἶδος καὶ ὅλως εἰς τὰ αἴτια, ὧν διανοητικὴ καὶ νοερὰ ἡ γνῶσις· ὡς κἀνταῦθα τοῖς μὴ διακρίνουσι τὸ μνημονικὸν τοῦ συναγωγοῦ τῶν καθόλου σύγχυσιν ἀμφοῖν ἕπεσθαι, καὶ τοῖς αὐτῷ τούτῳ ἐφιστάνουσι τεκμήριον τῆς ἑτερότητος γίνεσθαι ἱκανόν, ὅτι τὸ μὲν ὡς τέλος, τὸ δὲ ὡς οὗ οὐκ ἄνευ.
“因为表象与感觉和推论思维两者都有所不同。” “因为”这一连词既然是表示原因的,现在之所以说出,乃是因为推论思维被说成仅属于理性者,正如他接着补充道:“因为表象确实与推论思维并非同一,既然表象也存在于非理性动物中,正如它与感觉也并非同一。”因为既然他眼前的论题也涉及表象,所以他也补充了这一点。在谈及表象与感觉和推论思维两者都不同之后,通过后文所添加的内容,他一方面说明了何以在某些人看来表象与感觉毫无区别,而在另一些人看来它与推论思维或信念毫无区别的原因(因为由于两者的共存,他有时把理性活动称为推论思维,有时称为信念),另一方面也要求正是通过这些来把表象与感觉和推论思维这两者区分开来。因为既然表象的发生并非脱离感觉,而是在感觉完全预先存在之后才随之产生——由于表象的方式存在于某种广延、分割、区分与形状之中,而这些都是可感之物,并且可感之物对于我们这些未能上升至理智、无法从原因认识至终结果的人来说,是依凭感觉被认识的——因此某些未能把随之产生之物与作为其不可或缺条件之物区分开来的人受到蒙蔽是理所当然的,而那些加以区分的人,则能把表象从感觉中辨别出来。对于信念也是同样:因为对于完全倒向外部、彻底脱离自身本具活动并仅仅朝向可感之物的灵魂而言(流变生成也助长了对依循理路之生命的背离),推论思维同样首先需要感觉,继而需要经验与记忆,以便暂且能够认识按同一形式被限定之物的普遍者,并由此上升到它们的定义性形式,进而完全上升到诸原因(对诸原因的认识乃是推论的与理智的);因此在这里,对于未能把记忆性的东西与搜集普遍者的东西区分开来的人,同样会伴随对两者的混淆,而对于关注这同一事实的人来说,一者作为目的存在,另一者作为不可或缺的条件存在,便成为了两者相异的充分证据。
"Ὅτι δ’ οὐκ ἔστιν ἡ αὐτὴ νόησις καὶ ὑπόληψις φανερόν." Ὑπόληψιν μὲν τὴν λογικήν, ὡς εἴρηται, γνῶσιν, νόησιν δὲ νῦν τὴν φαντασίαν καλῶν,2 ἣν καὶ πάθος προσαγορεύει, καὶ ἐν τῇ μνημονικῇ τίθεσθαι βούλεται δυνάμει. πῶς οὖν, κἂν ἄνευ ταύτης μὴ γίνηται ὑπόληψις, διακρίνει αὐτὴν ἀπὸ τῆς ὑπολήψεως; ὅτι τοῦτο τὸ πάθος ἐφ’ ἡμῖν ἐστιν, ὅταν βουλώμεθα·3 οὐχ ὅτι πᾶσα φαντασία ἐφ’ ἡμῖν (καὶ γὰρ ἀκούσιοι ἐγγίνονται), ἀλλ’ ὅτι καὶ ἐφ’ ἡμῖν ἔνιαι εἰς τὸ προχειρίσασθαι, οὐ μέντοι καὶ εἰς τὸ ἀναστεῖλαι ὁμοίως. πάθος μὲν οὖν ἡ φανταστικὴ ἐνέργεια διὰ τὸ μεριστὸν καὶ τυπωτικὸν αὐτῆς καὶ ἀχώριστον σωμάτων, ἐφ’ ἡμῖν δὲ οὖσα, διότι οὐχὶ τοῖς πράγμασι πάντως ἑπομένως ἀναπλάττομεν τοὺς τύπους, οὐδὲ προβάλλομεν τὰς φαντασίας τῆς ἀληθείας φροντίζοντες πάντως. ὥσπερ γὰρ ἡ αἴσθησις οὐκ ἦν ὡς ἀληθοῦς ἀντιληπτική, ἀλλὰ μόνον τοῦ αἰσθητοῦ, ὡσαύτως οὐδὲ ἡ φαντασία, ἀλλὰ μόνον τῶν τύπων, τοσοῦτον προσλαβοῦσα παρὰ τὴν αἴσθησιν, τὸ μὴ ἀεὶ παρόντων δεῖσθαι τῶν αἰσθητῶν, οἷς ὅμοιοι οἱ τύποι, ἀλλὰ καὶ ἀφ’ ἑαυτῆς τούτους προβάλλεσθαι, καὶ οὐδὲ πάντως ἀκολουθοῦσα τοῖς ἐξ ἀρχῆς ὀφθεῖσιν, ἀλλὰ καὶ προστιθεῖσα καὶ ἀφαιροῦσα καὶ μεταμορφοῦσα καὶ παντοίως ποικίλλουσα.
“然而理解与信念并非同一,这是显而易见的。” 正如所言,他把理性认识称为信念,而在此把表象称为理解,他也将表象称作承受,并试图将其置于记忆能力之中。那么,即使信念的产生不能脱离表象,他又如何将表象与信念区分开来呢?因为这一承受每当我们愿意时便由我们掌控;这并非说一切表象都由我们掌控(因为不由自主的表象也会产生),而是说某些表象就随手调取而言是由我们掌控的,尽管在抑制它们方面并不同样如此。因此,表象活动作为承受,乃是由于它具有可分性、摹印性且不可脱离肉体;而它由我们掌控,乃是因为我们并不完全遵循事物来重塑这些印记,我们在呈现这些表象时也绝非总顾及真理。因为正如感觉并非将对象作为真实之物来领悟,而仅仅是对可感物本身的领悟,表象同样如此,而仅仅是对印记的领悟,它相比于感觉只多获得了这一点:即并不始终需要印记所摹仿的可感物当下在场,而是能由自身呈现这些印记,并且绝非完全顺从最初所见之物,而是还能加以增删、改造并进行各种各样的润色。
- 3.67ἐπειδὴ γὰρ οὐκ ἄνευ αἰσθήσεως, προυπαρξάσης δὲ πάντως, ἐπιγίνονται αἱ φαντασίαι
该长句的骨干结构是由 ἐπειδὴ γὰρ... 引导的原因从句(其内部嵌套了解释性的 διότι 从句),主句则由相关联的 εἰκότως ἔνιοι μὲν ἀπατῶνται... οἱ δὲ διακρίνοντες... 构成。属格独立结构 προυπαρξάσης... 补充说明了感觉在时间或逻辑上的在先性。
- 3.68Ὑπόληψιν μὲν τὴν λογικήν, ὡς εἴρηται, γνῶσιν, νόησιν δὲ νῦν τὴν φαντασίαν καλῶν
分词 καλῶν 为缺乏限定主动词的独立/悬空分词结构,承接引文解释亚里士多德在此的术语用法(将 νόησις 用于表象,将 ὑπόληψις 用于理性认识)。其后接续的疑问句 πῶς οὖν... 承担了主干论证的实际推进。
- 3.68ὅτι τοῦτο τὸ πάθος ἐφ’ ἡμῖν ἐστιν, ὅταν βουλώμεθα·
该 ὅτι 从句直接作为对前文疑问 πῶς οὖν... διακρίνει... 的回答/理由(“因为这一承受由我们掌控……”)。介词短语 ἐφ’ ἡμῖν 为古典希腊语常见熟语,意为“由我们掌控/取决于我们”。
