- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:204.10-205.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在427b8–13将感觉与理解(νοεῖν)及推论思维(διάνοια)区分开的论述,辛普利丘阐明了理性认识的广博与感觉局限性的对比,并论证推论思维因伴随判定自身理解并赋予赞同的信念(ὑπόληψις),从而在根本上区别于单纯的感觉。
" Ἀλλ’ οὐδὲ τὸ νοεῖν, ἐν ᾧ ἐστι τὸ ὀρθῶς καὶ τὸ μὴ ὀρθῶς·" Νοεῖν νῦν τὸ ἁπλῶς κατὰ λόγον ἐνεργεῖν προσαγορεύων, τὸ καὶ τοῦ ὀρθῶς καὶ τοῦ μὴ ὀρθῶς περιεκτικόν, ὡς σαφῶς αὐτὸς ἐξηγεῖται. τοῦ δὴ τοιούτου νοεῖν χωρίζει τὴν αἴσθησιν οὐχ ὡς ἀληθείας ἀμέτοχον (ἀεὶ γὰρ ἢ ὡς ἐπὶ τὸ πολὺ ἡ τῶν ἰδίων αἰσθητῶν ἀληθής), ἀλλ’ ὡς πρῶτον μὲν αὐτὴ ἐν τῇ διὰ σώματος ἐνεργείᾳ περιγεγραμμένη, ἐκείνου πολὺ τὸ βάθος ἔχοντος1 καὶ χωριστὸν καὶ ἐν ταῖς ἀεὶ ἀληθευούσαις γνώσεσιν, ἐπιστήμῃ τε καὶ φρονήσει, καὶ ἐν ταῖς ποτέ, ὡς δόξῃ ἀληθεῖ· ἀλλ’ ὡς καὶ τὸ ἀεὶ ἀληθεύειν ἐπὶ τῶν ἰδίων αἰσθητῶν δι’ ἀποστένωσιν ἔχουσα τῷ ὀλίγων ἀντιλαμβάνεσθαι, καὶ οὐχ ὡς ἡ δόξα ψεύδεταί ποτε διὰ τὸ καὶ ἐφαπτομένη πῃ τοῦ πράγματος τῇ πολλῶν καὶ ἄλλων θεωρίᾳ ἐνίοτε καὶ τὰ μὴ προσήκοντα αὐτοῦ κατηγορεῖν· ἀλλὰ καὶ ὡς ἐσχάτη οὖσα γνωστικὴ ζωή, ὡς δηλοῖ καὶ τοῖς ἀτιμοτάτοις ὑπάρχουσα ζῴοις, ἐκείνου μόνοις ὑπάρχοντος τοῖς λογικοῖς.
“而且理解[与感觉也非同一],在其中存在着正确与不正确;”他现在把单纯依循理路的活动称为“理解”,它既涵盖正确也涵盖不正确,正如他自己清楚解释的那样。他正是把感觉从这种理解中分离出来,这并非由于感觉完全没有分有真理(因为对于固有感觉对象的[感觉]始终或多数情况下是真实的),而是首先由于感觉自身被局限在通过肉体的活动之中,而前者则具有深厚的深度并且是可分离的,既存在于始终持存真理的认识(即知识和明智)之中,也存在于有时持存真理的认识(如真实意见)之中;而且感觉在固有感觉对象上之所以始终持存真理,乃是由于把握事物较少而导致的狭隘性,并不像意见有时之所以出错,乃是因为在以某种方式触及事物的同时,通过对诸多其他事物的观照,有时把不属于该事物的东西述谓于它;并且感觉是最低级的认知生命,正如它连在最卑劣的动物中也存在所表明的,而前者则仅属于理性者。
"Διανοεῖσθαι δ’ ἐνδέχεται καὶ ψευδῶς." Τὴν διεξοδικὴν τοῦ λόγου ἐνέργειαν διάνοιαν καλῶν, ἀληθεύουσαν μὲν πάντως, ὅταν τῶν αἰτίων ἐχομένη διεξοδεύῃ, ἄνευ δὲ τῶν αἰτίων ψευδομένην ἐνίοτε. διάνοια μὲν οὖν ἐστιν ἡ διεξοδικὴ τοῦ λόγου ἐνέργεια. ἐπεὶ δὲ καθ’ ὅρους ἡ διέξοδος καὶ οὐχ οἵα ἡ φυσικὴ μετάβασις κατὰ συνέχειαν, ἥ τε καθ’ ἕκαστον ὅρον συγκατάθεσις τῆς ψυχῆς καὶ ἡ ἐπὶ πᾶσιν ὡς ἑνὶ ὅρῳ ὑπόληψίς ἐστιν ἡ ὡς ἀληθεῖ αὐτῷ ὁμολογοῦσα·2 ὡς οὐ ταὐτὸν μὲν εἶναι διάνοιάν τε καὶ ὑπόληψιν, συναναφαίνεσθαι δέ· ἀεὶ γὰρ ἐν διεξόδῳ ἡ λογικὴ ἐνέργεια καὶ ἐν τῇ συγκαταθέσει τοῦ φαινομένου ἀληθοῦς. οὔτε δὲ διάνοια οὔτε ὑπόληψις ἡ αἴσθησις· τοῦτο μὲν ὡς οὐκ οὖσα λογική, εἴ γε καὶ τοῖς ἄλλοις ὑπάρχει ζῴοις, τοῦτο δὲ ὡς οὔτε διεξοδεύουσα (οὐ γὰρ ἐξ ἄλλων ἄλλα συνάγει) οὔτε ἀληθεύουσα οὕτως, ὡς ἑαυτῆς ὅτι ἀληθεύει ἀντιλαμβανομένη. τὰ ἴδια μὲν γὰρ αἰσθητὰ ἀληθῶς γινώσκει, ὅτι λευκὸν φέρε, ἡ ὅρασις, τοῦ δὲ ὅτι ἀληθῶς γινώσκει ἀναίσθητος.3 οὐ γὰρ ταὐτὸν ἡ τοῦ πράγματος γνῶσις καὶ ἡ τοῦ ὅτι ἀληθὴς ἡ γνῶσις ἀντίληψις, οἵα ἡ ὑπόληψις φαίνεται μετὰ τὴν τοῦ πράγματος σύνεσιν, εἰ ἀληθὴς ἡ σύνεσις κρίνουσα, καὶ τότε συντιθεμένη καὶ περιπτυσσομένη τὸ γνωσθέν. ἡ δὲ αἴσθησις μόνον γινώσκει τὸ προσπῖπτον, κἂν ψευδῶς προσπίπτῃ, ὡς ἐπὶ τῶν εἰκόνων, διακρίνειν οὐκ ἰσχύουσα· κἂν ἐπὶ τῶν ἰδίων οὖν ἀληθὴς ἀεί, ἀλλ’ οὐχ ὅτι ἀληθὴς εἴσεται. ἡ δὲ διάνοια κἂν ἀληθῶς κἂν ψευδῶς προσβάλλῃ τοῖς γνωστοῖς, οὐκ ἀρκεῖται τῇ προσβολῇ οὐδὲ συγκατατίθεται, εἰ μὴ καὶ ὅτι ἀληθὴς ἡ σύνεσις ἐπικρίνῃ ἢ ὀρθῶς ἢ οὔ, ποτὲ καὶ περὶ τὴν ἐπίκρισιν ἁμαρτάνουσα. καὶ εἴ ποτε οὖν ψεύδεται ἡ διάνοια, οὐ διὰ τοῦτο χείρων τῆς ἀεὶ ἐπὶ τῶν ἰδίων αἰσθητῶν ἀληθοῦς. τὸ γὰρ ψεύδεσθαί ποτε ἐκείνην διὰ τὸ ἅμα πολλὰ ὁρᾶν, καὶ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι οὐ κατὰ μόνην τὴν πρώτην προσβολὴν καὶ σύνεσιν τοῦ πράγματος, ἀλλὰ κατὰ τὴν τῆς συνέσεως ἐπίκρισιν.
“但推论思维也有可能出现虚假。” 他把理路的推移活动称为“推论思维”,当它持守诸原因而推移时总归是持存真理的,但在脱离诸原因时则有时会出错。因此,推论思维乃是理路的推移活动。而既然这种推移是通过诸界项进行的,并非如物理过渡那样具有连续性,那么灵魂在每一个界项上的赞同,以及对全部界项犹如对单一界项的赞同,就是认可其为真实的信念;因此,推论思维与信念虽非同一,却一同呈现出来;因为理性活动始终处于推移之中,且处于对显现为真实之物的赞同之中。感觉既非推论思维亦非信念:一方面因为它不是理性的,既然它也存在于其他动物中;另一方面因为它既不推移(因为它并不由一些事物推导出另一些事物),也不是以把握自身持存真理的方式持存真理。因为视觉确实真实地认知固有感觉对象(例如它是白的),但对于自己正真实地认知这一事实却是无感觉的。因为对事物的认知与对认知为真的领悟并不是同一回事,正如信念显现在对事物的理解之后,判定理解是否真实,而后才赞同并接纳已被认知之物。而感觉仅认知那触及它的东西,即便它以虚假的方式触及(如在画像上那样),感觉也无力加以区分;因此,即便在固有对象上感觉始终是真实的,它也不会知道它是真实的。然而推论思维无论真实地还是虚假地触及所认知之物,都不满足于这一触及,也不表示赞同,除非它进一步判定其理解是真实的(无论判定得正确与否),有时它甚至在判定本身上犯错。因此,即使推论思维有时出错,它也并不因此就劣于在固有感觉对象上始终真实的感觉。因为前者有时出错,乃是由于它同时看到诸多事物,并且持存真理或出错并不单单取决于对事物的初次触及与理解,而是取决于对理解的判定。
- 3.65ἀλλ’ ὡς πρῶτον μὲν αὐτὴ ἐν τῇ διὰ σώματος ἐνεργείᾳ περιγεγραμμένη, ἐκείνου πολὺ τὸ βάθος ἔχοντος
在主句 χωρίζει τὴν αἴσθησιν 之后,此句是表示将感觉与理解分离之原因的一系列 ὡς 从句之一。分词 περιγεγραμμένη 为主格,修饰主语 αὐτή(感觉本身);其后的 ἐκείνου ... ἔχοντος 则是一个独立属格结构,其逻辑主语指代“理解”(τὸ νοεῖν)。此处句法上的不对称性旨在突显两者之间的对照。
- 3.66ἥ τε καθ’ ἕκαστον ὅρον συγκατάθεσις τῆς ψυχῆς καὶ ἡ ἐπὶ πᾶσιν ὡς ἑνὶ ὅρῳ ὑπόληψίς ἐστιν ἡ ὡς ἀληθεῖ αὐτῷ ὁμολογοῦσα
此句为承接句首原因从句 ἐπεὶ δὲ... 的主句核心骨架。主语为 ἥ τε ... συγκατάθεσις(以及后续的并列成分),ὑπόληψις 则作为表语名词出现(或者是在两重主语之间插入动词 ἐστιν 的非常规句式),表达“灵魂在各个界项上的赞同以及对全部界项的赞同,即是认可其为真实的信念(ὑπόληψις)”。
- 3.66τοῦ δὲ ὅτι ἀληθῶς γινώσκει ἀναίσθητος
形容词 ἀναίσθητος(“无感觉的、未能意识到的”)支配属格成分 τοῦ ... ὅτι ἀληθῶς γινώσκει,其中带定冠词的 ὅτι 从句充当属格补足语。该句法结构表达了对对象的认知与对该认知自身之真实性的二阶认识之间的层级区别。
