- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:203.1-204.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘在此注疏了亚里士多德区分感觉与思考的论证(427a27–427b6),探讨了针对古代人“同类相知”假设而从欺骗(错误)推导出的归结,并基于思考与感觉在适用范围上的差异确立了二者的不同。
" Καὶ αἰσθάνεσθαί τε καὶ φρονεῖν τῷ ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς λόγοις διωρίσαμεν." Ἐν οἷς καὶ ἡμῖν διώρισται, ὅπῃ τε τῶν παλαιῶν ὁ λόγος ἀληθὴς τῷ ὁμοίῳ τὸ ὅμοιον γινώσκεσθαι ἀξιῶν, καὶ ὅπως ἀκουομένου ὀρθῶς Ἀριστοτέλης ἐπιλαμβάνεται.
“而且感觉与思考都是以同类知同类,正如我们在开篇的论述中所规定的那样。” 在那些讨论中,我们也已经规定了,古代人的学说在何种意义上主张同类被同类所认识是真实的,以及当怎样理解时亚里士多德是正确地予以批评的。
"Καίτοι ἔδει ἅμα καὶ περὶ τοῦ ἠπατῆσθαι αὐτοὺς λέγειν." Οὐ δοκεῖ μοι ὡς ἔλεγχον τὸν ἀπὸ τῆς ἀπάτης λόγον ἐπιφέρειν τοῖς τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεσθαι φάσκουσιν, ἀλλ’ ἐκείνοις μὲν ὡς μὴ διορίσασι περὶ τῆς ἀπάτης ἐφιστάνειν, αὐτὸς δὲ τὸ ἀκόλουθον τῇ ὑποθέσει ἐπιφέρειν. ἢ γὰρ οὐ διωρίσαντο περὶ ἀπάτης ὡς μηδὲ οὔσης κατὰ τοὺς τὸ φαινόμενον ἀληθὲς οἰομένους, ἢ τιθέμενοι καὶ ψευδῆ γίνεσθαι δόξαν, ἐν τῇ τοῦ ἀνομοίου αὐτὴν ἐροῦσι θίξει, τὰ ἐναντία τοῖς ἐναντίοις ἀπονέμοντες.
“然而他们理应同时谈及受欺骗之事。” 在我看来,[亚里士多德]并非把出自欺骗的论述作为驳斥强加给那些断言同类被同类所认知的人,而是向他们指出他们未曾就欺骗作出规定,并且他自己则从这一假定推导出其随附的结论。因为他们要么就根本没有界定欺骗,如同那些认为显现者即是真实的人那样以为欺骗甚至不存在;要么假定虚假的意见也会产生,通过将相反者归于相反者,而主张欺骗存在于对不同类者的触及之中。
"Δοκεῖ δὲ καὶ ἡ ἀπάτη καὶ ἡ ἐπιστήμη τῶν ἐναντίων ἡ αὐτὴ εἶναι." Τοῦτο οἱ ὑπομνηματισταὶ ὡς ἄτοπον ἐπιφέρεσθαί φασι τῇ ὑποθέσει. οὐ γὰρ μόνον τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεσθαί φασιν ἐν τῇ ἐπιστημονικῇ θεωρίᾳ, ἀλλὰ καὶ τὸ ἐναντίον· ὁμοίως δὲ καὶ ἀγνοεῖσθαι ἑκάτερον ἐν τῇ ἀπάτῃ, ἐπειδὴ ἓν τὸ γινῶσκον ἄμφω ἢ ἀγνοοῦν. ἀλλ’ ἓν μὲν τῷ ὑποκειμένῳ, τῷ δὲ εἶναι, ὡς αὐτὸς εἴωθε λέγειν, ἕτερον, κατὰ διαφόρους λόγους ἑκατέρου τῶν ἀντικειμένων θιγγάνον· τῷ ὁμοίῳ μὲν τοῦ ὁμοίου ἐπ’ ἀμφοῖν ἐν τῇ ἐπιστημονικῇ θεωρίᾳ, ἀνομοίως δὲ ἐφ’ ἑκατέρου ἐν τῇ ἀπάτῃ. ἑνὶ μὲν οὖν ἐπιστῆσαι χρή, ὡς οὐ τὴν πρὸς αἴσθησιν ἀντικειμένην λέγει νῦν ἀπάτην, ἀλλὰ τὴν πρὸς φρόνησιν· ἀεὶ μὲν γὰρ ἀληθής, ὡς ἐρεῖ, ἡ τῶν ἰδίων αἰσθητῶν, ἐν δὲ τῷ ἀπατᾶσθαι πλείω, φησί, χρόνον διατελεῖ ἡ ψυχή· ἑτέρῳ δέ,1 ὅτι ἡ οἰκειότης οὐκ ἐν τῇ ψυχῇ ἀλλ’ ἐν τῷ ζῴῳ εἴρηται, ὡς ἐν τῇ μετὰ σώματος ζωῇ τὸν πλείω χρόνον ἐν ἀγνοίᾳ γινομένης τῆς ψυχῆς, ἐπεὶ τῇ λογικῇ ζωῇ, ἐν ᾗ καὶ τὸ φρονεῖν, τὸ ἀληθεύειν οἰκειότατον· οὐκοῦν καὶ τῷ λογικῷ ζῴῳ. πῶς οὖν τὸ ἐναντίον αὐτῷ λέγει οἰκειότερον; διότι, ὡς αὐτὸς ἐπάγει, τὸν πλείω χρόνον ἐν τούτῳ διατελεῖ ἡ ψυχή. τοῦτο δέ, ἐπειδὴ γενητὸν καὶ φθαρτὸν ὂν τὸ ζῷον πολὺν μὲν διαμένει χρόνον ἄδεκτον τῶν ἐμφρόνων τῆς ψυχῆς ἐνεργειῶν, πολὺν δὲ τοῖς συμπίπτουσιν αὐτῷ κωλυόμενον πάθεσιν· ἔτι δὲ ταῖς πρὸς τὸν βίον χρείαις περισπῶν τὴν ψυχὴν καὶ τῆς περὶ τὴν ἀλήθειαν σχολῆς ἀπεῖργον.2 τὸ δὲ μέγιστον, αὐτὴ ἡ πρὸς τὸ σῶμα τῆς ψυχῆς σφοδρὰ ῥοπὴ καὶ τῆς γενέσεως περίπτυξις ἀφίστησι τῆς εἰς ἑαυτὴν στροφῆς, ἐν ᾗ τὸ φρονεῖν καὶ ἡ κατὰ λόγον ἀλήθεια.
“而对于相反者的欺骗与科学认识似乎是同一的。” 注疏家们说,这是作为假定的荒谬结论而被提出来的。因为他们说,在科学观照中不仅同类被同类所认知,而且相反者也被认知;同样,在欺骗中两者也都不被认知,因为认识两者或不认识两者的主体乃是一。然而,它在底层实体上虽是一,在存在本质上,正如[亚里士多德]自己习惯所说的那样,却是不同的,依循不同的理路触及对立双方的每一个:在科学观照中在两者之上都是以同类触及同类,但在欺骗中在每一方之上则是以非同类的方式[触及]。因此首先应当注意的一点是,他现在所说的不是与感觉对立的欺骗,而是与思考对立的欺骗;因为正如他将要说的,对固有感觉对象的[感觉]始终是真实的,但他指出,灵魂在受欺骗中度过更多的时间;而另一点则是,这种相合性并不是在灵魂中、而是在动物中被表述的,因为在与肉体相伴的生活中,灵魂在更多的时间里处于无知之中,因为对于包含思考在内的理性生活而言,持存真理乃是最相合的;因此对于理性动物而言也是如此。那么他为什么说相反者对它而言更相合呢?因为正如他自己所引申的,灵魂在这一状态中度过更多的时间。而之所以如此,是因为动物既是生成且毁灭的,便有很长的时间不能接受灵魂的明智活动,且有很长的时间被降临于它的诸般受动所阻碍;再者,以维持生计之需牵扯灵魂,使之脱离关乎真理的闲暇。而最重大的是,灵魂向着肉体的剧烈倾注本身以及对生成的拥抱,使它远离了对自身的转向,而思考与循于理路的真理正存在于这转向之中。
"Ὅτι μὲν οὖν οὐ ταὐτόν ἐστι τὸ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν φανερόν." Ἡ φρόνησις εἴτε κοινοτέρα καὶ ἐπὶ πάσης λέγοιτο τῆς κατὰ λόγον θεωρίας, εἴτε ἰδίως ἐπὶ τῆς τῶν πρακτῶν, πάντως ἐπὶ τῆς ὀρθῆς καὶ ἀληθοῦς καὶ τῆς μετ’ αἰτίας λέγεται γινομένης. διὸ καὶ ὀλίγοις τῶν ζῴων αὐτῆς μέτεστιν· οὐδὲ γὰρ ἀνθρώποις πᾶσιν, ἀλλὰ καὶ τούτων ὀλίγοις. τὸ γε μὴν αἰσθάνεσθαι οὐ μόνοις ἀνθρώποις, ἀλλὰ καὶ ζῴοις ἅπασιν. οὕτω δὲ τὴν ὀρθὴν κατὰ λόγον θεωρίαν τῆς αἰσθήσεως διακρίνας χωρίζει καὶ τὴν ὁποιανοῦν κατὰ λόγον θεωρίαν τῆς αἰσθήσεως ἐπάγων·
“因此,感觉与思考并不是同一的,这是显而易见的。” 思考无论是在更一般的意义上被用于指代一切循于理路的观照,还是特指关乎实践之事的观照,它总归是指涉正确的、真实的且伴随原因而产生的观照。因此,动物中只有少数分享它;因为甚至不是所有的人,而是连他们之中也只有少数人[拥有它]。然而感觉不仅属于人类,而且属于一切动物。如此,[亚里士多德]把正确的循于理路的观照从感觉中区分开来之后,又把任何一种循于理路的观照都从感觉中分离出去,接着说道:
- 3.63ἑνὶ μὲν οὖν ἐπιστῆσαι χρή ... ἑτέρῳ δέ
与格 ἑνὶ μὲν ... ἑτέρῳ δέ 用作动词 ἐφίστημι (ἐπιστῆσαι) 的补足语,表示注意力的指向对象(“应当对第一点加以注意……对另一点[加以注意]”)。
- 3.63ἔτι δὲ ταῖς πρὸς τὸν βίον χρείαις περισπῶν τὴν ψυχὴν καὶ τῆς περὶ τὴν ἀλήθειαν σχολῆς ἀπεῖργον
虽然句子的语法主语是中性单数名词 τὸ ζῷον,但此处分词 περισπῶν 为阳性单数主格,与中性分词/动词 ἀπεῖργον 并列;这是承接前文因果分词结构时,依动物的主体意义而发生的依义构词(constructio ad sensum)。
