← 辛普里丘

亚里士多德《论灵魂》注释

§201.21-202.37

感觉判别的统一与感觉和思考的区分

辛普里丘阐释了判别的感觉灵魂如何作为单一界限在不可分的‘当下’中活动(427a14),考察了亚里士多德通过灵魂的两种主要差异(运动与判别)向想象力与思考的过渡(427a17–427a19),并辩明了早期自然哲学家将思考与感觉混为一谈的见解与恩培多克勒及荷马本意之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.58

" Ἧι δ’ ἕν, ἑνὶ καὶ ἅμα." Ἧι ἓν τὸ κρῖνον τῷ ὑποκειμένῳ καὶ μία ἐστὶν οὐσία ἡ αἰσθητικὴ ψυχὴ ἡ κρίνουσα, ἑνί τε χρῆται πέρατι αὐτῇ τῇ αἰσθητικῇ ψυχῇ καὶ ἅμα ὡς ἐν ἀδιαιρέτῳ ἐνεργοῦσα τῷ νῦν. ἐφαρμόζει μὲν οὖν καὶ ἑκάστῃ τῶν πέντε αἰσθήσεων τὰ εἰρημένα· καὶ γὰρ ἑκάστη πλειόνων ἅμα ἀντιληπτικὴ καὶ ἐναντίων· μειζόνως δὲ τῇ κοινῇ ὡς καὶ πολλῷ πλειόνων τῶν καὶ πάσαις ὑποκειμένων γνωριστικῇ καὶ ἀρχοειδεστέρᾳ καὶ μᾶλλον τῶν αἰσθητηρίων ὑπερεχούσῃ· οὐ γὰρ ἐν συναγωγῇ τῶν πλειόνων ἐνταῦθα τὸ κοινόν, ἀλλ’ ἐν προυπαρχούσῃ μᾶλλον συναιρέσει. ἀρχὴ δὲ ἡ αἰσθητικὴ ψυχὴ καὶ ὡς εἶδος καὶ μειζόνως ὡς τὸ χρώμενον.1

“然而,就其为一而言,它通过一个东西并且同时进行判别。” 就判别者在基质上是一、且判别的感觉灵魂是一个实体而言,它使用单一的界限即感觉灵魂自身,并且作为在不可分的‘当下’中活动者而同时使用。因此,所说的话也适用于五种感觉中的每一种;因为每种感觉也能同时把握多种事物以及相反的事物;但这更大程度上适用于共同感觉,因为它认知远为更多的事物——即那些作为所有感觉之基底的事物——,且更具始原性,并在更大程度上超越各感觉器官;因为这里的共同性不在于多数事物的聚集,而毋宁在于预先存在的包摄之中。而感觉灵魂既作为形相是始原,更作为使用者[是始原]。

§3.59

"Ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν, κινήσει τε τῇ κατὰ τόπον καὶ τῷ νοεῖν καὶ τῷ κρίνειν καὶ αἰσθάνεσθαι." Ἐφ’ ἑτέραν μετὰ τὴν αἴσθησιν τῆς ψυχῆς κριτικὴν δύναμιν μεταβαίνων καὶ εὐτάκτως ἐπὶ τὴν προσεχῆ τῇ αἰσθήσει τὴν φαντασίαν, πρῶτον μὲν διορίζεται ὡς γνωστικὴ καὶ αὐτὴ τῆς ψυχῆς ἐστι δύναμις καὶ οὐκ ὀρεκτική, ἥ τις ἐν τῇ κατὰ τόπον αὐτῆς κινητικῇ συναναφαίνεται· ἔπειτα δὲ ὅτι μὴ ἡ αὐτὴ τῇ αἰσθήσει, εἴ γε αὕτη μὲν ἀεὶ πρὸς τὴν οἰκείαν ἐνέργειαν παρόντων δεῖται τῶν αἰσθητῶν καὶ κινούντων τὰ αἰσθητήρια, ἡ δὲ φαντασία καὶ μὴ παρόντων ἐνίοτε ἀφ’ ἑαυτῆς ἐγειρομένη προβάλλει τὰ γνωστά, κοινωνοῦσά πως ταύτῃ ταῖς λογικαῖς ζωαῖς· ὃ νοερὸν τίθεται ἰδίωμα, τὴν ἀφ’ ἑαυτῆς τῆς γνωστικῆς ζωῆς εἰς τὴν ἐνέργειαν ἔγερσιν. διὸ καὶ τὴν φαντασίαν νοῦν καλεῖ, οὐκέτι τῷ νῷ καὶ τῆς αἰσθήσεως κατὰ τοῦτο κοινωνούσης, ἀλλὰ μόνον κατὰ τὸ κρῖνον. διὸ καὶ τῷ κατὰ τόπον κινητικῷ ὡς καὶ ὀρεκτικῷ τὸ κριτικὸν ἀντιτιθείς, ἐν τούτῳ τὸ αἰσθάνεσθαι καὶ τὸ νοεῖν συνείληφεν, ἀντὶ πάσης τῆς ἀφ’ ἑαυτῆς ἐγειρομένης γνώσεως παραλαβὼν τὸ νοεῖν. ἐν δὲ τῇ λέξει πρὸς τὸν ἐπεὶ σύνδεσμον διὰ μακροῦ ἀποδέδωκεν,2 “ὅτι οὐ ταὐτόν ἐστι τὸ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν φανερὸν” εἶναι γράφων, διὰ τὴν διὰ μακροῦ ἀπόδοσιν τὸν οὖν προσθεὶς σύνδεσμον.

“既然人们主要通过两种相异特征来规定灵魂,即通过位置运动以及通过思考、判别和感觉,”在感觉之后转向灵魂的另一种判别能力、并依序转向最接近感觉的想象力时,[亚里士多德]首先界定它也是灵魂的认知能力,而不是那种在其位置运动能力中共同显现的欲求能力;其次界定它与感觉不同,如果说感觉为了其特有的活动而始终需要感觉对象在场并运动各感觉器官,而想象力有时即使感觉对象不在场,也能从自身被唤起并投射出认知对象,在这方面以某种方式与理性的生命相通;他把认知生命从自身出发唤起到活动中确立为智性的一种特有属性。因此他也把想象力称为理智,而感觉在这方面已不再与理智相通,而仅仅在作为判别者这一点上相通。因此,他把判别能力与(同样作为欲求能力之)位置运动能力相对立,在其中包容了感觉和思考,采用‘思考’来代替一切从自身被唤起的认识。在文句上,他对于‘既然’(ἐπεί)这个连词隔了很远才给出主句结果(apodosis),写道“感觉与明智不是同一的,这是显而易见的”,由于主句相隔甚远,他添加了连词‘因此’(οὖν)。

§3.60

"Δοκεῖ δὲ καὶ τὸ νοεῖν καὶ τὸ φρονεῖν ὥσπερ αἰσθάνεσθαί τι εἶναι." Τὸ μὲν νοεῖν, ὡς εἴρηται, ἀντὶ πάσης παρείληπται αὐτῷ τῆς ἀφ’ ἑαυτῆς προβαλλούσης τὴν ἐνέργειαν γνωστικῆς ζωῆς, ἡ δὲ φρόνησις ἀντὶ τῆς λογικῆς παρείληπται γνώσεως, τὸ διάφορον τῶν γνωστικῶν ἐνεργειῶν καὶ αὐτὴ δηλοῦσα, εἰ καὶ ἔνιοι οὐ τὴν νόησιν μόνην ἀλλὰ καὶ τὴν φρόνησιν εἰς τὴν πρὸς τὴν αἴσθησιν καθέλκουσι ταὐτότητα, πρὸς μόνον τὸ κριτικὸν καὶ γνωριστικόν, ὡς καὶ αὐτὸς ἐπιφέρει, ἀποβλέψαντες, ἐπειδὴ τοῦτο κοινὸν ταῖς γνωστικαῖς ζωαῖς. τὸ μὲν οὖν ἐνίους ἢ φυσικοὺς ἢ σοφιστικοὺς ἄνδρας οὕτως οἰηθῆναι οὐκ ἀπιστητέον· καὶ γὰρ ὁ παρὰ τῷ Πλάτωνι Θεαίτητος εἰς ταὐτὸν ἄγει τῇ αἰσθήσει τὴν ἐπιστήμην. οὐ μὴν Ἐμπεδοκλέα ἢ Ὅμηρον ἐπὶ ταύτης θετέον τῆς δόξης, κἂν ὁ Ἀριστοτέλης τῷ παχυμερῶς λεγομένῳ ἐφιστάνων ἐλέγχῃ τὰ καὶ ἄλλως ἀκούεσθαι δυνάμενα.3 ἀκούσειε μὲν γὰρ ἄν τις αἰσθητὸν εἶναι τὸ παρόν· οὐ μὴν ἢ ὑπὸ Ἐμπεδοκλέους οὕτως εἴρηται, ἢ τὸ ἀληθὲς ὧδε ἔχει. ἡ γὰρ μῆτις οὐ τοῖς αἰσθητοῖς ἀλλὰ τοῖς νοητοῖς αὐτῇ παροῦσιν ἀεὶ εἰς τὴν ἑαυτῆς ἐπιδίδωσι τελειότητα, καὶ τὸ φρονεῖν ἐν τοῖς ὀνείροις ἀλλοῖα παρίσταται οὐ διὰ τὰ ἀπὸ τῶν αἰσθητῶν, ὡς ἄν τις εἴποι, ἐγκαταλείμματα (οὐ γὰρ φρονεῖν τὸ τοιόνδε), ἀλλ’ ὅτε κατά τινα τοῦ λόγου ἀπολυομένου τῆς πρὸς τὸ σῶμα καταστάσεως κρείττων τις ἐν τοῖς ὕπνοις τῆς ἐν τῷ ἐγρηγορέναι γνῶσις τοῦ ἀγαθοῦ ἢ τοῦ ἀληθοῦς γίνεται. ὁ δὲ Ὅμηρος ταὐτὸν μέν, μεταβαλλόμενον δὲ ὑπὸ τῶν αἰσθητῶν λέγει οὐχ ἁπλῶς τὸν νοῦν, ἀλλὰ τὸν τῶν χθονίως ζώντων καὶ ἀκιδνῶς, ὡς αὐτὸς ἔφη, ἀνθρώπων.

“思考和明智似乎也是某种感觉。” 如前所述,‘思考’被他用来指代一切从自身投射出活动的认知生命,而‘明智’则被用来指代理性认识,它自身也表明了认知活动的多样性;尽管有些人不仅把思想、而且把明智也拉低到与感觉同一的地位,正如他自己也补充的那样,他们仅仅着眼于判别和认知,因为这对各种认知生命是共同的。因而,某些自然哲学家或智者人物如此认为,是无可置疑的;因为柏拉图著作中的泰阿泰德也把知识归结为与感觉同一。然而,决不可把恩培多克勒或荷马归入这种观点之中,哪怕亚里士多德着眼于粗糙的说法而反驳了那些本可以作其他理解的言辞。因为人们固然可以把在场之物理解为可感觉的;但这既非恩培多克勒所说的本意,真理也并非如此。因为智慧不是通过可感觉之物,而是通过对它自身而言始终在场的理知之物而达到自身的完满,而且梦境中的明智显得不同,并不像人们可能说的那样是由于来自感觉对象的残留(因为这类东西并不是明智),而是当理性在某种程度上摆脱与身体的关联状态时,在睡眠中产生了某种比清醒时对于善或真理更优越的认识。而荷马说并非单纯的理智、而是如他自己所说按属地且软弱方式生活的人类的理智,是一样的并被感觉对象所改变。

语法注3 条
  1. 3.58ἀρχὴ δὲ ἡ αἰσθητικὴ ψυχὴ καὶ ὡς εἶδος καὶ μειζόνως ὡς τὸ χρώμενον.

    省略句结构。主语是“感觉灵魂”(ἡ αἰσθητικὴ ψυχή),表语是“始原”(ἀρχή),系动词 ἐστί 被省略。后半句中 ὡς τὸ χρώμενον 之后同样省略补足了 ἀρχή ἐστι。

  2. 3.59ἐν δὲ τῇ λέξει πρὸς τὸν ἐπεὶ σύνδεσμον διὰ μακροῦ ἀποδέδωκεν

    语法/修辞结构说明。ἀποδίδωμι 在此作为语法术语,意为针对由 ἐπεί 引导的从句“给出主句/归结句(apodosis)”。辛普里丘指出,由于亚里士多德的主句在长篇插入之后才出现(διὰ μακροῦ),因此添加了具有复述、恢复功能的连词 οὖν。

  3. 3.60κἂν ὁ Ἀριστοτέλης τῷ παχυμερῶς λεγομένῳ ἐφιστάνων ἐλέγχῃ τὰ καὶ ἄλλως ἀκούεσθαι δυνάμενα.

    让步结构(κἂν = καὶ ἐάν 搭配虚拟式 ἐλέγχῃ)。分词 ἐφιστάνων 支配与格 τῷ παχυμερῶς λεγομένῳ,意为“关注表面/粗糙的表述”。动词 ἐλέγχῃ 的直接宾语是中性复数冠词分词短语 τὰ καὶ ἄλλως ἀκούεσθαι δυνάμενα(“本可作其他理解的话语”),指恩培多克勒与荷马的言辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:201.21-202.37