← 辛普里丘

亚里士多德《论灵魂》注释

§200.12-201.20

通过点的比喻论述感觉判别的能动性与不可分性

辛普利丘探讨了亚里士多德关于点的比喻(427a9–13),论证了感觉判别并非受苦,而是一种内在且不可分的能动活动,并阐明了在本质上不可分的单一灵魂如何依据不同的定义同时判别相反的感觉对象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.56

" Ἀλλ’ ὥσπερ ἣν καλοῦσί τινες στιγμήν, ᾗ μία καὶ ᾗ δύο, ταύτῃ καὶ διαιρετή." Διὰ τοῦ κατὰ τὴν στιγμὴν παραδείγματος ἱκανῶς ἐνδείκνυται τό τε ἀπαθὲς καὶ τὸ ἐνεργητικὸν τῆς αἰσθητικῆς κρίσεως, καὶ πρός γε τὸ ἀμέριστον καὶ ἐν ἀμερεῖ τῷ νῦν. τῶν γὰρ ἀμερίστων καὶ αἱ ἐνέργειαι ἀμέριστοι, ἐν μερισμῷ δὲ πᾶσα κίνησις καὶ πάθος ἅπαν· ἐν τροπῇ γάρ. διὸ τοῦ συναμφοτέρου καὶ τὰ πάθη καὶ αἱ λοιπαὶ μεταβολαί· μόνη δὲ ἡ κύκλῳ φορὰ εἰ καὶ μὴ τοῦ ἐνύλου, ἀλλὰ καὶ ἥδε τοῦ εἰδοπεποιημένου· διὸ μεριστοῦ, σώματος γάρ· τὸ δὲ ἀμέριστον ἅπαν καθ’ αὑτὸ ἀμέριστον ἔχει καὶ τὴν ἐνέργειαν, ἵνα, ὡς ἔστι, καὶ ἐνεργῇ. ἡ στιγμὴ δὲ ἀμέριστος ἡ καὶ θέσιν ἔχουσα, γραμμῆς οὖσα πέρας καὶ τῇ τε πεπερασμένῃ συμπεριλαμβανομένη γραμμῇ, τῇ πηχυαίᾳ φέρε ἢ ὁποσῃοῦν, καὶ καθ’ αὑτὴν ἴδιόν τι εἰσάγουσα τὸ πέρας εἶναι καὶ ἀρχή, ποτὲ μὲν ἄλλης οὖσα πέρας ἄλλης δὲ ἀρχή, πολλάκις δὲ δύο ἢ καὶ πλειόνων οὖσα ἀρχή τε καὶ πέρας, ὡς τὸ τοῦ κύκλου κέντρον πασῶν τῶν πρὸς τὴν περιφέρειαν ἐξ αὐτοῦ γραφομένων. στιγμῇ τοίνυν ἡ αἰσθητικὴ ἀπείκασται ψυχὴ ὡς ἀσώματος μὲν καὶ ἀμέριστος οὐσία, χρωμένη δὲ μεριστῷ ὄντι τῷ αἰσθητηρίῳ καὶ σὺν ἐκείνῳ πάσχοντί τε καὶ κινουμένῳ ὑπὸ τῶν αἰσθητῶν ἐνεργοῦσα, διαφόροις τοῦ ὑποκειμένου σώματος μορίοις τῶν διαφόρων προσπιπτόντων παθῶν, καὶ αὐτὴ καθ’ αὑτὴν ἐν τῇ ἐνεργείᾳ τῇ κριτικῇ, οὐκ οὔσῃ πάντῃ σωμάτων χωριστῇ, ἐπειδὴ καὶ εἰς ταύτην διὰ τῆς τοῦ ὀργάνου πείσεως τελευτᾷ, οὐ πάθην οὖσαν οὐδὲ κίνησιν1 οὐδὲ τῶν ἔξωθεν εἰσδοχήν, ἀλλ’ ἐνέργειαν ἀμέριστον ἔνδοθεν προϊοὖσαν, οὐ ποιητικὴν ἀλλὰ γνωριστικὴν τῶν αἰσθητῶν κατὰ τοὺς προειλημμένους αὐτῶν ἐν ἑαυτῇ λόγους, ποτὲ μὲν καθ’ ἕνα τινὰ ποτὲ δὲ κατὰ πλείους, ὅτε καὶ τὴν πρὸς ἄλληλα αὐτῶν γνωρίζει ἑτερότητα. δῆλον γὰρ ὡς οἱ λόγοι τῶν αἰσθητῶν ἐν αὐτῇ, εἴ γε ἀφ’ ἑαυτῆς ἐνεργοῦσα κατὰ τὰ ἄνευ ὕλης τῶν αἰσθητῶν ἵσταται εἴδη. ἐπεὶ οὖν πάσχειν μὲν καὶ κινεῖσθαι ἀντικειμένως καὶ εἰσδέχεσθαι τὰ ἐναντία ἅμα ἐντελεχείᾳ ἀμήχανον, ἐνεργεῖν δὲ δυνατόν, ὁ τὸ ὑποκείμενον πρᾶγμά πῃ ἓν καὶ δύο ποιῶν καὶ ἀδιαίρετον καὶ διαιρετὸν πρὸς μὲν τὸ ἅμα πάσχειν τὰ ἐναντία καὶ ἐνεργεῖσθαι οὐδὲν συντελεῖ, πρὸς δὲ τὸ ἐνεργεῖν. καὶ γὰρ ἡ στιγμὴ ὅταν τῆς μὲν ᾖ γραμμῆς ἀρχὴ τῆς δὲ πέρας, μία τε καὶ ἀδιαίρετος ὡς ἡ αὐτὴ ἄμφω ἐνεργοῦσα, καὶ αὖ δύο καὶ διαιρετὴ κατὰ τοὺς διαφόρους τῆς ἀρχῆς καὶ τοῦ πέρατος λόγους. οὕτω δὲ καὶ ἡ αἰσθητικὴ ψυχὴ ἡ τὰ δύο αἰσθητὰ ἅμα γνωρίζουσα μία μὲν καὶ ἀδιαίρετος, ἐπειδὴ καὶ ἓν τὸ κρῖνον ἄμφω καὶ ἅμα· ᾗ δὲ διαιρετὸν ὑπάρχει, δὶς τῷ αὐτῷ χρῆται σημείῳ ἅμα, ἢ κατὰ λόγους ἐνεργεῖ διαφόρους ἐν τῷ νῦν καὶ ἅμα, διότι οὐκ ἀδύνατον καὶ τὰ ἀντικείμενα ἅμα ἐνεργεῖν.

“然而,正如某些人所谓的点那样,就其为一而言且就其为二而言,在这方面它也是可分的。” 通过点的例子,感觉判别的无受苦性与能动性、乃至其不可分性以及在不可分的‘当下’中进行,都得到了充分的表明。因为不可分之物的活动也是不可分的,而一切运动和一切受苦都处于可分之中;因为它们处于转变之中。因此受苦和其他变化属于结合体;唯有圆周运动,即便不属于质料性的东西,却也属于已被赋予形相的东西;因此它属于可分之物,因为它是属于身体的;但一切不可分之物,其活动按其自身而言也是不可分的,以便它如其所是地进行活动。而点则是具有位置的不可分之物,作为线的界限,并被包含在一条有界限的线中——例如一肘长或任意长度的线——并且依其自身引入某种特有的性质,即既是界限又是起点,有时是一条线的界限与另一条线的起点,并且常常是两条乃至更多条线的起点与界限,正如圆心对于从它向圆周引出的所有直线那样。于是,感觉灵魂被比作点,它作为无形体且不可分的实体,虽然使用着作为可分之物的感觉器官,并在器官受感觉对象的作用而受苦且被运动时与之共同活动——不同的受苦冲击着基体身体的不同部分——,但它依其自身是在判别活动中[活动]的;这种判别活动并非完全脱离身体——因为它是通过器官的受苦而终结于此活动的——,但它既不是受苦也不是运动,亦非从外在的接纳,而是从内部发出的一种不可分的活动,它不是创制性的,而是依据自身中预先把握的定义来认知感觉对象的活动,有时依据某一个定义,有时依据多个定义,此时它亦认知它们相互之间的差异。因为显而易见,感觉对象的定义存在于它之中,如果它确实是从自身出发活动并停留于感觉对象无质料的形相上。因此,既然在完全的现实中不可能以对立的方式受苦与被运动并且同时接受相反者,但进行活动却是可能的,那么将基质事物在某种方式上设为一与二、不可分与可分的人,对于同时遭受相反者和被作用而言毫无助益,但对于进行活动而言却是有所助益的。事实上,当点是一条线的起点且是另一条线的界限时,它作为将两者同时现实化的同一事物是一且不可分的,而依照起点与界限的不同定义,它又是二且可分的。这样,同时认知两个感觉对象的感觉灵魂也是一且不可分的,因为同时判别两者的判别者是一个;但就可分性属于它而言,它在同一时刻两次使用同一个点,或者在‘当下’且同时依据不同的定义进行活动,因为同时在活动中使对立者现实化并非不可能。

§3.57

"Ἧι μὲν οὖν δυσὶ χρῆται τῷ πέρατι,2 δύο κρίνει, καὶ κεχωρισμένα ἐστὶν ὡς κεχωρισμένοις." Χρῆται μὲν τὸ κρῖνον, τὸ δὲ πέρας αὐτὴ ἡ αἰσθητικὴ ψυχή. καίτοι τὸ κρῖνον ἡ ψυχή, ἀλλ’ ἐνεργοῦσα ἤδη, πέρας δὲ καὶ ὅρος καὶ ἀμέριστος φύσις κατὰ τὴν οὐσίαν. τῇ δὲ αὐτῇ καὶ δυσὶ χρῆται κατὰ δύο ἱσταμένη τῶν αἰσθητῶν εἴδη, ὅταν δύο ἅμα κρίνῃ, ἃ κεχώρισται τῷ λόγῳ καὶ τῇ ἰδιότητι ἀλλήλων, ὡς κεχωρισμένοις ταύτῃ τὰς τῶν διαφόρων πραγμάτων γίνεσθαι κρίσεις.

“因此,就其把界限当作二者来使用而言,它判别两件事物,正如被分离之物那样,它们也是被分离的。” 进行使用的是判别者,而界限则是感觉灵魂自身。虽说判别者是灵魂,但那是已经处于活动中的灵魂,而依其本质而言它则是界限、边界与不可分的本性。当它同时判别两件事物时,它通过停留于感觉对象的两种形相,将同一事物也当作二者来使用;这两件事物在定义和独特性上彼此分离,以至于不同事物的判别就这样作为经由被分离之物[的判别]而生成。

语法注2 条
  1. 3.56οὐ πάθην οὖσαν οὐδὲ κίνησιν

    该句在语义上承接前文的与格短语‘在判别活动中’(ἐν τῇ ἐνεργείᾳ τῇ κριτικῇ)及其伴随分词(οὐκ οὔσῃ…),但在句法上转向了宾格(οὐ πάθην οὖσαν… ἀλλ’ ἐνέργειαν…)。这是一种句法破格(anakolouthon),分词在性数格上被后文作为同位解释引入的宾格名词 ἐνέργειαν 所同化吸引。

  2. 3.57Ἧι μὲν οὖν δυσὶ χρῆται τῷ πέρατι

    对于支配与格的动词 χρῆται,τῷ πέρατι 作其与格宾语,而 δυσί 则充当谓述性与格(‘把界限当作二者来使用’)。该句法将几何学中点兼具起点与终点的双重功能投射到了感觉能力之上。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:200.12-201.20