- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:199.15-200.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在427a2–8中的论证:在提出判别者在数目上为一而在存在(定义)上被分离这一假说后,亚里士多德以现实中不可能同时承受相反者为由驳斥了该说,从而表明感觉与思想并非外在的受苦或运动。
" Ἆρ’ οὖν ἅμα μὲν καὶ ἀριθμῷ ἀδιαίρετον καὶ ἀχώριστον τὸ κρῖνον, τῷ εἶναι δὲ κεχωρισμένον;" Ἀξιώσας τὸ αὐτὸ μένον ἀδιαίρετον μὴ ἄν ποτε κινηθῆναι τὰς ἐναντίας κινήσεις ἢ παθεῖν τὰ ἀντικείμενα πάθη, προσιέμενος τὸ ἀξίωμα ἀπορεῖ ὅμως, μήποτε οὐ πάντῃ ᾖ ἀδιαίρετον τὸ ὑπομένον τὰ ἐναντία.1 τῷ μὲν γὰρ ἀριθμῷ καὶ ἅμα ἔστω ἀδιαίρετον, ὡς καὶ ἐν τῷ αὐτῷ χρόνῳ καθ’ ὅλον ἑαυτὸ τὰ ἐναντία δεχόμενον, τῷ εἶναι δέ, τουτέστι τῷ λόγῳ, διῃρημένον καὶ κεχωρισμένον, ἐπειδὴ διάφοροι αἱ δεκτικαὶ τῶν ἐναντίων ἐν αὐτῷ δυνάμεις· ὥστε ᾗ διαιρετὸν πείσεται τὰ ἐναντία. κἂν οὖν πάθος ἡ κίνησις καὶ ἡ κρίσις ᾖ, οὐ κωλυθήσεται τὸ κρῖνον ἅμα τὰ ἐναντία κρίνειν, ἐπειδὴ τῷ λόγῳ ἦν διαιρετὸν κατὰ διαφόρους κρῖνον λόγους, τόπῳ μὲν καὶ ἀριθμῷ ἀδιαίρετον ὄν, ὡς ἓν καὶ τὸ αὐτὸ ὑποκείμενον καθ’ ὅλον ἑαυτὸ ἀμφότερα καὶ τὰ πλείω πάσχον, τοῦ μὲν ἀριθμοῦ τὸ ἓν δηλοῦντος, τοῦ δὲ τόπου τὸ μηδὲ κατὰ τὰ διάφορα μέρη, τῷ δὲ εἶναι διαιρετόν, τουτέστι τῷ λόγῳ, διότι κατὰ τὰ εἴδη καὶ τοὺς λόγους ἡ ἑκάστων ὁρίζεται οὐσία.
“那么,判别者是否在同时且在数目上是不可分和不分离的,但在存在上却是被分离的呢?” 在假定同一事物在保持不可分的状态下绝不能承受相反的运动或遭受对立的受苦之后,他在承认这一公理的同时提出疑难:承受相反者之物是否并非在所有方面都是不可分的。因为就让它在数目上且同时是不可分的吧,正如它在同一时间中依其自身整体接受相反者那样;但在存在上,亦即在定义上,它是被区分且被分离的,因为在它之内接受相反者的潜能是各不相同的;以至于只要它是可分的,它就会遭受相反者。因此,即使运动与判别是受苦,判别者同时判别相反者也不会受到阻碍,因为它在定义上是可分的,是依据不同的定义来进行判别的,尽管它在位置和数目上是不可分的——即作为同一基质依其自身整体承受两者乃至更多事物,数目表明其为一,而位置表明甚至不是依据不同的部分——,但在存在上,亦即在定义上是可分的,因为各事物的本质乃是依据形相与定义而被规定的。
"Ἢ οὐχ οἷόν τε· δυνάμει μὲν γὰρ τὸ αὐτὸ διαιρετὸν καὶ ἀδιαίρετον τὰ ἐναντία, τῷ δὲ εἶναι οὔ, ἀλλὰ τῷ ἐνεργεῖσθαι διαιρετόν." Ἀδύνατόν φησι τὸ τῷ ἀριθμῷ ἓν καὶ τὸ αὐτό, κἂν τῷ εἶναι ᾖ διαιρετόν, τὰ ἐναντία ἅμα πάσχειν ἐνεργείᾳ· μόνον γὰρ δυνάμει ἅμα πρὸς τὰ ἀντικείμενα τὸ αὐτὸ πεφυκέναι δυνατόν, ἀλλ’ οὐχὶ καὶ ἐνεργείᾳ ἅμα δέχεσθαι, ὅπερ τῷ εἶναι ἔφη. διὸ τῷ εἶναι ἐνεργείᾳ αὐτὴν ἐξηγούμενος ὅπως νῦν χρῆται, ἐπήγαγεν οὐ τῷ ἐνεργεῖσθαι φήσας,2 ἵνα τὸ πάθος καὶ τὴν κίνησιν δηλώσῃ. καὶ τοῦτο σαφέστερον καὶ διὰ τοῦ παραδείγματος σημαίνει· τὸ γὰρ λευκὸν καὶ μέλαν παθητικαί εἰσι ποιότητες. καὶ ἔτι ἐναργέστερον συμπεραινόμενος τῷ πάσχειν αὐτῷ κέχρηται.
“抑或这是不可能的?因为同一事物在潜能上对于相反者是可分且不可分的,但在存在上则不然,而是在被作用时是可分的。” 他说,数目上单一且同一的事物,即使在存在上是可分的,也不可能在现实中同时遭受相反者;因为同一事物唯有在潜能上才能够天然地同时关联于对立者,而不可能在现实中亦同时接受它们,这正是他所谓“在存在上”的意思。因此,为了阐释他现在如何把“在存在上”当作在现实中来使用,他便通过说“在被作用时[是可分的]”补叙了这一句,以表明受苦与运动。他通过例子也更清楚地指明了这一点;因为白与黑是受苦性的性质。并且他在得出结论时更加明显地直接使用了“受苦”这一词。
"Ὥστε οὐδὲ τὰ εἴδη πάσχειν αὐτῶν, εἰ τοιοῦτον ἡ αἴσθησις καὶ ἡ νόησις." Οὐ γὰρ αὐτὰ τὰ αἰσθητὰ ἀλλὰ τὰ εἴδη τῶν αἰσθητῶν ἀναδέχεται ἡ αἴσθησις καὶ ἡ νόησις. οὔτε οὖν τὰ εἴδη τοῦ λευκοῦ καὶ μέλανος ἅμα πείσεται ἡ αἴσθησις ἢ ἡ νόησις, εἰ τοιοῦτόν, φησιν, οἷον πάσχειν καὶ ἔξωθεν εἰσδέχεσθαι, καὶ τῷ ἐνεργεῖσθαι, ὡς αὐτὸς εἶπεν. ἐνεργείᾳ γὰρ ἅμα πάσχειν τὰ ἀντικείμενα, ὥστε ἢ ἅμα ἐπ’ ἄμφω μεταβάλλειν ἢ ἅμα κατ’ αὐτὰ διακεῖσθαι, ἀδύνατον.
“因此,如果感觉与思想是这般性质的,那么它甚至不承受它们的形相。” 因为感觉与思想接受的并不是感觉对象本身,而是感觉对象的形相。因此,正如他所说,如果感觉或思想是这般性质的以至于受苦并从外在接受,并且正如他自己所言是由于被作用,那么它甚至也不会同时承受白与黑的形相。因为在现实中同时遭受对立者是不可能的,以至于要么同时向两者转变,要么同时依据它们而被规置。
- 3.53μήποτε οὐ πάντῃ ᾖ ἀδιαίρετον τὸ ὑπομένον τὰ ἐναντία
μήποτε接虚拟式(ᾖ)构成表达审慎怀疑或疑难的句式(“或许并非……”)。此处表示亚里士多德在承认前述公理的同时提出疑难,质疑承受相反者的主体是否并非在所有方面都是不可分的。
- 3.54διὸ τῷ εἶναι ἐνεργείᾳ αὐτὴν ἐξηγούμενος ὅπως νῦν χρῆται, ἐπήγαγεν οὐ τῷ ἐνεργεῖσθαι φήσας
句子的核心骨架是“ἐξηγούμενος... ἐπήγαγεν”(阐释……后补叙道)。辛普里丘在此指出,亚里士多德为了说明自己在此处是在“现实(ἐνεργείᾳ)”的意义上使用αὐτήν(“在存在上”这一表述),遂补充了被动态不定词“τῷ ἐνεργεῖσθαι”(在被作用/活动时),以明确其指涉受苦与运动。
