- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:19.15-20.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对若推动的灵魂不受动则克制情态或偏离何以可能的难题,辛普里丘从现实活动的沉沦与扭曲加以解释,并提出情态属于身心复合体(动物)的证据(身体变易的随伴、体质及忧郁质的影响)。
ἡ δὲ αὐτοῦ τοῦ ὀργάνου ζωὴ μόνη σὺν τῷ σώματι τὰ προειρημένα πάθη ἀναδέχεται. ἀλλ’ εἰ καθ’ αὑτὴν ἀπαθὴς ἡ κινοῦσα ψυχή, πῶς αὐτὴ παιδευομένη ἀναστέλλει τὰ πάθη; τί δὲ ἡ ἔξω αὐτῆς ῥέψασα τῆς ὅλης ἐν ἑαυτῇ ἱσταμένης διοίσει ψυχή, εἰ καὶ αὐτὴ ἀπαθής; ἢ ἔστι τις καὶ ἐν ταῖς ἐνεργείαις ὑπόβασις καὶ διαστροφή, ὅπερ ἕτερον τρόπον πάθος φαμέν, εἰ καὶ μὴ πάθος καλεῖν δεῖ. τὸ γὰρ κυρίως πάθος ἔξωθεν πᾶν καὶ ἐν μεταβολῇ τῇ ὑπό τινος ἄλλου κινοῦντος· ἡ δὲ κινοῦσα ψυχὴ καὶ ἡ χρωμένη τῷ σώματι οὐκ ἔξωθέν τι δεχομένη οὐδὲ ὑπ’ ἄλλου κινουμένη, ἀλλὰ κατ’ οἰκείαν ἐνέργειαν καὶ ὑποβαίνει καὶ διεστραμμένως κινεῖ καὶ χρῆται τῷ ὀργάνῳ, τῷ ἀμυδρῶς ἢ παρὰ λόγον ἢ ἀτάκτως ἢ ὁπωσοῦν ἀορίστως ἐνεργεῖν.1 καὶ ἡ παιδεία μὲν ἴασις τῆς διεστραμμένης ἐνεργείας· ἡ δὲ νοερὰ θεωρία τῆς πρὸς τὸ ἔξω ἀποτεινομένης ἐνεργείας ἐπὶ τὴν οὐσιώδη μετάστασις. θυμοὶ δὲ καὶ φόβοι καὶ τὰ ὅμοια μετὰ σωματοειδοῦς ἐγγινόμενα τροπῆς, τὸ δὲ ὅλον τοῦτο ζωτικὰ ὄντα κινήματα, πάθη μέν ἐστι τοῦ ζῴου κατὰ τὴν ὡς ζῴου χαρακτηριστικὴν ζωήν, ὑπὸ δὲ τῆς κινούσης ἐγγινόμενα ψυχῆς ἢ ἀτάκτως καὶ ἀμέτρως ὑπὸ τῆς ἀορίστως ἐνεργούσης ἢ τεταγμένως ὑπὸ τῆς κατὰ φύσιν καὶ λόγον. ὅτι δ’ οὖν κοινὰ τοῦ ἔχοντος σῶμα τὰ τοιάδε πάθη, πρώτη πίστις τὸ ἅμα τούτοις πάσχειν τὸ σῶμα, τουτέστι τὸ σωματικὴν ἐγγίνεσθαι μεταβολήν· δευτέρα δὲ ἐκ τῶν ἀπαιδεύτως κατὰ τὰς σωματικὰς κράσεις καὶ διαθέσεις ἢ ἀκινητούντων, καὶ ἰσχυρῶν ἐνίοτε συμβαινόντων τῶν ἔξωθεν προσπιπτόντων ἡδέων ἢ δυσχερῶν, ἃ δὴ καὶ αὐτὰ παθήματα κέκληκεν, ἢ πέρα τοῦ μέτρου κινουμένων, ὅταν ὀργᾷ τὸ σῶμα, ὡς τὸ πολύσπερμον πρὸς ἀφροδίσια ἢ τὸ ἐκκεχολωμένον πρὸς ὀργήν. ὅταν δὲ καὶ μηδενὸς ἔξωθεν συμβαίνοντος δυσχεροῦς οἱ μελαγχολικώτεροι ἐν φόβοις γίνωνται, φανερωτέρα ἡ ἀπὸ τῆς τοῦ σώματος διαθέσεως αἰτία τῶν παθῶν, προσκαλουμένη τὴν κινοῦσαν αὐτὸ ψυχήν. ὥσπερ γὰρ ἐρεῖ, ποτὲ μὲν κατάρχουσα ἡ τῆς ψυχῆς ἐνέργεια πρόεισιν εἰς τὸ σῶμα, ὁτὲ δὲ τὰ τούτου πάθη προσκαλεῖται τὴν ἐκείνης εἰς ἑαυτὸ ἐνέργειαν, οὐχ ὡς πρὸς τέλος καθάπερ ὁ ἄρτος τὴν ὄρεξιν, ἀλλ’ ὡς χαρακτηρίσουσαν ἐν αὐτῷ σύμμετρα καὶ οἰκεῖα τῇ ὑποκειμένῃ κράσει πάθη.2
唯有器官自身的生命连同身体承受上述情态。然而,如果推动的灵魂就自身而言是无受动的,它自身又如何通过受教而克制这些情态呢?而那向外倾斜的灵魂,若它自身亦是无受动的,又如何与那完全立足于自身之中的灵魂有所区别呢?抑或在现实活动中亦存在着某种沉沦与扭曲,即使不当称之为情态,我们亦以另一种方式称之为情态?因为严格意义上的情态全都是外来的,且处于被某种推动之他物所引起的变易之中;但推动并使用身体的灵魂既不接受外来的任何事物,亦不被他者推动,而是依固有的现实活动既沉沦,又以扭曲的方式推动并使用器官,即以微弱、背离理性、无序或无论如何无规定地活动。教育诚然是对扭曲的现实活动的医治,而理智的观相则是向外伸展的现实活动向本质性〔现实活动〕的迁转。愤怒、恐惧以及诸如此类的情态,伴随着具身性的转变而产生,作为一个整体而言是生命性的运动,它们一方面是动物依其作为动物的特质性生命而有的情态,另一方面则是由推动的灵魂所引起的——或由无规定地活动的灵魂无序且无度地引起,或由依自然与理性而活动的灵魂井然有序地引起。无论如何,此类情态为具有身体者所共有,其第一项证据在于身体与这些情态同时受动,即身体性的变易产生于其中;第二项证据则来自未受教者依其身体的气质与倾向,有时在外来的适意或困阻之事(他亦把这些事物本身称为情态)强烈降临时毫无动容,而在身体起冲动时则过度动摇,正如精液充盈的〔身体〕向着性爱、或胆汁过盛的〔身体〕向着愤怒〔起冲动〕。而当外部未发生任何困阻之事时,更为忧郁质的人亦会陷入恐惧之中,此时源自身体倾向的情态之因便更加显著,它呼唤着那推动身体的灵魂。因为正如他将要说的那样,有时是灵魂的现实活动占先而迈入身体之中,有时则是身体的情态将灵魂的现实活动呼唤至〔身体〕自身之中——并非如面包呼唤食欲那样作为目的,而是作为将在身体中刻画出与基底气质相符且相适的情态者。
- 1.28τῷ ἀμυδρῶς ἢ παρὰ λόγον ἢ ἀτάκτως ἢ ὁπωσοῦν ἀορίστως ἐνεργεῖν
带冠词不定式的与格(τῷ ... ἐνεργεῖν),作状语表示方式、手段或原因,修饰前述动词短语“既沉沦,又以扭曲的方式推动并使用器官”(ὑποβαίνει καὶ διεστραμμένως κινεῖ καὶ χρῆται τῷ ὀργάνῳ)。
- 1.28οὐχ ὡς πρὸς τέλος καθάπερ ὁ ἄρτος τὴν ὄρεξιν, ἀλλ’ ὡς χαρακτηρίσουσαν ἐν αὐτῷ σύμμετρα καὶ οἰκεῖα τῇ ὑποκειμένῃ κράσει πάθη
未来分词 χαρακτηρίσουσαν(阴性宾格单数)与前面的直接宾语“灵魂进入[身体]自身之中的现实活动”(τὴν ἐκείνης εἰς ἑαυτὸ ἐνέργειαν)保持性数格一致,并与 ὡς 连用表示意图或功用。对偶结构 οὐχ ὡς πρὸς τέλος ... ἀλλ' ὡς ... 阐明身体召唤灵魂的现实活动并非作为目的(如面包呼唤食欲),而是为了让它在身体中塑造并定型与体质相符的情态。
