← 辛普里丘

亚里士多德《论灵魂》注释

§1.3-2.23

注疏方针与灵魂论在自然学中的地位

辛普里丘在序言中指出研究灵魂的重要性以及以往注解家之间的分歧,阐明依托杨布里柯以彰显亚里士多德自身一致性及切合真理的注疏方针,随后引用《动物的组成部分》第一卷的论述,探讨对灵魂的沉思是否属于自然哲学。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#1

Περισπούδαστον μὲν προηγουμένως ἡ περὶ αὐτῶν τῶν πραγμάτων τῶν τε ἄλλων καὶ ἡ περὶ ψυχῆς ἀλήθεια, αὐτίκα οἰκειοτάτη πασῶν ἡμῖν ὑπάρχουσα·1 δευτέρως δὲ καὶ ἡ τῶν δοκούντων τοῖς εἰς ἄκρον ἐπιστήμης ἥκουσι κατάληψις. διὸ καὶ τῆς Περὶ ψυχῆς Ἀριστοτέλους πεφροντισμένως ἄγαν ἀντέχεσθαι ἡγοῦμαι δεῖν πραγματείας. πολλὰ μὲν οὖν καὶ μακάρια θεωρήματα περὶ αὐτῆς καὶ ὑπὸ Πλάτωνος παραδέδοται, ἀλλ’ ἐκεῖνα καὶ ἱκανῶς καὶ συμφώνως ἀλλήλοις τοῖς Πλάτωνος ἐξηγηταῖς ἐπεξείργασταί τε καὶ σεσαφήνισται. τελεωσαμένου δὲ τὴν Περὶ ψυχῆς πραγματείαν τοῦ Ἀριστοτέλους, ὡς τῷ ἀρίστῳ τῆς ἀληθείας κριτῇ δοκεῖ τῷ Ἰαμβλίχῳ, πολλὴ ἡ τῶν τὰ ἐκείνου σαφηνιζόντων πρὸς ἀλλήλους διαφωνία οὐ περὶ τὴν τῆς Ἀριστοτελικῆς λέξεως μόνον ἑρμηνείαν, ἀλλὰ καὶ περὶ αὐτὰ τὰ πράγματα μάλιστα. διὸ καὶ αὐτῷ μοι ἔδοξε ζητῆσαί τε καὶ γράψαι τὴν αὐτοῦ τε πρὸς ἑαυτὸν τοῦ φιλοσόφου καὶ τὴν πρὸς τὴν ἀλήθειαν συμφωνίαν, τὰς μὲν πρὸς τοὺς ἄλλους ἀντιρρήσεις φυλαττομένῳ, πιστουμένῳ δὲ τὰ δοκοῦντα ἐν τοῖς ἀμφιβόλοις ἐκ τῶν Ἀριστοτέλους ἐναργῶν δογμάτων τε καὶ ῥητῶν, πανταχοῦ δὲ κατὰ δύναμιν τῆς τῶν πραγμάτων ἀντεχομένῳ ἀληθείας κατὰ τὴν Ἰαμβλίχου ἐν τοῖς ἰδίοις αὐτοῦ περὶ ψυχῆς συγγράμμασιν ὑφήγησιν. σπουδὴ μὲν οὖν μία αὕτη. ἤδη δὲ ὑφ’ ἡγεμόνι τῶν ψυχῶν τε καὶ λόγων πάντων αἰτίῳ τῆς προκειμένης ἀρκτέον πραγματείας. Ὁ μὲν οὖν σκοπὸς αὐτῆς προφανής, ὅτι περὶ ψυχῆς. ζητήσομεν δὲ ὕστερον εἰ περὶ πάσης, καὶ διὰ τί δοκεῖ μηδένα περὶ τῆς τῶν οὐρανίων ποιεῖσθαι λόγον· πρότερον δέ, πότερον τῇ φυσικῇ φιλοσοφίᾳ ἢ τῇ ὑπερτέρᾳ ἡ περὶ ψυχῆς προσήκει θεωρία. συντελεῖ γὰρ τοῦτο καὶ εἰς τὴν τῆς οὐσίας αὐτῆς κατάληψιν, πότερον φυσική πως ἢ κρείττων ἢ πῃ ἑκάτερον. ἐπεὶ οὖν οὐχ ἁπλῶς ἀποφαίνεται ζητήσας περὶ τούτων ὁ Ἀριστοτέλης, ἀλλὰ καὶ τὰς αἰτίας προστιθεὶς δείκνυσιν ἐν τῷ πρώτῳ τῆς Περὶ ζῴων μορίων, παραγραπτέον ἡμῖν καὶ ἐπεξεργαστέον τὸ ἐκείνου ῥητόν. προλαβὼν τοίνυν ὡς τῷ φυσικῷ οὐ τὴν ὕλην μόνην ἀλλὰ καὶ τὸ εἶδος ἔν τε τοῖς ἄλλοις καὶ ἐν τοῖς ζῴοις θεωρητέον, ἐπάγει· “εἰ δὴ τοῦτό ἐστι ψυχὴ ἢ ψυχῆς μέρος ἢ μὴ ἄνευ ψυχῆς (ἀπελθούσης γοῦν οὐκέτι ζῷόν ἐστιν, οὐδὲ τῶν μορίων οὐδὲν τὸ αὐτὸ πλὴν τῷ σχήματι μόνον καθάπερ τὰ μυθευόμενα λιθοῦσθαι) εἰ δὴ ταῦτα οὕτω,2 τοῦ φυσικοῦ περὶ ψυχῆς ἂν εἴη λέγειν καὶ εἰδέναι, καὶ εἰ μὴ πάσης, κατ’ αὐτὸ τοῦτο καθ’ ὃ τοιοῦτο τὸ ζῷον, καὶ τί ἐστι ψυχὴ ἢ αὐτὸ τοῦτο τὸ μόριον, καὶ περὶ τῶν συμβεβηκότων κατὰ τὴν τοιαύτην οὐσίαν· ἄλλως τε καὶ τῆς φύσεως διχῶς λεγομένης καὶ οὔσης τῆς μὲν ὡς ὕλης τῆς δὲ ὡς οὐσίας. καὶ ἔστιν αὕτη καὶ ὡς ἡ κινοῦσα καὶ ὡς τὸ τέλος. τοιοῦτον δὲ τοῦ ζῴου ἤτοι πᾶσα ἡ ψυχὴ ἢ μέρος τι αὐτῆς. ὥστε καὶ οὕτως ἂν λεκτέον εἴη τῷ περὶ φύσεως θεωρητικῷ περὶ ψυχῆς μᾶλλον ἢ περὶ τῆς ὕλης, ὅσῳ μᾶλλον ἡ ὕλη δι’ ἐκείνην φύσις ἐστὶν ἢ ἀνάπαλιν. καὶ γὰρ κλίνη καὶ τρίπους τὸ ξύλον ἐστίν, ὅτι δυνάμει ταῦτά ἐστιν. ἀπορήσειε δ’ ἄν τις εἰς τὸ νῦν λεχθὲν ἀποβλέψας, πότερον περὶ πάσης ψυχῆς τῆς φυσικῆς ἐστιν εἰπεῖν ἢ περί τινος. εἰ γὰρ περὶ πάσης, οὐδεμία λείπεται παρὰ τὴν φυσικὴν ἐπιστήμην φιλοσοφία. ὁ γὰρ νοῦς τῶν νοητῶν· ὥστε περὶ πάντων ἡ φυσικὴ γνῶσις ἂν εἴη. τῆς γὰρ αὐτῆς περὶ νοῦ καὶ τῶν νοητῶν θεωρῆσαι,3 εἴπερ πρὸς ἄλληλα, καὶ ἡ αὐτὴ θεωρία τῶν πρὸς ἄλληλα πάντων καθάπερ περὶ αἰσθήσεως καὶ τῶν αἰσθητῶν.

关于事物本身的真理,尤其是除其他事物之外关于灵魂的真理,由于显然对我们是最为亲近的,因而应当首先受到竭力的探求;其次,把握那些达到知识顶峰者所持的见解亦是如此。因此,我认为也必须极尽悉心地从事亚里士多德的《论灵魂》这一著作。固然,关于灵魂,柏拉图也传下了许多受赞叹的沉思,但那些沉思已被柏拉图的注解家们既充分又彼此一致地详尽探讨并阐明了。然而,在亚里士多德完成了《论灵魂》的探讨之后,正如在真理的最佳评判者杨布里柯看来,那些阐明其著作的人之间存在着极大的分歧,这不仅关乎对亚里士多德文句的解释,更关乎事物本身。因此,我自己也决意去探求并写下这位哲学家自身的协调以及他与真理的一致,既避免针对他人的驳斥,又依据亚里士多德明晰的教义与言论来确证疑难中的见解,并在各处竭力依照杨布里柯在其专论灵魂的著作中的引导,紧扣事物的真理。这便是我们的一个宗旨。而现在,在众灵魂与一切理路之原因的引领下,我们必须开始当前的论著。 这部论著的意图显然是关于灵魂的。但至于是否关于一切灵魂,以及为何他似乎对天体的灵魂未作任何论述,我们将在后文探求;而在那之前,首先要探求的是:关于灵魂的沉思究竟是属于自然哲学,还是属于更高的哲学。因为这也有助于把握灵魂本身的本质,即它究竟在某种意义上是自然的,还是更优越的,亦或在某种程度上兼具两者。因此,由于亚里士多德对这些问题并非在探求之后简单断言,而是在《动物的组成部分》第一卷中加上原因予以论证,所以我们必须录出并详尽考察他的那段言论。他预先设定了自然哲学家不仅应当沉思质料,而且在其他事物以及动物中也应当沉思形式,随后便接着说道:“那么,如果这便是灵魂,或是灵魂的一部分,或是不可无灵魂而存者(无论如何,一旦灵魂离去,它便不再是动物,任何组成部分除了仅在形状上相同之外也不再是同一个,正如同神话中所说的石化之物);如果这些确实如此,那么谈论并认知灵魂,即使并非关于全部灵魂,也是依据动物之所以成为如此动物的这一点本身,并且谈论并认知灵魂是什么,或者这个部分本身是什么,以及依此本质而具有的偶性,就属于自然哲学家的职责;更何况自然有两种说法和存在,一种作为质料,另一种作为实体。而这后者既作为发动者存在,又作为目的存在。动物中的此种事物要么是整个灵魂,要么是其某一部分。因此,按这种方式,自然理论家也更应该谈论灵魂而非质料,正如质料因灵魂而是自然、远胜于反过来的情形那样。事实上,木材之所以是床和三脚架,是因为它潜能上是这些东西。然而,着眼于方才所说的话,人们可能会产生疑难:究竟谈论全部灵魂属于自然科学,还是仅谈论某种灵魂。因为如果是关于全部灵魂,那么在自然科学之外便没有任何哲学留存了。因为理智指向可知事物;从而关于一切事物的认识都将成为自然性的认识。因为如果理智与可知事物是相互关联的,那么关于理智与可知事物的沉思便属于同一门科学,而关于一切相互关联之物的沉思也都是同一的,正如关于感觉与感觉对象一样。”

语法注3 条
  1. 1.0αὐτίκα οἰκειοτάτη πασῶν ἡμῖν ὑπάρχουσα

    副词 αὐτίκα 在此并非表示时间上的“立刻”,而是在论述中用于直接引入显而易见的理由(“不言而喻”、“显然”)。分词 ὑπάρχουσα 作原因分词,修饰主句的谓语部分(省略系动词的 Περισπούδαστον...)。

  2. 1.0εἰ δὴ τοῦτό ἐστι ψυχὴ ... εἰ δὴ ταῦτα οὕτω

    亚里士多德引文中的条件句结构。开头的条件从句 εἰ δὴ τοῦτό ἐστι ψυχὴ... 之后插入了括号内的解释说明(ἀπελθούσης γοῦν...),导致句式拉长,因而使用 εἰ δὴ ταῦτα οὕτω(“如果这些确实如此”)对前提进行复述/重提(resumptive),进而引出归结从句(τοῦ φυσικοῦ... ἂν εἴη)。

  3. 1.0τῆς γὰρ αὐτῆς περὶ νοῦ καὶ τῶν νοητῶν θεωρῆσαι

    阴性单数属格 τῆς αὐτῆς 省略了上下文中的 [ἐπιστήμης](“属于同一门科学”)。这是表所属/特性的述语性属格,不定式 θεωρῆσαι 在句中充当主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:1.3-2.23