← 辛普里丘

亚里士多德《论灵魂》注释

§198.8-199.14

在当下判别的本性以及作为活动的感觉

辛普里丘阐明在“现在”这一不可分的时间中判别感觉对象是自身固有的而非因偶性(426b26–28),并针对相反受苦不能同时被承受的难题,论证感觉判别并非受苦或运动,而是内在的活动(426b29)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.50

" Οὐ κατὰ συμβεβηκὸς τὸ ὅτε." Ἕτερον δηλονότι τὸ καθ’ αὑτὸ τοῦ κατὰ συμβεβηκὸς καὶ ἐπὶ ὄντων καὶ ἐπὶ αἰτίων, ὡς ἐν τῇ Φυσικῇ εἴρηται ἀκροάσει. καὶ τὸ νῦν τοίνυν τῆς μὲν καὶ νῦν γιγνομένης ναυμαχίας καὶ νῦν λεγομένης κατ’ ἄμφω καθ’ αὑτὸ κατηγορεῖται· ἐὰν δὲ πρότερον γινόμενον νῦν λέγηται, καθ’ αὑτὸ μὲν ὡς λεγομένης τὸ νῦν κατηγορεῖται, τῆς δὲ ναυμαχίας αὐτῆς κατὰ συμβεβηκός· οὐ γὰρ ὡς γινομένης νῦν, ἀλλ’ ὡς λεγομένης νῦν. ἀλλ’ ἥ γε αἴσθησις οὐ τῶν προτέρων ἢ τῶν ἐσομένων, τῶν δὲ ἀεὶ παρόντων οὖσα γνωριστική, ὅτε λέγει τὴν ἑτερότητα τῶν αἰσθητῶν, τουτέστιν ὅτε κρίνει, ὡς καὶ νῦν οὖσαν κρίνει· ὡς μὴ κατὰ συμβεβηκὸς τῆς τῶν αἰσθητῶν πρὸς ἀλλήλας ἑτερότητος τὸ νῦν κατηγορεῖσθαι,1 ἐπειδὴ νῦν κρίνεται, ἀλλὰ καὶ αὐτῆς καθ’ αὑτό· ἐπὶ γὰρ τῆς μνήμης τὸ κατὰ συμβεβηκός.

“‘何时’并非偶性。” 显而易见,无论在存在者还是在原因上,自身具有者都不同于因偶性而具有者,正如在《自然学》中所说的那样。因此,“现在”对于既在现在发生又在现在被述说的海战而言,就两方面而言都是自身被述谓的;但若是先前发生的事情在现在被述说,则“现在”就其作为被述说者而言是自身被述谓的,但对于海战自身而言则是因偶性而被述谓的;因为并不是作为现在发生的,而是作为现在被述说的。然而感觉至少并非认识过去或将来的事物,而是认识始终当下的事物,当它述说感觉对象的相异性时,即当它判别时,它是将其作为现在存在者来进行判别的;以至于“现在”并非因现在被判别而因偶性被述谓于感觉对象相互间的相异性,而是对于它自身而言就是自身[被述谓]的;因为因偶性乃是适用于记忆的情况。

§3.51

"Ὥστε ἀχώριστον καὶ ἐν ἀχωρίστῳ χρόνῳ." Εἰ δύο τινῶν αἰσθητῶν ἑτερότητα κρίνοι τὸ αἰσθητικόν, τὸ αὐτὸ ἀμφοῖν ἀντιλήψεται οὐ κατὰ διάφορα μόρια, ἀλλ’ ἑνὶ καὶ ἀμερίστῳ ἀμφοῖν. καὶ τοῦτο τὸ ἀχώριστον καὶ ἐν τῷ αὐτῷ χρόνῳ, ἐν ᾧ καὶ ἔστιν ἡ ἑτερότης. ἔστι δὲ ἐν τῷ νῦν, ἐπειδὴ καὶ τῶν νῦν ὄντων ἡ αἴσθησις. ἀλλὰ διὰ τί μὴ ἅμα μέν, ἐν μεριστῷ δὲ χρόνῳ; ἢ πάντως μὲν καὶ οὕτως, ὅτι θάτερον2 καὶ θάτερον, καὶ ὅτε ἐστὶν ἡ ἑτερότης, τότε καὶ γινώσκεται. πλὴν ἀμέριστος οὖσα ἐνέργεια ἡ κρίσις καὶ οὐ μεριστὴ οἵα κίνησις, οὕτως ἂν εἴη ἀχώριστος ὡς ἀδιαίρετος, καὶ οὕτως ἐν ἀχωρίστῳ χρόνῳ ὡς ἐν τῷ νῦν.

“因此,是以不可分的方式且在不可分的时间中[进行判别]。” 如果感觉能力判别两种感觉对象的相异性,那么同一者将把握两者,并非依据不同的部分,而是以对于两者而言单一且不可分者[来把握]。而这种“不可分”,亦是在相异性所存在于的同一时间之中。相异性乃存在于“现在”之中,因为感觉亦是关乎现在存在者的。然而为何不是同时、却在可分的时间之中呢?抑或是无论如何亦是如此,因为有一方与另一方,且在相异性存在之时,就在那时它亦被认识?不过,判别作为不可分的活动,而非像运动那样可分,因而应当作为不可分而成为不分离的,且作为处于“现在”中而处于不可分的时间中。

§3.52

"Ἀλλὰ μὴν ἀδύνατον ἅμα τὰς ἐναντίας κινήσεις κινεῖσθαι τὸ αὐτό, ᾗ ἀδιαίρετον, καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ." Δείξας ὡς ἓν τὸ κρῖνον τὰ πλείω οὐ κατ’ ἄλλο καὶ ἄλλο μόριον, ἀλλ’ ὡς ἀδιαίρετον καὶ ἅμα, ὅταν τὴν πρὸς ἄλληλα αὐτῶν διακρίνῃ ἑτερότητα, διὰ τούτων ἑπομένως τοῖς δεδειγμένοις ὅτι μὴ πάθος μηδὲ κίνησίς ἐστιν ἡ αἰσθητικὴ κρίσις δεικνύει, ἀλλ’ ἐνέργεια καὶ τελειότης ἔνδοθεν ἐγειρομένη. πάσχειν μὲν γὰρ τὰ ἐναντία πάθη ἢ μεταβάλλειν εἰς τὰ ἀντικείμενα ἅμα ἀδύνατον, ὅτι ἡ μαχητικὴ καὶ ἐμποδιστικὴ καὶ ἀναιρετικὴ ἐναντίωσις ἐν τοῖς πάθεσι καὶ ἐν ταῖς μεταβολαῖς· ἐνεργεῖν δὲ ἅμα ἀφ’ ἑαυτοῦ κατὰ τοὺς διαφόρους λόγους ἐν ἑαυτῷ τὰ ἐναντία οὐκ ἀδύνατον, ὅτι οὐκ ἔστι μαχητικὴ ἡ τοιαύτη ἐναντίωσις, ὅταν περὶ διάφορα τὰ δεχόμενα τὰς ἐναντίας ἐνεργείας γίνηται,3 ὡς τὸ πῦρ ἅμα σκληρύνει μὲν τὸν πηλόν, μαλάττει δὲ τὸν κηρόν, καὶ ἡ αἴσθησις ἡ αὐτὴ ἅμα τὸ λευκὸν τοῦ χάρτου καὶ τὸ μέλαν κρίνει τῶν γραμμάτων. διὸ αὕτη ἡ κρίσις ἡ αἰσθητικὴ οὐδὲ κίνησις ἡ αὐτὴ ἢ πάθη ἢ ἔξωθεν εἰσδοχή· οὐ γὰρ ἂν ἅμα τῶν ἐναντίων ἐγίνετο, ἐπειδὴ τρέπεσθαι ἀντικειμένως καὶ διατίθεσθαι ἀδύνατον. ὑπὸ δὲ τοῦ γλυκέος καὶ τοῦ πικροῦ ἀντικειμένως κινεῖται ἡ γλῶσσα· διὸ οὐκ ἂν ἅμα κατὰ τὸ αὐτὸ μόριον ὑπὸ τῶν ἐναντίων κινηθείη· κατὰ διάφορα δὲ μόρια ὑπ’ αὐτῶν ταύτης πασχούσης, ἡ γευστικὴ αἴσθησις, διὰ τὴν ἀμέριστον ἑαυτῆς οὐσίαν τοῖς διαφόροις τῆς γλώσσης μορίοις ἡ αὐτὴ ὅλη παροῦσα, ἐνεργεῖ τὴν περὶ ἄμφω κρίσιν καθ’ αὑτήν.

“然而,同一事物只要是不可分的,在不可分的时间中同时承受相反的运动,这确是不可能的。” 在表明判别多个事物者是单一的,当它辨别它们相互间的相异性时不是依据不同的部分,而是作为不可分者且同时〔进行判别〕之后,他通过这些内容,顺承已证明的结论表明:感觉的判别并非受苦亦非运动,而是由内发动的活动与完全态。因为同时遭受相反的受苦,或转变为对立的状态是不可能的,因为争斗的、阻碍的与毁灭性的对立存在于受苦与转变之中;然而依据自身之内的不同原理,由自身同时运作相反的[活动]却并非不可能,因为当这种相反性关乎接受相反活动的不同事物而发生时,它并不是争斗性的,正如火同时使泥土变硬而使蜡变软,且同一感觉同时判别纸的白与字迹的黑。因此,这种感觉判别本身既不是运动,亦非受苦,亦非从外在的接受;因为否则它就不会同时涉及相反者,因为以对立的方式被转变和被规置是不可能的。舌头被甜与苦对立地推动;因此它不可能在同一部分上同时被相反者推动;而在舌头依据不同部分被它们所作用时,味觉由于其自身不可分的本质,作为同一整体临在于舌头的不同部分,自身运作关于两者的判别。

语法注3 条
  1. 3.50ὡς μὴ κατὰ συμβεβηκὸς τῆς τῶν αἰσθητῶν πρὸς ἀλλήλας ἑτερότητος τὸ νῦν κατηγορεῖσθαι

    连词 ὡς 引导带不定式的宾格结构(τὸ νῦν κατηγορεῖσθαι),接在直陈式 κρίνει 之后,表示其结果或推论(“以至于……”)。否定词 μή 乃是由不定式结构所决定的。属格短语 τῆς ... ἑτερότητος 依附于 κατηγορεῖσθαι,作述谓的对象(“就……而被述谓”)。

  2. 3.51ἢ πάντως μὲν καὶ οὕτως, ὅτι θάτερον καὶ θάτερον

    连词 ἤ 引出作者对前面疑问句(ἀλλὰ διὰ τί...;)的自我解答。ὅτι 引导原因从句(“因为……”),在 θάτερον καὶ θάτερον 之后承前省略了存在动词(如 ἔστι 或 πάρεστι,“一方与另一方[存在]”)。

  3. 3.52ὅταν περὶ διάφορα τὰ δεχόμενα τὰς ἐναντίας ἐνεργείας γίνηται

    从句的核心结构为动词 γίνηται 与介词短语 περὶ διάφορα。实体化分词短语 τὰ δεχόμενα τὰς ἐναντίας ἐνεργείας 作为同位成分或限定成分修饰 διάφορα(“接受相反活动的不同事物”)。γίνηται 的主语由前文的 ἡ τοιαύτη ἐναντίωσις 承前补充。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:198.8-199.14