← 辛普里丘

亚里士多德《论灵魂》注释

§196.33-198.7

不可分单一主体在瞬间对相异对象的判别

辛普里丘阐释了亚里士多德在426b12–23中根据白与甜等不同属感觉对象的判别来确立单一共通感觉的必然性,并论证进行判别的终极主体并非如肉一般的物体,而是非身体性的灵魂,它作为不可分的单一者在不可分的时间(“现在”)中进行判别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.46

" Ἐπεὶ δὲ καὶ τὸ λευκὸν καὶ τὸ γλυκὺ καὶ ἕκαστον τῶν αἰσθητῶν πρὸς ἕκαστον κρίνομέν τινι καὶ αἰσθανόμεθα, ὅτι διαφέρει, ἀνάγκη δὴ αἰσθήσει· αἰσθητὰ γάρ ἐστιν." Ἑκάστην τῶν πέντε ὑπομνήσας ἄλλην ἄλλου εἶναι ὑποκειμένου αἰσθητοῦ ἰδίου, ὅτι μία τις καὶ κοινὴ πάντων ἐστὶν αἴσθησις δείκνυσιν ἐκ τοῦ εἶναί τι ἐν ἡμῖν τὸ παραβάλλον καὶ ἕκαστον κρῖνον οὐ μόνον ὅτι τόδε τί ἐστιν, ἀλλὰ καὶ ὅτι διαφέρει τῶν ἄλλων καὶ τῶν ταῖς ἄλλαις ὑποκειμένων αἰσθήσεσιν, οἷον τὸ λευκὸν τοῦ γλυκέος. οὐδὲ γὰρ ἄλλη τις τῆς ψυχῆς δύναμις ἡ τὸ διάφορον τουδὶ τοῦ λευκοῦ καὶ τὸ διάφορον τουδὶ τοῦ γλυκέος γνωρίζουσα, ἀλλ’ αἰσθητική. τῶν γὰρ αἰσθητῶν ἀτόμων ἡ αἴσθησις ἀντιληπτική, ἐπεὶ καὶ ἡ δόξα μετ’ αἰσθήσεως, ὅταν ὡς ἄτομα λέγῃ, ἢ δι’ αἰσθήσεως, ἐὰν ἀπὸ τούτων ἐπὶ τὸ καθόλου ἀναδράμῃ, ἢ ὅταν καὶ τὰ ἄτομα λέγῃ, μετὰ φαντασίας ἐνεργοῦσα.

“然而,既然我们通过某种东西判别白与甜以及每一种感觉对象相对于另一种,并且感知到它们相异,那么必然[是通过]感觉;因为它们是感觉对象。” 在提醒人们五种感觉中的每一种都关乎不同的、各自固有的基底感觉对象之后,他根据我们之中存在着某种东西进行比较,并在判别各事物时不仅判别其为“这一个”,而且判别它相异于其他对象以及基底于其他感觉的对象(例如白相异于甜)这一事实,表明存在着对一切[感觉对象]而言单一且共通的感觉。因为灵魂中没有别的能力是认识这一个白的不同与这一个甜的不同的,而只有感觉能力。因为感觉是对个别感觉对象的把握,因为意见在作为个别事物言说它们时亦伴随着感觉,或者在从这些个别事物上升至普遍者时通过感觉,或者在言说个别事物时亦伴随表象而作动。

§3.47

"Ἧι καὶ δῆλον ὅτι ἡ σὰρξ οὐκ ἔστι τὸ ἔσχατον αἰσθητήριον· ἀνάγκη γὰρ ἦν ἁπτόμενον αὐτοῦ κρίνειν τὸ κρῖνον.1" Οὐ περὶ τοῦ ἁπτικοῦ αἰσθητηρίου ὁ λόγος αὐτῷ νῦν, ὡς οὐκ ἔστι τὸ πρῶτον ἁπτικὸν ἡ σάρξ, ἀλλὰ φέρε τὸ περικάρδιον πνεῦμα ἢ τὸ ὁποιονοῦν. καὶ γὰρ εἰ μὴ αὐτόθεν ἅπτεται τοῦ αἰσθητοῦ ἐκείνου ὡς ἡ σάρξ, ἀλλὰ σῶμα ὂν οὐκ ἂν κατὰ τὸ αὐτὸ μόριον τὰ διάφορα καὶ ἐναντία τῶν αἰσθητῶν ἀναδέχοιτο πάθη· οὔτε οὖν σὰρξ οὔτε ἄλλο τι. ἰδίως οὖν ἐπὶ τῆς σαρκὸς διὰ τί ἠξίωται; φαίνεται τοίνυν τὴν σάρκα μὲν ἀντὶ παντὸς εἰπὼν σώματος,2 ἔσχατον δὲ αἰσθητήριον οὐ τὸ ὄργανον ἀλλ’ αὐτὴν καλῶν τὴν αἰσθητικὴν ψυχήν, εἰς ἣν ἀποτελευτᾷ τὸ αἰσθητόν, ἥ τις καὶ τὸ κρῖνον. ἐπεὶ οὖν τὸ δύο τινῶν καὶ πλειόνων τὸ διάφορον γνωρίζον τὰ δύο ἢ καὶ πάντα ἅμα τε γινώσκει καὶ οὐκ ἄλλῳ καὶ ἄλλῳ μέρει, ἀλλὰ ἀδιαιρέτῳ ἑνί, δῆλον ὅτι σῶμα οὐκ ἔστι τὸ ἔσχατον κρῖνον. τὸ γὰρ σῶμα ἁπτόμενον κρίνει, τουτέστιν ἑκάστῳ αἰσθητῷ κατὰ διάφορα προσπῖπτον μέρη, ὡς τὰ ἁπτόμενα τῶν ὧν ἅπτεται κρίνει κατὰ τὴν ἑκάστου μέρους προσβολὴν ἐκεῖνο μόνον· διὸ ὅμοιον ὡς εἰ τοῦ μὲν ἐγώ, τοῦ δὲ σὺ αἴσθοιο.

“由此亦显明,肉并不是终极的感觉器官;因为进行判别者本必然在接触它时进行判别。” 他在此的论述并非关乎触觉的感觉器官,不是说原初的触觉器官不是肉、而是譬如心周的气息或无论什么东西。因为即使那[气息]并不像肉那样直接触及该感觉对象,但作为物体,它亦不可能在同一部分上接受感觉对象相异且相反的受苦;因此既不是肉,也不是其他任何东西。那么为何特意就肉而确立这一主张呢?由此看来,他显然是用肉代指一切物体,并称“终极的感觉器官”不是指工具,而是指感觉对象终结于其中的感觉灵魂自身,此灵魂亦即进行判别者自身。因此,既然认识两者或更多事物的差异者乃是同时认识这两者或一切,且并非以不同部分、而是以不可分的单一者进行认识,那么终极的判别者不是物体便昭然若揭了。因为物体是通过接触来进行判别的,这便是说,是以不同的部分投射于每一个感觉对象,正如同触及者依据每一个部分的接触仅仅判别其所触及的那个对象;因此这无异于我感知这一事物而你感知那一事物。

§3.48

"Οὔτε δὴ κεχωρισμένοις ἐνδέχεται κρίνειν, "Τουτέστι διαφόροις· δεῖ γὰρ ἑνί τινι καὶ τῷ αὐτῷ ἄμφω δῆλα εἶναι, εἰ μέλλοι τῆς πρὸς ἄλληλα αὐτῶν συναισθάνεσθαι ἑτερότητος, διότι σχέσις τις ἡ ἑτερότης, ἡ δὲ σχέσις καὶ ἔστι καὶ γνωρίζεται σὺν τοῖς πεπονθόσι τὴν σχέσιν. οὐ γὰρ ἄν ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ λέγοι, εἰ μὴ ἑκάτερον εἰδείη. δῆλον γὰρ ὡς ὁ λέγων, εἷς καὶ ὁ αὐτὸς ὤν, πρὸ τοῦ λέγειν καὶ γινώσκει εἴτε αἰσθητικῶς εἴτε νοερῶς.

“因此,用分离的[原则]来进行判别也是不可能的,”即用不同的[原则];因为对于单一且同一者而言两者必须是明显的,若它将要一同感知它们相互间的相异性,因为相异性是一种关系,而关系乃是与承受该关系的事物一同存在并被认识的。因为如果不认识两者中的每一个,便不会说甜相异于白。因为显而易见的是,言说者作为单一且同一者,在言说之前便已知晓,无论是通过感觉还是通过理智。

§3.49

"Ὅτι δ’ οὐδ’ ἐν κεχωρισμένῳ χρόνῳ, ἐντεῦθεν." Ὡς γὰρ εἷς καὶ ὁ αὐτὸς ὁ ἄμφω λέγων τὰ ἀλλήλων ἕτερα, οὕτω καὶ ὅτε θάτερον, καὶ τὸ λοιπὸν λέγει, εἴτε ἐν μεριστῷ τινι χρόνῳ τὸ ἕτερον γνωρίζει, ἐν παντὶ αὐτῷ καὶ θάτερον γινώσκων, εἰ ὡς ἕτερα ἀλλήλων ἐν ὅλῳ αὑτῷ εἰδείη, εἴτε ἐν τῷ νῦν, ὅπερ οὐ χρόνος μὲν ἁπλῶς, τὸ δὲ ὅλον τοῦτο ἀδιαίρετος χρόνος ὡς πέρας ὂν τοῦ χρόνου.3 αἰνίττεται δὲ ἴσως ὅτι αἱ ψυχικαὶ καθαραὶ καὶ τέλειοι ἐνέργειαι, καθ’ ὅρους ἀεὶ μεταβαίνουσαι, καὶ ἐν χρόνῳ εἰσὶ τῷ ἐκ τῶν νῦν ὡς ἐκ μονάδων ἀριθμουμένῳ, ἀλλ’ οὐχ οἷος ὁ φυσικὸς χρόνος ἐν συνεχείᾳ (ἐπὶ πλέον δὲ ἡμῖν περὶ τούτου ἐν τοῖς εἰς τὴν Φυσικὴν ἀκρόασιν εἴρηται)· οὐ γὰρ μεριστὴ ἡ κρίσις, ἀλλὰ τελεία ἐνέργεια, ἀλλ’ ἐν τῷ νῦν ὅλη ἅμα.

“而并非在分离的时间中,则由以下可知。” 因为正如言说互为相异的两者的言说者是单一且同一的,同样,当他言说一方时,他亦言说另一方,无论他是在某一可分的时间中认识一方、并在其整个时间中亦认识另一方(如果他在其整个自身中将它们作为互为相异者来认识),还是在“现在”中[认识],“现在”固然不是严格意义上的时间,但这整个东西作为时间的界限乃是不可分的时间。而他或许是在暗示,灵魂纯粹而完全的活动,始终按照界线转移,亦处于由“现在”如由单子数出的时间之中,而非处于连续中的自然时间那样(关于这一点我们在对《自然学》的注解中已有更为详尽的论述);因为判别并非可分的,而是完全的活动,在“现在”中一体同时存在。

语法注3 条
  1. 3.47ἀνάγκη γὰρ ἦν ἁπτόμενον αὐτοῦ κρίνειν τὸ κρῖνον.

    未完成过去时 ἦν 表达反事实的必然性(“判别者本必然在接触它时进行判别”)。宾格短语 τὸ κρῖνον 充当不定式 κρίνειν 的逻辑主语,分词 ἁπτόμενον 作为述语分词与之保持一致。代词 αὐτοῦ 为中性单数属格,指代前文的感觉对象(αἰσθητόν)。

  2. 3.47φαίνεται τοίνυν τὴν σάρκα μὲν ἀντὶ παντὸς εἰπὼν σώματος

    动词 φαίνεται 与主格分词 εἰπών 连用,构成“他显明说了/他看来是说了……”的句式。主语为亚里士多德。宾格短语 τὴν σάρκα 是分词 εἰπών 的直接宾语,介词短语 ἀντὶ παντὸς ... σώματος(“代替一切物体”)充当其状语修饰。

  3. 3.49ὅπερ οὐ χρόνος μὲν ἁπλῶς, τὸ δὲ ὅλον τοῦτο ἀδιαίρετος χρόνος ὡς πέρας ὂν τοῦ χρόνου.

    关系代词 ὅπερ 的先行词是前文的 τὸ νῦν(“现在”)。句中省略了系动词 ἐστίν,由 μέν...δέ 对比 οὐ χρόνος μὲν ἁπλῶς 与 τὸ δὲ ὅλον τοῦτο ἀδιαίρετος χρόνος。中性分词 ὂν 修饰 ὅπερ,说明原因或方式(“作为时间的界限”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:196.33-198.7