← 辛普里丘

亚里士多德《论灵魂》注释

§195.13-196.32

共通感觉的差异判别与非身体性

辛普里丘注解了亚里士多德《论灵魂》426b3–426b10,探讨了可感知的协和如何是依据比率的混合以及感觉如何是判别性的理则。他进一步将个别感觉与其器官的不可分离性界定为工具性使用,并通过同时判别差异的活动阐明了共通感觉的统摄性与非身体性本性格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.41

" Διὸ καὶ ἡδέα μέν, ὅταν εἰλικρινῆ καὶ ἀμιγῆ ὄντα ἄγηται εἰς τὸν λόγον." Ὅταν πρότερα ἄμικτα ὄντα ἄγηται κατά τινα πρὸς ἄλληλα ἁρμονίαν εἰς τὴν τοῦ ἑνὸς λόγου οἰκειότητα. εἰπὼν δὲ καθόλου τὴν αἰσθητὴν συμφωνίαν ἐν μίξει εἶναι, καὶ οὐχὶ ἐν ἀκοῇ τὸ ὀξὺ ἢ τὸ βαρὺ ἄμικτα οὐδὲ ἐν τῇ ἁφῇ τὸ θερμὸν ἢ τὸ ψυχρόν, τὰ ἄκρα δηλαδή, ἀλλὰ ἐν τῇ τούτων μίξει, ἀντὶ δὲ τοῦ θερμοῦ καὶ ψυχροῦ τὸ θερμαντὸν καὶ ψυκτὸν εἶπε,1 τὰς ὕλας σημαίνων τὰς ἄκρως τῷ θερμῷ ἢ τῷ ψυχρῷ χαρακτηριζομένας. ταῦτα δὲ εἰπὼν ἐπιφέρει· "Ἡ δὲ αἴσθησις ὁ λόγος." Τουτέστιν ἡ κριτικὴ ἀμέριστος ἐνέργεια καὶ οὐσία τῆς τοιαύτης ἐνεργείας σὺν τῷ ὀργάνῳ οὔσης προβλητική.

“因此,当它们作为纯粹与不杂者被引入比率时,它们亦是令人愉悦的;”当此前未混合的事物按照彼此间的某种和谐被引入单一比率的亲和性之中时[是令人愉悦的]。而在总括地指出可感知的协和在于混合之中,且既非听觉中未混合的尖锐或低沉,亦非触觉中的热或冷——即两极端——[构成协和],而是存在于这些事物的混合之中以后,他用“可被加热者”与“可被冷却者”代替了热与冷,指明那些被热或冷极度赋予特性的质料。而在说完这些之后,他接着说道: “而感觉乃是比率;”这便是说,它乃是判别性的、不可分的活动,以及投射出与器官同在的此种活动的实体。

§3.43

"Ὑπερβάλλοντα δὲ ἢ λυπεῖ ἢ φθείρει "Τὰ αἰσθητὰ δηλαδή, λυποῦντα μὲν ἐν τῇ κατὰ βραχὺ παρεκβάσει, φθείροντα δὲ ἐν τῇ ἐπιτεταμένῃ.

“过度的事物要么引起痛苦,要么导致毁灭;”显然是感觉对象[如此作动],在轻微的偏离中引起痛苦,而在强烈的[偏离]中导致毁灭。

§3.44

"Ἑκάστη μὲν οὖν αἴσθησις τοῦ ὑποκειμένου αἰσθητοῦ ἔστιν, ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον.2" Βούλεται μὲν ἐπὶ τὴν κοινὴν καλουμένην ἀναβῆναι αἴσθησιν, μίαν οὖσαν πάντων τῶν αἰσθητῶν καὶ ταύτῃ τὸ ἐξαίρετον ἔχουσαν, ὅπερ σαφέστερον εἰσόμεθα ἐκ παραθέσεως τῶν πέντε, ἑκάστης ἰδίᾳ θεωρουμένης περὶ ἕν τι ὑποκείμενον γένος καὶ οὐ περὶ πάντα. διὸ καὶ αὐτὸ τοῦτο προυπέμνησεν, ἵνα τὸ διάφορον πρὸς αὐτὰς τῆς κοινῆς εὐεπίγνωστον ᾖ, οὐχ οὕτως ἐχούσης τὸ διάφορον, ὡς ἰδίου τινὸς ὑποκειμένου παρὰ τὰς πέντε γνωριστικῆς, ἀλλ’ ὡς κατὰ τὴν κοινωνίαν πασῶν ἑστώσης καὶ κατὰ τὸ κοινὸν πασῶν κριτικὸν πέρας. διὸ οὐδὲ δύο αἱ χρώματος αἰσθήσεις, ἀλλὰ μία ἡ ὄψις· ἡ γὰρ κοινὴ κατὰ τὴν ὄψιν, ὡς τοῦ χυμοῦ κατὰ τὴν γεῦσιν, ἀμφοῖν δὲ ὁμοῦ, μᾶλλον δὲ πάντων κατὰ τὴν εἰς ἓν πασῶν ἀποπεράτωσιν. τὸ δὲ ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον ἑκάστῃ μὲν τῶν πέντε τὸ ἀχώριστον ἀποδίδωσιν, ἀλλ’ οὐ σωμάτων ἁπλῶς, ὡς δὲ αἰσθητηρίων τῶν ἤδη καὶ ζώντων καὶ τοιαύτην ζώντων ζωήν, ὡς τῇ αἰσθήσει ὀργάνου τρόπον ὑπηρετεῖν. διὸ καὶ οὕτως ἐν τῷ αἰσθητηρίῳ ἑκάστη ὡς χρωμένη· αὕτη γὰρ ἡ κυρίως αἴσθησις, ἐπεὶ ἥ γε τὸ αἰσθητήριον εἰδοποιοῦσα ἐν σώματι ὑπάρχουσα αὐτὸ δὴ τοῦτο αἰσθητήριον αὐτὸ ἐργάζεται καὶ συμπάσχει τῷ σώματι καὶ ἀπολείπεται τῆς καθαρᾶς ἐνεργείας, ἡ μέντοι χρωμένη, ὡς ὀργάνῳ τῷ αἰσθητηρίῳ χρωμένη, ἐνυπάρχειν αὐτῷ λέγεται.

“因此,每一种感觉都关乎其基底感觉对象,并且就感觉器官作为感觉器官而言存在于感觉器官之中。” 他意图提升至所谓共通感觉,它对一切感觉对象而言乃是单一的,并在此点上具有卓越特权,这一点我们从对五种感觉的对照中将更清晰地认识到,因为每一种感觉都是就某一基底的属而言被单独考察的,而非就一切属而言。因此他亦预先提示了这一点本身,以使共通感觉相对于它们的不同之处易于被认识;这种不同并非在于它是除了这五者之外某种特有基底的认识者,而是在于它立足于一切感觉的共同性,立足于一切感觉的共同判别性界限。因此,并非有两种关于颜色的感觉,而是视觉为一;因为共通感觉按照视觉[判别颜色],如同按照味觉判别滋味,但它将二者一起、或者毋宁说将一切对象,按照一切感觉终结于一而加以[判别]。而“就感觉器官作为感觉器官而言存在于感觉器官之中”这一表述,将不可分离性赋予了五种感觉中的每一种,但这并非单单不可分离于物体,而是不可分离于那些业已活着且过着此种生命以至于能以器官的方式服务于感觉的感觉器官。因此,每一种感觉亦是以使用者的身份如此存在于感觉器官之中;因为这才是严格意义上的感觉,因为那赋予感觉器官以形式的[生命]存在于身体中,恰恰造就了这一感觉器官本身,且与身体同受影响并缺乏纯粹活动;然而那作为使用者、使用感觉器官作为工具的[生命],则被称为内在存在于其中。

§3.45

"Καὶ κρίνει τὰς τοῦ ὑποκειμένου αἰσθητοῦ διαφοράς." Ἐνέργεια δὲ καθαρὰ ἡ κρίσις, καὶ αὐτῆς ψυχῆς ἀλλ’ οὐ σώματος· διὸ καὶ εἰς εἶδος ἄυλον ἀποτελευτᾷ τὸ αἰσθητόν. καὶ ἔτι μᾶλλον τὸ ἐξηρημένον τῆς αἰσθητικῆς ψυχῆς καὶ τὸ καθ’ ἑαυτὴν ἄνευ σώματος ἐνεργητικὸν παρέστησεν προσθεὶς τὸ κρίνειν τὰς τοῦ ὑποκειμένου αἰσθητοῦ διαφοράς· ὥστε μὴ μόνον τὴν ὄψιν τοῦ λευκοῦ καὶ μέλανος εἶναι κριτικήν, ἀλλὰ καὶ τῆς πρὸς ἄλληλα αὐτῶν διαφορᾶς, ἥ τις καὶ ἀδιαιρέτου ἐστὶν ἐνέργεια, ὡς ἐρεῖ, καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ καὶ ἀπαθής. πάσχειν γὰρ ἅμα τὰ ἐναντία ἀδύνατον, ἐνεργεῖν δὲ οὐδὲν κωλύεται. οὐκοῦν ἀχώριστος μὲν ἔσται τοῦ αἰσθητηρίου, ὡς ὀργάνῳ τῷ ἤδη ζῶντι χρωμένη πρὸς τὴν εἰς τὸ ἐνεργεῖν ἔγερσιν, ἐγερθεῖσα δὲ καθ’ αὑτὴν ἐνεργεῖ ὡς ἀσώματος, εἴ γε ἀδιαιρέτου ἡ τῶν ἀντικειμένων ἅμα κρίσις3 καὶ ὡς ἀδιαιρέτοις αὐτοῖς ἐπιβάλλουσα (εἴδη γὰρ ἄνευ ὕλης τὰ κατ’ ἐνέργειαν αἰσθητά) καὶ ἐνέργεια ἐνεργοῦσα ἀμερίστως· ἐν γὰρ τῷ νῦν. μεριστὴ δὲ ἡ σωματική· διὸ κίνησις ἡ τοῦ σώματος ἐνέργεια. καὶ εἰ μὴ μόνη ἡ ὄψις ἀλλὰ καὶ αἱ λοιπαὶ τοιαῦται, μειζόνως ἡ κοινή, ὡς καὶ τὰς πασῶν ἐναντιότητας γνωρίζουσα ἐξηρημένως, καὶ καθ’ ἑαυτὴν ἕξει τὴν κριτικὴν ἐνέργειαν, τὸ οἷον κέντρον οὖσα πασῶν, καὶ τὸ ἑνοειδὲς αὐτῶν συναιρετικὸν πέρας.

“并判别基底感觉对象的诸差异。” 判别乃是纯粹活动,属于灵魂自身而非身体;因此感觉对象亦终结于不带质料的形式。而且,他通过补充“判别基底感觉对象的诸差异”,更加展现了感觉灵魂的超越性及其在自身中无需身体而作动的力量;从而使视觉不仅能够判别白与黑,亦能判别它们彼此间的差异,正如他将要说的那样,此种差异[的判别]乃是不可分者的活动,且发生于不可分的时间之中,并且是免于受苦的。因为同时受相反者的影响是不可能的,但同时作动却绝无阻碍。因此,感觉作为使用业已活着的器官以激发自身进入活动而言,固然与感觉器官不可分离;但一旦被激发,它便作为非身体性者而在自身中作动,如果对对立事物的同时判别确实属于不可分者,且作为不可分者投射于这些对象(因为现实活动中的感觉对象乃是不带质料的形式),并且是一种不可分地作动的活动;因为它是在“现在”中[作动]的。但身体性的活动则是可分的;因此身体的活动乃是运动。如果不仅视觉如此,其余感觉亦是如此,那么共通感觉更是如此,作为超越地认识所有感觉的相反者,它将在自身中拥有判别活动,作为一切感觉的仿佛中心,以及它们的整一的统摄性界限。

语法注3 条
  1. 3.41ἀντὶ δὲ τοῦ θερμοῦ καὶ ψυχροῦ τὸ θερμαντὸν καὶ ψυκτὸν εἶπε

    辛普里丘解释了亚里士多德文本(426b5–6)中实体化形容词的用词选择。亚里士多德使用“可被加热者与可被冷却者”(θερμαντόν, ψυκτόν)代替简单的性质词“热与冷”(θερμόν, ψυχρόν),是为了直接指称那些带有极端性质的基底质料(ὕλας)。

  2. 3.44ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον

    辛普里丘分析了限定短语“就感觉器官作为感觉器官而言”(ᾗ αἰσθητήριον)的修饰限定作用:它并不是指感觉依赖于一般的身体,而是专指依赖于已被生命化、作为感觉工具而运作的器官(ὡς ὀργάνῳ χρωμένη)。借此在句法与义理上区分了仅仅赋予肉体器官以形式的低级生命与将器官作为工具使用的纯粹判别能力。

  3. 3.45εἴ γε ἀδιαιρέτου ἡ τῶν ἀντικειμένων ἅμα κρίσις

    在由 εἴ γε 引导的条件从句中,属格 ἀδιαιρέτου 表示所属,作省略的系动词 ἐστί 的表语(“若对立事物的同时判别确实属于不可分者”)。主语短语 ἡ ... κρίσις 随后由分词短语 ἐπιβάλλουσα(主格阴性单数)以及同位语短语 ἐνέργεια ἐνεργοῦσα ἀμερίστως 并列修饰,构成了论证感觉灵魂以不可分及非身体性方式进行判别的骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:195.13-196.32