- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:193.31-195.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德《论灵魂》第3卷第2章426a27关于听觉是比率的论证,依据普鲁塔克的读法重构了三段论,并论证了感觉作为不带质料的形式乃是理则。
" Εἰ δ’ ἡ συμφωνία φωνή τίς ἐστιν." Καλῶς μοι δοκεῖ ὁ Πλούταρχος ἐπιστῆσαι, ὡς τὸ ἐν τῇ δευτέρᾳ συλλαβῇ ἦτα οὐκ ἔστιν ἄρθρον, ἀλλὰ συνδέσμου μέρος,1 ἵνα μὴ τρία ἀλλὰ δύο μέρη λόγου ᾖ τὸ εἰ δή, καὶ ἵνα ἡ τὶς φωνὴ ὑποκείμενον ᾖ, κατηγορουμένης τῆς συμφωνίας, καὶ ὁ λόγος ἀπὸ τοῦ κατηγορουμένου ἄρχηται. καὶ τοῦ προκειμένου συλλογισμοῦ ἐκ τριῶν συγκειμένου προτάσεων οὕτως· ἡ κατ’ ἐνέργειαν ἀκοὴ ἡ κατ’ ἐνέργειάν ἐστι φωνή· ἡ κατ’ ἐνέργειαν φωνὴ συμφωνία ὑπάρχει· πᾶσα συμφωνία λόγος ἐστίν· ἡ κατ’ ἐνέργειαν ἄρα ἀκοὴ λόγος ἐστί· πρώτη ἔκκειται τῶν τριῶν ἡ μέση, ἀπὸ τοῦ κατηγορουμένου ἀρχομένη. ὅτι μὲν οὖν ἡ κατ’ ἐνέργειαν ἀκοὴ ἡ κατ’ ἐνέργειαν φωνή ἐστιν ὡς μία καὶ ἡ αὐτή, διότι τῷ ὑποκειμένῳ, ἔστι δὲ οὐχ ὡς αἱ αὐταὶ ἕτεραι οὖσαι κατ’ ἰδιότητα, ἐκ τῶν ἄρτι προειρημένων γνώριμον. καὶ ἀληθὴς ἄρα ἡ ἀξιοῦσα πρότασις, τρόπον τινὰ τὴν αὐτὴν εἶναι τὴν κατ’ ἐνέργειαν φωνήν τε καὶ ἀκοήν. ὅτι δὲ καὶ τὴν συμφωνίαν καλῶς κατηγορεῖ τῆς τινὸς φωνῆς, τουτέστι τῆς κατ’ ἐνέργειαν, γνοίημεν ἂν ἐκ τοῦ ἐπιτεινομένων τοῦ ὀξέος καὶ βαρέος ἀπόλλυσθαι τὴν κατ’ ἐνέργειαν φωνήν· μὴ γὰρ γίνεσθαι ἀκουστὴν ἢ τὴν ἄγαν βαρεῖαν ἢ τὴν ἄγαν ὀξεῖαν, τῆς ἄγαν ὀξείας καὶ φθειρούσης τὴν ἀκοήν, ὡς τὴν ὄψιν τῆς ἄγαν λαμπρότητος,2 ἐπὶ δὲ τῶν λοιπῶν αἰσθήσεων καὶ τῆς ὅλης τοῦ ζῴου φθειρομένης συστάσεως, ἐναργῶς μὲν ὑπὸ τῶν ἐπιτεταμένων ἁπτῶν καὶ τῶν πληκτικῶν χυμῶν, ἤδη δὲ καὶ ὀσμῶν τινων, ὁποῖαι ἐν τοῖς Χαρωνείοις. καθ’ ἑκάστην οὖν τὸ κατ’ ἐνέργειαν αἰσθητὸν ἐν συμφωνίᾳ τινὶ εἶναι βούλεται τῶν ἄκρων, ὥστε μὴ ἐλλείπειν μήτε ὑπερβάλλειν, ἔχειν δὲ μέσως πως· τοῦτο γὰρ ἡ συμφωνία, οἷον κρᾶσίς τις οὖσα τῶν ἄκρων, ὀξέος μὲν καὶ βαρέος ἐν ἀκοῇ, λαμπρότητος δὲ καὶ ἀμυδρότητος ἐν ὄψει, καὶ ἐν ἑκάστῃ τοῦ καθ’ ἑκάστην πληκτικοῦ καὶ τῆς οἰκείας στερήσεως. εἰκότως ἄρα καὶ τῆς κατ’ ἐνέργειαν φωνῆς, ὥσπερ καὶ παντὸς τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ, τὴν συμφωνίαν κατηγορεῖ. ἡ δὲ μεγίστη τῶν τριῶν προτάσεων3 λόγον εἶναι τὴν συμφωνίαν ἀξιοῖ, ὡς κατά τινα λόγον ἐπιτελουμένην ἔκ τινων διαφερομένων εἰς ἑνός τινος ἀποπλήρωσιν. προηγεῖσθαι γὰρ ἀνάγκη ὁριστικήν τινα αἰτίαν, εἰ ἕν τι ἐκ πλειόνων ἀποτελεῖσθαι μέλλοι, εἴτε φυσικὸν εἴτε τεχνικόν. ἐν ὅρῳ γὰρ πάντως τὸ ἓν καὶ ἐν τελειότητι τὸ κυρίως ἕν· ἀλλὰ τὸ μὲν σωματικὸν ἓν ὡς τέλειον καὶ ὡρισμένον, οἷον ἡ τῶν χορδῶν συμφωνία ἢ ἡ λίθων τε καὶ πλίνθων καὶ ξύλων εἰς οἴκου κατασκευὴν εὐάρμοστος σύνθεσις, κατὰ τὸν τεχνικὸν ὁριζομένη λόγον, ὡς ἡ ἐκ τῶν τεττάρων στοιχείων τῆς σαρκὸς γένεσις κατὰ τὸν φυσικόν· ἡ δέ γε αἰσθητὴ κατ’ ἐνέργειαν συμφωνία, τὸ ἄνευ ὕλης οὖσα τοῦ αἰσθητοῦ εἶδος καὶ εἰς τὸ ἀμερὲς συναιρουμένη, οὐδὲ κατὰ λόγον ἔτι, ἀλλὰ καὶ ὅρος καὶ λόγος καὶ τελειότης. οὐκοῦν καὶ ἡ κατ’ ἐνέργειαν ἀκοὴ καὶ πᾶσα αἴσθησις, ἡ αὐτὴ τῷ ὑποκειμένῳ οὖσα τῷ αἰσθητῷ, λόγος ἔσται καὶ ὅρος κριτικός· οὐ γὰρ ἂν εἰς ταὐτὸν ἴοι τὸ ὁριζόμενον τῷ ὅρῳ οὐδὲ ἔτι μᾶλλον τὸ ἀόριστον, ἀλλὰ λόγος λόγῳ καὶ ὅρος ὅρῳ. πᾶσα ἄρα αἴσθησις λόγος, ἐνεργητικὸς μὲν ἡ κατ’ ἐνέργειαν, ἡ δὲ ταύτης προβλητικὴ ὁ οὐσιώδης λόγος ὡς τὸ ἄνευ ὕλης εἶδος καὶ ὡς εἰς τὸ ἀμέριστον συναιρουμένη καὶ κυριώτερον εὐφημουμένη λόγος ἀλλ’ οὐκ εἶδος· ἐπειδὴ ψυχή τις καὶ ἡ αἰσθητικὴ οὐσία, μετὰ δὲ τὰ εἴδη ἡ ψυχὴ καὶ ἀνελιττομένη ἐστὶν οὐσία, πρὸ τῶν μεριστῶν μέν, οὐ παντελῶς δὲ ἀμέριστος καὶ δευτέρως οὖσα αἰτία. καὶ τὶς λόγος, ἀλλ’ οὐχ ἁπλῶς· ἁπλῶς γὰρ μᾶλλον ἡ διανοητική, ἡ δὲ αἰσθητικὴ τὶς διὰ τὴν ὕφεσιν καὶ τὴν σὺν τῷ σώματι ἐνέργειαν. δῆλον δὲ ὡς καὶ εἷς ἐστι καὶ πολὺς ἑκάστη αἴσθησις λόγος, τοσοῦτος ὤν, ὅσων τὸ αἰσθητὸν αὐτῆς περιεκτικὸν εἰδῶν. καὶ διὰ τοῦτο καὶ φθείρει ἕκαστον ὑπερβάλλον, εἰς τὸ αἰσθητήριον δρῶν καὶ ἀνεπιτήδειον ἐργαζόμενον πρὸς τὴν τοῦ λόγου ὑποδοχήν. τῇ γὰρ τοιᾷδε τῶν στοιχείων κράσει συμμέτρως ἑκάστη ζωὴ ἐγγίνεται, ἥ τε ὡς ζωτικὸν αὐτὸ εἰδοποιοῦσα ὄργανον καὶ ἡ ὡς ὀργάνῳ χρωμένη. ἡ δὲ τοῦ αἰσθητοῦ ὑπερβολὴ φθείρει τὴν σύμμετρον τοῦ ὀργάνου κρᾶσιν καὶ διὰ τοῦτο κωλύει καὶ τὴν τῆς αἰσθήσεως δι’ αὐτοῦ ἐνέργειαν, ὡς λόγου τινὸς ὄντος τῆς αἰσθήσεως, οὐ σχέσεως καὶ οἷον ἁρμονίας τῶν κιρναμένων στοιχείων (δέδεικται γὰρ ὅτι ἀδύνατον ἁρμονίαν εἶναι τὴν ψυχήν), ἀλλ’ οὐσίας κατὰ λόγον οὐσιωμένης κριτικὸν τῶν αἰσθητῶν καὶ χρωμένης οἰκείως ἑαυτῇ κατεσκευασμένῳ ὀργάνῳ.
“如果协和是某种声音,”在我看来,普鲁塔克似乎妥当地指出了:第二音节中的伊塔并非冠词,而是连词的一部分,以使“ei de”不是三个词类而是两个词类,并且使“某种声音”成为主词,而“协和”被述谓,且该陈述从述词开始。而且,所提出的三段论是由三个前提如下构成的:“现实活动中的听觉是现实活动中的声音;现实活动中的声音作为协和而存在;一切协和皆是比率;因此现实活动中的听觉是比率”;在这三个前提中,中间的一个从述词开始被首先陈述出来。 那么,现实活动中的听觉之所以是现实活动中的声音,乃是作为一和同一者而言的,因为它们在基底上[是一],但就它们在特有本质上彼此相异而言则不是同一的,这一点从刚才所说的内容中已很清楚。因此,主张现实活动中的声音与听觉在某种方式上是同一的那一前提乃是真实的。 而关于他何以将“协和”妥当地述谓于“某种声音”,即述谓于现实活动中的[声音],我们可从尖锐与低沉在过度强化时现实活动中的声音便告消灭这一事实中得知;因为过分低沉或过分尖锐的[声音]都不会成为可听的,过分尖锐的[声音]甚至会摧毁听觉,正如过度的光亮[摧毁]视觉一样,而在其余的感觉上,动物的整个构造甚至都会被摧毁,显然是被过度强化的触觉对象和极具冲击力的滋味所摧毁,进而亦被某些气味所摧毁,例如在卡戎冥穴中的那些气味。 因此,在每一[感觉]中,现实活动中的感觉对象都要求处于两极端的某种协和之中,从而既不亏缺亦不过度,而是处于某种居间状态;因为协和就是如此,它仿佛是两极端的一种调和:在听觉中是尖锐与低沉的[调和],在视觉中是光亮与昏暗的[调和],而在每一感觉中则是其各自具有冲击力者与其固有的缺失的[调和]。因此,正如对一切现实活动中的感觉对象一样,他将协和述谓于现实活动中的声音,亦是理所当然的。 而三个前提中最大的一个主张协和是比率,因为它是依照某种比率由某些相异者所完成为一个单一者的实现的。因为若要由多数事物完成为某种单一者,无论属自然还是属技艺,都必然有某种界定性的原因先行在先。因为一全然处于界限之中,而严格意义上的一则处于成全之中;然而,身体性的一作为完全且被界定者——例如琴弦的协和,或是为了建造房屋而由石头、砖块与木材所构成的协调拼合,是按照技艺的理则被界定的,正如由四元素生成肌肉是按照自然的理则一样——然而现实活动中可感知的协和,作为感觉对象的不带质料的形式并被汇聚于无部分者之中,却甚至不再是依照理则,而是界限、理则与成全。 因此,现实活动中的听觉与一切感觉,既然在基底上与感觉对象同一,便将是理则与判别性的界限;因为被界定者绝不会与界限归为同一物,不定者更是如此,而是理则与理则归为同一,界限与界限归为同一。因此,一切感觉皆是理则:现实活动中的[感觉]是作动性的[理则],而投射出这一活动的[感觉]则是本质性理则,作为不带质料的形式并被汇聚于不可分者之中,且更严格地被称颂为理则而非形式;因为感觉的实体亦是某种灵魂,而灵魂在诸形式之后是一种展开的实体,虽先于可分者,却并非全然不可分,并且是作为第二位的起因而存在的。 而且[感觉]是某种理则,但并非全然是;因为理智能力毋宁是全然的[理则],而感觉能力由于其降减以及与身体相连的活动,则是某种[理则]。显而易见,每一感觉既是单一的理则,又是繁复的理则,其繁复的程度取决于其感觉对象所包含的形式之多寡。正因如此,每一过度的[对象]都会摧毁[感觉],它作用于感觉器官并使其不适于接纳理则。因为伴随着元素的这样一种调和,各种生命匀称地生于其中,无论是将其赋形为生命器官的[生命],还是将其作为器官来使用的[生命]。然而感觉对象的过度摧毁了器官的匀称调和,并因此阻碍了感觉通过它而进行的活动,因为感觉是某种理则,而不是被混合元素的某种关系和仿佛和谐(因为已经证明灵魂绝不可能是和谐),而是依照判别感觉对象的理则而被实体化、并使用为自身适切配备的器官的实体。
- 3.40τὸ ἐν τῇ δευτέρᾳ συλλαβῇ ἦτα οὐκ ἔστιν ἄρθρον, ἀλλὰ συνδέσμου μέρος
普鲁塔克关于文本读法(εἰ δή 与 εἰ δ' ἡ)的句法判断。通过读作 εἰ δή,字母 êta 被解释为连词/助词 δή 的一部分,而非定冠词(ἡ),从而将三个词(εἰ + δέ + ἡ)缩减为两个词(εἰ + δή)。由此,后文的 φωνή τις 被确定为语法主语,而 συμφωνία 则是谓语。
- 3.40τῆς ἄγαν ὀξείας καὶ φθειρούσης τὴν ἀκοήν, ὡς τὴν ὄψιν τῆς ἄγαν λαμπρότητος
独立属格结构与动词省略。短语 τῆς ἄγαν ὀξείας καὶ φθειρούσης τὴν ἀκοήν 构成在先的独立属格,随后的 ὡς τὴν ὄψιν τῆς ἄγαν λαμπρότητος 则需从前句中承前补出分词 φθειρούσης,以支配宾格 τὴν ὄψιν(“正如过度的光亮[摧毁]视觉一样”)。
- 3.40ἡ δὲ μεγίστη τῶν τριῶν προτάσεων
逻辑学专业术语的句法功能。此处的 μεγίστη πρότασις 是指称直言三段论中“大前提”的最高级表达。在前面提出的三段论中,它指明了“一切协和皆是比率”这一全称命题是大前提。
