← 辛普里丘

亚里士多德《论灵魂》注释

§192.21-193.30

受动者中的感觉活动与对德谟克利特的批判

辛普利丘依据《物理学》第三卷的学说(作用与运动存在于受动者之中),论证了感觉与感觉对象的现实活动为何同时存在于感知者之中。他区分了感觉器官的身体性受动与灵魂的主动认识投射,指出感觉与感觉对象唯在现实活动中才同时存立与消亡,并批判了将此混同于潜能状态的德谟克利特派观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.37

" Εἰ δή ἐστιν ἡ κίνησις καὶ ἡ ποίησις καὶ τὸ πάθος ἐν τῷ ποιουμένῳ καὶ τὰ ἑξῆς." Ποιητικὸν μὲν λέγει τὸ δυνάμει αἰσθητόν, κινούμενον δὲ καὶ πάσχον καὶ ποιούμενον τὸ δυνάμει αἰσθητικόν· ἐν ᾧ καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν καὶ τὴν κατ’ ἐνέργειαν ὑπάρχειν αἴσθησιν.1 μὴ γὰρ ἐν τῷ ποιοῦντι ἢ ἐν τῷ κινοῦντι εἶναι τὴν ποίησιν ἢ τὴν κίνησιν, ἀλλ’ ἐν τῷ πάσχοντι καὶ κινουμένῳ, ὡς ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως παραδέδοται· διὸ τὸ κινοῦν μὴ πάντως κινεῖσθαι, ὡς οὐκ ἐν αὐτῷ τῆς ἀπ’ αὐτοῦ οὔσης κινήσεως. οὕτως οὖν καὶ ὁ ψόφος, ὡς αἰσθητὸς δηλαδή, καὶ ἡ κατ’ ἐνέργειαν ἀκοὴ ἐν τῇ κατὰ δύναμιν ἔσται αἰσθήσει, ἐν τῇ τέως δηλαδὴ κατὰ δύναμιν οὔσῃ, ἐπειδὰν δὲ δέξηται, ἐνεργείᾳ γινομένῃ. τίς οὖν ἡ ποίησις καὶ ἡ κίνησις, ἧς τὸ αἰσθητὸν ποιητικόν; οὐ δήπου ἡ κατ’ ἐνέργειαν γνῶσις, οὐδὲ ἡ κατ’ ἐνέργειαν αἴσθησις. ἡ γὰρ ποίησις ἡ αὐτὴ τῇ πάθῃ· οὔτε δὲ πάθη οὔτε κίνησις, ἀλλ’ εἴδη καὶ ἐνέργειαι καὶ τελειότητες,2 οὔτε τὸ ἄζων τῶν ζωτικῶν ὑποστατικόν. ἀλλ’ ἐπειδὴ παθεῖν τι δεῖ τὸ αἰσθητήριον σωματικὸν πάθος καὶ κινηθῆναι ὑπὸ τοῦ αἰσθητοῦ, ἐφ’ ᾧ ἡ αἰσθητικὴ ἐγείρεται ψυχὴ εἰς προβολὴν τῶν οἰκείων τῷ ἐγγινομένῳ πάθει λόγων, καθ’ οὓς καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητόν ἔστιν, ποιητικὸν μὲν τὸ δυνάμει αἰσθητὸν τῆς ἐν τῷ ὀργάνῳ σωματικῆς πείσεως, παθητικὴ δὲ ἡ κατὰ δύναμιν αἴσθησις κατὰ τὸ ὄργανον καὶ τὴν τούτου ἔξωθεν σωματικὴν κίνησιν, ἐπεὶ ἡ ἐπὶ τῇ κινήσει καὶ τῇ πείσει ἐνέργειά τε κριτικὴ καὶ ἡ τοῦ γνωστοῦ τελειότης καὶ τὸ ἄνευ ὕλης τοῦ γνωστοῦ ἐν τῇ ζωῇ εἶδος ἔνδοθεν, καὶ ἀφ’ ἑαυτῆς ἡ ψυχὴ ἐνεργεῖ δεομένη πρὸς τὴν ἐνέργειαν τῆς τοῦ ὀργάνου ὑπὸ τοῦ αἰσθητοῦ πείσεως· ἐπειδὴ σωματικὴ μὲν ἔξωθεν αὐτῷ ἡ ἐγγινομένη κίνησις, αὐτὸ δὲ τὸ αἰσθητήριον, ἅτε αἰσθητικῶς ζῶν, οὐ πάσχει ὡς τὰ ἄψυχα, ἀλλ’ ἐνεργητικῶς πάσχει καὶ ταύτῃ προκαλεῖται τὴν καθαρὰν τῆς αἰσθητικῆς ψυχῆς ἐνέργειαν, προσεχῶς καὶ προσφυῶς προσαρμοζομένην τῇ ζωτικῇ κινήσει.

“如果运动、作用与受动确是在受作用者之中,等等。” 他称潜能中的感觉对象为作动的,而称潜能中的感觉能力为被运动的、受动的和受作用的;[他说]现实活动中的感觉对象与现实活动中的感觉皆存在于这[感觉能力]之中。因为作用或运动并非在施动者或运动者之中,而是在受动者与被运动者之中,正如在《物理学》第三卷中所传授的那样;因此,运动者并非必然被运动,因为出自它的运动并非在它自身之中。因此,声音(显见是作为感觉对象而言)与现实活动中的听觉亦将处于潜能的感觉之中,即处于迄今为止在潜能中、而在接纳之后化为现实活动的[感觉]之中。那么,感觉对象作为其作动因的作用与运动究竟是什么呢?断非现实活动中的认识,亦非现实活动中的感觉。因为作用与受动是同一的;而[认识与感觉]既非受动亦非运动,乃是形式、现实活动与成全,无生命者亦不能使生命者存立。然而,既然感觉器官必须遭受某种身体性的受动并被感觉对象所运动,感觉灵魂据此被唤醒,去投射那些特属于所产生之受动的诸理则,依照这些[理则],现实活动中的感觉与现实活动中的感觉对象得以存在,因此潜能中的感觉对象是器官中身体性受动的作动因,而潜能中的感觉就器官及其来自外部的身体性运动而言则是受动的。因为继运动与受动而来的判别性活动、被认识对象的成全、以及生命中被认识对象的不带质料的形式乃是来自内部的,灵魂虽然为了这一活动而需要感觉对象对器官所致的受动,却仍是从自身出发进行活动的;因为器官中产生的运动虽是从外部而来的身体性运动,但感觉器官自身因其具有感觉性的生命,并不像无生物那样受动,而是能动地受动,并以此促发感觉灵魂的纯全活动,此活动直接且适切地与生命性运动相协调。

§3.38

"Διττὸν γὰρ ἡ ἀκοὴ καὶ διττὸν ὁ ψόφος." Διὰ τὸ ἐφ’ ἑκάτερα δυνάμει τε καὶ ἐνεργείᾳ· ἀλλ’ ἡ μὲν ἀκοὴ καὶ ἡ δυνάμει καὶ ἡ ἐνεργείᾳ ἐν τῷ αἰσθητικῷ, ὁ δὲ ψόφος ὁ μὲν κατ’ ἐνέργειαν ἐν τῷ αἰσθητικῷ καὶ αὐτός· ὡς γὰρ αἰσθητὸς κατ’ ἐνέργειαν ἐν τούτῳ· ᾗ δὲ κατὰ δύναμιν, ἔξωθεν.

“因为听觉是双重的,声音也是双重的。” 这是因为在两方面皆有潜能与现实之分。然而,潜能中的听觉与现实中的听觉都在感觉能力之中,而现实中的声音自身亦在感觉能力之中;因为作为感觉对象,它在现实活动中是在感觉能力之中的;但就其在潜能中而言,则是在外部。

§3.39

"Ἀλλ’ ἐπ’ ἐνίων μὲν καὶ ὠνόμασται, οἷον ἡ ψόφησις καὶ ἡ ἄκουσις." Ἄκουσις μὲν ἡ κατ’ ἐνέργειαν ἀκοή, ψόφησις δὲ ὁ κατ’ ἐνέργειαν αἰσθητὸς ψόφος. ἐπὶ δὲ τοῦ κατ’ ἐνέργειαν ὁρατοῦ καὶ τοῦ γευστοῦ ἐκλείπει τὸ ὄνομα, θάτερον δὲ ἡ κατ’ ἐνέργειαν γνῶσις ὠνόμασται καὶ ἐπὶ τούτων, ὅρασις καὶ γεῦσις. καλῶς δὲ καὶ ἐναργῶς κἀκεῖνο συμπεραίνεται τὸ ἅμα ὑφίστασθαι καὶ διαμένειν ὄντα καὶ φθείρεσθαι τὰ κατ’ ἐνέργειαν αἰσθητά τε καὶ αἰσθητικά,3 ἐπειδή, εἰ καὶ τῇ ἰδιότητι ἕτερα τὸ αἰσθητόν τε καὶ αἰσθητικόν, ἀλλ’ αἱ ἀμφοῖν ἐνέργειαι τῷ ὑποκειμένῳ μία. ὑπὸ δὲ τῶν περὶ Δημόκριτον καὶ τὸ δυνάμει αἰσθητόν, οἷον αὐτὸ τὸ χρῶμα καὶ ὁ ψόφος, ἠξιοῦτο ἐν τῷ αἰσθητικῷ ὑφίστασθαι καὶ ἄνευ τῆς ἐνεργούσης αἰσθήσεως μὴ εἶναι. οὐκ ὀρθῶς τοῦτό γε· ἐπὶ γὰρ τῶν κατ’ ἐνέργειαν ἀληθὲς μόνον.

“但在某些情况下甚至已被命名,例如发声与听取。” 听取是现实活动中的听觉,发声则是现实活动中作为感觉对象的声音。但在现实活动中的可见物与可味物上,名称有所缺失;而另一项,即现实活动中的认识,在这些情况中亦被命名为视觉与味觉。而且,现实活动中的感觉对象与感觉能力同时存立、持续存在并一同消亡,这一结论亦被完满且清晰地得出;因为即使感觉对象与感觉能力在特有本质上彼此相异,两者的活动在基底上却是一。然而,德谟克利特一派认为,连潜能中的感觉对象(例如颜色自身与声音)亦是在感觉能力之中存立,并且若无活动着的感觉便不存在。这并不正确;因为这唯独对现实活动中的事物才是真的。

语法注3 条
  1. 3.37ἐν ᾧ καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν καὶ τὴν κατ’ ἐνέργειαν ὑπάρχειν αἴσθησιν

    在关系从句 ἐν ᾧ(先行词为前文的 τὸ δυνάμει αἰσθητικόν)中,出现了不定式 ὑπάρχειν 与两个宾格主语(τὸ ... αἰσθητόν 与 τὴν ... αἴσθησιν)构成的宾格不定式结构。这是承接前文主句动词 λέγει 所引导的间接引语用法。

  2. 3.37οὔτε δὲ πάθη οὔτε κίνησις, ἀλλ’ εἴδη καὶ ἐνέργειαι καὶ τελειότητες

    承接前文的疑问及否定回答(οὐ δήπου ἡ κατ’ ἐνέργειαν γνῶσις, οὐδὲ ἡ κατ’ ἐνέργειαν αἴσθησις),本句省略了系动词(ἐστίν 或 εἰσίν)和主语(现实活动中的认识与感觉)。其表语结构表明:它们既非受动亦非运动,而是形式、活动与成全。

  3. 3.39τὸ ἅμα ὑφίστασθαι καὶ διαμένειν ὄντα καὶ φθείρεσθαι τὰ κατ’ ἐνέργειαν αἰσθητά τε καὶ αἰσθητικά

    带冠词的不定式短语(τὸ ... ὑφίστασθαι ...)整体作为前置代词 κἀκεῖνο 的同位语说明。主动词 συμπεραίνεται 为被动语态(“……亦被得出结论”),该不定式短语构成其主语内容,其不定式的逻辑主语是宾格短语 τὰ κατ’ ἐνέργειαν αἰσθητά τε καὶ αἰσθητικά。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:192.21-193.30