← 辛普里丘

亚里士多德《论灵魂》注释

§190.33-192.20

感觉对象与感觉现实活动的同一与相异

注解亚里士多德《论灵魂》425b25–426a1,阐明感觉对象与感觉的活动在基底上同一而在存在规定上各异,并通过声音与听觉的实例,论述两者在现实活动中的同时性以及感觉灵魂对感觉形式的成全与投射。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.32

" Ἡ δὲ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ τῆς αἰσθήσεως ἡ αὐτὴ μέν ἐστι καὶ μία, τὸ δὲ εἶναι οὐ ταὐτόν αὐταῖς.1" Δεκτικὸν θέμενος τὸ αἰσθητήριον τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης, καὶ ὅτι μὴ ἀεὶ κατ’ ἐνέργειαν ἕστηκεν ἐνδειξάμενος2 (“καὶ γὰρ ὅταν μὴ ὁρῶμεν” φησὶ καὶ αὖθις “καὶ ἀπελθόντων τῶν αἰσθητῶν”· εἰκότως ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐνεργείᾳ ἐστὶ τὸ αἰσθητόν τε καὶ τὸ αἰσθητικόν· ἐν οἷς γὰρ τὸ μὴ ἀεὶ ἐνεργεῖν, καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ παρὰ μέρος ἀναφαίνεται) ἐπεξεργάζεται εὐλόγως, πότε ἑκάτερον ἐπ’ ἀμφοῖν, τοῦ τε αἰσθητοῦ ᾗ αἰσθητόν, καὶ τοῦ αἰσθητικοῦ ὡσαύτως· καὶ πῶς ἑκάτερον αἴτιον τοῦ ἐνεργείᾳ τό τε αἰσθητὸν καὶ ἡ αἴσθησις· καὶ ὅτι κατὰ λόγον καὶ ἅμα καὶ οὐκ ἔξω, ἀλλ’ ἐν τῷ αἰσθανομένῳ ἡ ἀμφοῖν ἐνέργεια καὶ τελειότης. καὶ προσήκει μὲν καὶ τοῖς ἄλλοις ζῴοις τὸ κεφάλαιον· κεκίνηται δὲ ἐν τῷ τρίτῳ διὰ τὸ τὴν κατὰ λόγον ὑπόστασιν τῆς αἰσθήσεως ἐν τῷ λογικῷ ζῴῳ ἐμφαίνεσθαι, τὸν δὲ σκοπὸν εἶναι τῷ τρίτῳ περὶ τῆς λογικῆς ζωῆς. μίαν δέ φησιν εὐθὺς ἀρχόμενος τοῦ κεφαλαίου καὶ τὴν αὐτὴν εἶναι τῷ ὑποκειμένῳ τήν τε τοῦ αἰσθητοῦ καὶ τῆς αἰσθήσεως ἐνέργειαν, τὸ δὲ εἶναι οὐ τὸ αὐτό. ἡ γὰρ ἑκατέρας ἰδιότης διάφορος. ἐνέργεια δὲ τῆς μὲν αἰσθήσεως, ὅταν αἰσθάνηται, τοῦ δὲ αἰσθητοῦ οὐχ ὅταν χρῶμα ἢ ὅταν ψόφος ᾖ, ἀλλ’ ὅταν αἰσθητόν, ἵνα ὡς αἰσθητὸν ἐνεργείᾳ ᾖ. συντρέχει γὰρ πάντως τὸ κατ’ ἐνέργειαν αἰσθητὸν τῇ κατ’ ἐνέργειαν αἰσθήσει, ἐπειδὴ καὶ πρὸς ἄλληλα λέγεται, ὡς καὶ τὸ ἐνεργείᾳ διπλάσιον τῷ ἐνεργείᾳ ἡμίσει καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ πρός τι, καὶ ἐπειδὴ πᾶσα ἡ ἐνεργείᾳ γνῶσις κατὰ τὸν ὅρον ἵσταται τοῦ γνωστοῦ, ὡς τελειουμένη καὶ χαρακτηριζομένη κατ’ αὐτό, οὐκ ἀπολλῦσα τὸ οἰκεῖον τὸ εἶναι γνῶσις, ἀλλὰ μένουσα καὶ μάλιστα οὖσα τελεία γνῶσις ὅλη δι’ ὅλης γίνεται τὸ γνωστόν, ἑτέρου μὲν τοῦ γνωστικοῦ ὄντος ἰδιώματος παρὰ τὸ γνωστόν, ἐφιεμένου δὲ καὶ πρὸς αὐτὸ ἱεμένου καὶ ὅταν τύχῃ καταδραττομένου καὶ δι’ ὅλου ἑαυτοῦ ἐγκολπιζομένου πρὸς αὐτό, ὡς εἶναι ἄμφω ἕν, διὰ μὲν τὸ διάφορον τῆς ἰδιότητος ἄμφω ὄντα καὶ δύο (ἑτέρα ἡ γνωστικὴ καὶ ἑτέρα ἡ τοῦ γνωστοῦ), διὰ δὲ τὴν ἕνωσιν ἕν.

“感觉对象的活动与感觉的[活动]是同一且为一的,但它们的存在规定对于它们而言并不是同一的。” 在确立了感觉器官不带质料地接纳感觉对象,并指出它并非始终处于现实活动之中后(因为他说“即使在我们不看的时候”,又说“以及在感觉对象离去之后”;既然在并不始终处于活动之物中,潜能与现实是轮流显现的,因而感觉对象与感觉能力有时处于潜能、有时处于现实乃是合乎常理的),他自然深入探讨:对于这两者——就感觉对象作为感觉对象而言,以及对感觉能力同样如此——各自究竟何时显现;感觉对象与感觉两者如何各自成为现实活动的原因;以及两者的活动与成全如何是依据理则的、同时的、并且不是在外部而是在感知者之中。这一论题固然亦适用于其他动物,但在第三卷中被讨论,乃是因为依据理则的感觉存立在理性动物中显现出来,而第三卷的旨趣是关乎理性生命的。在论题的一开始,他就说感觉对象的活动与感觉的活动在基底上是一且同一的,但其存在规定并不相同;因为两者的特有本质是各异的。感觉的活动是在感知之时,而感觉对象的活动并非在它作为颜色或声音之时,而是在它作为感觉对象之时,以便作为感觉对象而处于现实活动之中。因为现实活动中的感觉对象在任何情况下都与现实活动中的感觉相一致,既然它们亦是互为相关的(正如现实中的二倍相对于现实中的一半,概括地说一切相关事物皆是如此),并且既然一切现实活动中的认识都依照被认识对象的界说而定位,依照它得以成全并被赋予特征,而非丧失其作为认识的特有存在,乃是留存着,并且在作为最为完满的认识时,完完全全化为了被认识对象——认识特性固然不同于被认识对象,但它渴求并奔向它,并在遇合时抓住它,以整个自身拥抱它,从而使两者合而为一;因特有本质的差异,二者既是双方又是两个(认识特性是一者,被认识对象的特性是另一者),但因合一而为一。

§3.33

"Λέγω δ’ οἷον ψόφος ὁ κατ’ ἐνέργειαν." Ἐνεργοῦντα ψόφον οὐχ ὡς ψόφον ἁπλῶς λέγων, ἀλλὰ τὸ ὅλον τοῦτο ὡς αἰσθητὸν ψόφον· οὗτος γὰρ εἰς ταὐτὸν εἶσι τῇ κατ’ ἐνέργειαν ἀκοῇ, ἐπεὶ ἐνδέχεται καὶ ψόφον εἶναι καὶ μὴ ἀκούεσθαι. ἔστι γὰρ ἀκοὴν ἔχοντα μὴ ἀκούειν φησί.

“我是指,例如,现实活动中的声音。” 他说处于活动中的声音,并非指单纯作为声音,而是将这整体作为感觉对象的声音而言;因为这与现实活动中的听觉归于同一,既然声音存在而未被听见乃是可能的。因为正如他所说,具有听觉者亦有可能未在听。

§3.34

"Καὶ τὸ ἔχον ψόφον οὐκ ἀεὶ ψοφεῖ." Ἔχον ψόφον εἰπὼν τὸ ἤδη ἠχοῦν, ὡς ὁ πληττόμενος χαλκός, ψοφεῖν δὲ λέγων, ὅταν ὡς ἀκουστὸς ἐνεργῇ· διὸ καὶ ἐπάγει·3 "Ὅταν δὲ ἐνεργῇ τὸ δυνάμενον ἀκούειν καὶ ψοφῇ τὸ δυνάμενον ψοφεῖν, τότε ἡ κατ’ ἐνέργειαν ἀκοὴ ἅμα γίνεται καὶ ὁ κατ’ ἐνέργειαν ψόφος." Τὴν μὲν δύναμιν τοῦ ψοφεῖν ἀποδιδοὺς καὶ τῷ μήπω πληττομένῳ χαλκῷ καὶ τῷ πληττομένῳ μὲν οὐκ ἐξακουομένῳ δέ, ψοφεῖν δὲ αὐτὸν καὶ ἐνεργητικὸν φέρων ῥῆμα ἐπὶ τοῦ ἐξακούεσθαι. δι’ ὧν τὴν μὲν δυνάμει αἴσθησιν καὶ τὸ δυνάμει αἰσθητὸν κεχωρισμένα καὶ οὐχ ἅμα ὄντα ἔδειξεν, τὰ δὲ ἐνεργοῦντα ὡς αἴσθησιν καὶ αἰσθητὸν ἅμα.

“并且具有声音之物并非始终在发声。” 他说具有声音之物,是指那已经在回响之物,如被敲击的青铜;而说发声,是指当它作为可听之物而活动之时;因此他又接着说: “而当能够听者在活动、能够发声者在发声时,现实活动中的听觉与现实活动中的声音便同时产生。” 他将发声的潜能既赋予尚未被敲击的青铜,亦赋予虽已被敲击但未被听到的青铜,而把“发声”这一主动动词用于被听见。通过这些,他表明了潜能中的感觉与潜能中的感觉对象是分离且非同时存在的,但作为感觉与感觉对象而处于活动中的事物则是同时存在的。

§3.36

"Ὧν εἴποι ἄν τις τὸ μὲν εἶναι ἄκουσιν, τὸ δὲ ψόφησιν." Ἄκουσιν μὲν τὴν ἀκουστικὴν ἐνέργειαν, ψόφησιν δὲ τὴν ἀκουστὴν ἡ ἀκουστή.4 ἵνα δὲ σαφέστερον τοῖς ἑξῆς παρακολουθήσωμεν, ὑπομνηστέον, ὡς εἰ τὸ κατ’ ἐνέργειαν τελειότερον τοῦ κατὰ δύναμιν, δῆλον ὡς καὶ ἡ ἐνεργοῦσα αἴσθησις τῆς μὴ ἐνεργούσης, καὶ ἔτι σαφέστερον τὸ ἐνεργείᾳ αἰσθητὸν τοῦ δυνάμει. τὸ γὰρ ἐνεργείᾳ ζωτικὸν καὶ κατὰ ζωὴν γνωστικὴν ὑφιστάμενον, εἰς ταὐτὸν ἰὸν τῇ αἰσθήσει, ζωῇ οὔσῃ γνωστικῇ, καὶ οὐ δήπου τὸ ἄζων τοῦ ζωτικοῦ ἢ τὸ ἀτελὲς τοῦ τελείου αἴτιον. οὐδὲ ἄρα τὸ κατὰ δύναμιν αἰσθητὸν τοῦ κατ’ ἐνέργειαν. ἀλλὰ δῆλον ὡς καὶ τὸ αἰσθητὸν τελειοῦται καὶ εἰς ἐνέργειαν καθίσταται ὑπὸ τῆς αἰσθητικῆς ψυχῆς, αὐτῆς καὶ τὸ τοῦ αἰσθητοῦ προβαλλούσης εἶδος ἀφ’ ἑαυτῆς μέν, ἀλλὰ πρὸς τὴν προβολὴν ἐγειρομένης ἐκ τῆς ἐγγενομένης τῷ αἰσθητηρίῳ κινήσεως ὑπὸ τοῦ αἰσθητοῦ, διὰ τὸ μήτε παντελῶς εἶναι χωριστὴν σωμάτων τὴν αἰσθητικὴν ζωήν, μήτε πρὸς τὸ αἰσθητὸν ἀμέσως, ἀλλὰ πρὸς τὸ ἐν τῷ αἰσθητηρίῳ ζωτικὸν πάθος ἢ παθητικὸν ἐνέργημα τὸν οἰκεῖον προβάλλειν λόγον, συμμέτρως πρὸς αὐτὸ συναρμοζομένην καὶ συμμέτρως ἐξ αὐτοῦ εἰς τὴν τῶν λόγων προβολὴν ἐγειρομένην· πόρρω γὰρ τὸ ἔξω κείμενον.

“在它们之中,人们或可称前者为听取,称后者为发声。” 听取即是听觉的活动,发声则是可听之物的活动。为了让我们更清晰地顺随下文,应当提示:如果现实活动之物比潜能之物更为完满,显然处于活动中的感觉亦比未处于活动中的感觉更为完满,而现实活动中的感觉对象比潜能中的感觉对象更为完满则更是显而易见。因为现实活动中的事物是生命性的,且依据认识性生命而存立,与作为认识性生命的感觉归于同一;而无生命者断非生命者的原因,残缺不全者亦非完满者的原因。因此潜能中的感觉对象亦非现实活动中的感觉对象的原因。相反,显而易见,感觉对象亦是由感觉灵魂所成全并确立于现实活动之中的;灵魂固然是从自身投射出感觉对象的形式,但它被唤醒走向这一投射,乃是由于感觉对象在感觉器官中产生的运动,因为感觉生命既非完全脱离身体,亦非直接朝向感觉对象投射其特有理则,而是朝向感觉器官中生命性的情状或被动性的活动投射,与它相称地协调,并从它相称地被唤醒走向诸理则的投射;因为外在之物乃是遥远相隔的。

语法注4 条
  1. 3.32τὸ δὲ εἶναι οὐ ταὐτόν αὐταῖς

    名词化不定词 τὸ εἶναι 作主语,表达亚里士多德哲学中的“本质”或“存在规定(即由定义所指明者)”。与格 αὐταῖς 为关涉与格(或所有与格),意即“对于它们而言,其存在规定并非同一”。

  2. 3.32Δεκτικὸν θέμενος τὸ αἰσθητήριον τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης, καὶ ὅτι μὴ ἀεὶ κατ’ ἐνέργειαν ἕστηκεν ἐνδειξάμενος

    两个分词 θέμενος 与 ἐνδειξάμενος 并列,充当主要动词 ἐπεξεργάζεται 的前提或原因。在插入了亚里士多德原文引语后,主要动词支配数个间接疑问子句(πότε ἑκάτερον ... 与 καὶ πῶς ἑκάτερον ...)以及由 ὅτι 引导的名词子句(ὅτι κατὰ λόγον ...),构成一个层层展开的句式结构。

  3. 3.34Ἔχον ψόφον εἰπὼν τὸ ἤδη ἠχοῦν, ὡς ὁ πληττόμενος χαλκός, ψοφεῖν δὲ λέγων, ὅταν ὡς ἀκουστὸς ἐνεργῇ· διὸ καὶ ἐπάγει

    两个分词 εἰπών 和 λέγων 构成对比,但其所在子句缺少限定动词,属于解释亚里士多德用语的注解性句式(即“称……为‘具有声音者’,称……为‘发声’”),并在句末通过 διὸ καὶ ἐπάγει(“因此他又接着说”)自然过渡到下一个引文。

  4. 3.36Ἄκουσιν μὲν τὴν ἀκουστικὴν ἐνέργειαν, ψόφησιν δὲ τὴν ἀκουστὴν ἡ ἀκουστή

    这是对引文中两个宾格名词 ἄκουσιν 与 ψόφησιν 的释义,省略了述谓动词(如 λέγει 或 καλεῖ)。后半部分的 ἡ ἀκουστή 是对可听活动的补释或异读,与前半句共同构成“将听觉的活动释为听取,将可听的活动释为发声”的对称结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:190.33-192.20