- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:189.12-190.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注疏了亚里士多德在Bekker 425b20处如何双重地化解关于视觉自我感知的疑难。他详细阐明了视觉如何对不看、黑暗与光线作出判断,并解释了感觉器官如何在无质料状态下能动且批判性地接收感觉形式的新柏拉图主义认识论机制。
" Φανερὸν τοίνυν, ὅτι οὐχ ἓν τὸ τῇ ὄψει αἰσθάνεσθαι." Διχῶς τὸ πρὸς τὸ ἑαυτῆς αἰσθάνεσθαι τὴν ὄψιν ἀπορηθὲν λύει· πρῶτον μέν, ὡς οὐκ ἐπειδὴ χρωμάτων ἀντιληπτικὴ ἡ ὄψις προηγουμένως, διὰ τοῦτο οὐχὶ καὶ ἕτερον τρόπον ἔνια γνωρίζει. αὐτῷ γοῦν τῷ μὴ ὁρᾶν ἡ ὄψις κρίνει, ὅταν πειρωμένῃ αὐτῇ μὴ ὑποπίπτῃ τὸ αἰσθητόν, ὥσπερ ὅταν σκότος ᾖ, ἔνθα καὶ ὅτι σκότος, καὶ ὅτι οὐχ ὁρῶμεν. εἰ οὖν ἐνταῦθα τῷ μὴ ὁρᾶν ὅτι οὐχ ὁρῶμεν κρίνομεν [ἐν] τῇ ὄψει, μειζόνως ἐν τῷ ὁρᾶν αὐτὸ δὴ τοῦτο ὅτι ὁρῶμεν κρινοῦμεν. καλῶς οὖν οὐχ ἓν τὸ τῇ ὄψει αἰσθάνεσθαι· πρῶτον μὲν ὅτι οὐ μόνον τῶν πεφωτισμένων χρωμάτων, ἀλλὰ καὶ μόνου τοῦ φωτός (ὁρῶμεν γὰρ τὸν πεφωτισμένον ἀέρα), ἔπειτα ὅτι καὶ τοῦ σκότους ἄλλον τρόπον ἀντιλαμβάνεται ἡ ὄψις, καὶ πρὸς τούτοις ὡς καὶ ἑαυτῆς μὴ ὁρώσης τι καὶ ὁρώσης, ἐνεργούσης μὲν δηλαδή, ὅταν ὁρᾷ, καὶ ἅμα τῆς οἰκείας συναισθομένη1 ἐνεργείας, ἐν δὲ τῷ μὴ ὁρᾶν οὐ παντελῶς οὔσης ἀνενεργήτου (οὐ γὰρ ἂν συνῄσθετο, διότι ἐπ’ ἐνεργείᾳ τινὶ ἡ συναίσθησις), ἀλλὰ πειρωμένης ὁρᾶν, καὶ τῷ πειρᾶσθαι ἐνεργούσης οὐ τὴν ὅρασιν ἀλλὰ τὴν πεῖραν, ὡς καὶ τὴν συναίσθησιν οὐχ ὁράσεως εἶναι, ἀλλὰ πείρας οἷον ἀποτυγχανούσης, διὸ καὶ ὅτι οὐχ ὁρᾷ κρίνει. ἐπάγει δὲ καὶ ἑτέραν λύσιν, ἐνδιδοὺς πρὸς τὸ χρωμάτων εἶναι γνωριστικὴν τὴν ὄψιν. καὶ γὰρ εἰ καὶ μὴ ἀεί, ἀλλ’ ὅτε τῶν κεχρωσμένων αἰσθάνεται, ἀναλαμβάνουσα τὸ τοῦ αἰσθητοῦ εἶδος καὶ κατ’ ἐκεῖνο ἑστῶσα, ὥσπερ καὶ πᾶσα γνῶσις τῷ τοῦ γνωστοῦ χαρακτηρίζεται εἴδει, κεχρωμάτισταί πως καὶ αὐτή, καὶ ὁρᾷ τοίνυν τότε ὡς κεχρωσμένην πως ἑαυτήν. ἔστι δὲ ὡς κεχρωμάτισται, διότι οὐ πάσχει ἀλλ’ ἐνεργεῖ τὰ χρώματα οὐ ποιητικῶς ἡ ὄψις ἀλλὰ κριτικῶς. διὸ οὐδὲ ἔξωθεν ἐντιθέμενον αὐτῇ τὸ γνωστὸν δέχεται ἡ αἴσθησις, ἀλλ’ αὐτὴ μὲν κατὰ προβολὴν τῶν λόγων ἵσταται, τὸν οἰκεῖον προχειρισαμένη τῷ γνωστῷ λόγον, προχειρίζεται δὲ παθόντος τοῦ αἰσθητηρίου πρότερον ὑπὸ τοῦ αἰσθητοῦ. διὸ καὶ τὸ δεκτικὸν οὐ τῆς αἰσθήσεως ἀλλὰ τοῦ αἰσθητηρίου κατηγορεῖ ὁ Ἀριστοτέλης, ἐπειδὴ τὸ ἐγγινόμενον αὐτῷ πάθος ὑπὸ τοῦ αἰσθητοῦ ἐγγίνεται. ἐπεὶ δὲ πάσχει οὐχ ὡς τὰ ἄψυχα σώματα οὐδὲ ὡς τὰ μόνην τὴν φυτικὴν ζῶντα ζωήν, ἀλλ’ ὡς γνωστικὴν ζωὴν ζῶν, ἐνεργητικῶς δέχεται τὸ πάθος, κατὰ μὲν τὴν τοῦ ὀργάνου ζωὴν παθητικῆς γινομένης τῆς ἐνεργείας, κατὰ δὲ τὴν τῷ ὀργάνῳ χρωμένην καθαρᾶς οὔσης καὶ κατὰ λόγων προβολὴν τῆς ἐνεργείας. ταῦτα μὲν οὖν καὶ ἤδη ἐπὶ πλέον εἴρηται. νῦν δὲ πῶς τὸ αἰσθητήριον τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης δεκτικὸν γίνεται, ὑπομνηστέον· οὐ γὰρ τὸ λευκόν, ἀλλὰ τὴν τοῦ λευκοῦ δέχεται ἐνέργειαν. ἔστι μὲν οὖν καὶ ἡ ἐνέργεια οἰκεία τῷ τοῦ αἰσθητοῦ εἴδει, περὶ αὐτὴν δὲ οἰκείως ἡ ζωτικὴ ἐγειρομένη κρίσις κατὰ τὸ εἶδος ἵσταται τοῦ αἰσθητοῦ, ἄνευ ὕλης τοῦτο καὶ οὐχ ὡς τὸ ἐν τῷ αἰσθητῷ ὑφιστάμενον· τὸ μὲν γὰρ σὺν τῇ ὕλῃ, τὸ δὲ ἄνευ ὕλης, ἅτε ἐν ζωῇ κριτικῇ κατὰ τὴν γνωστικὴν ὑφεστὼς ἐνέργειαν. δεκτικὸν δὲ τὸ αἰσθητήριον τοῦ αἰσθητοῦ εἴδους ἑκατέρωθεν αὐτὸ δεχόμενον, ἀπό τε τοῦ αἰσθητοῦ κινοῦντος πρῶτον τὸ αἰσθητήριον, καὶ ἀπὸ τῆς χρωμένης αὐτῷ αἰσθητικῆς ζωῆς, πρώτως αὐτῆς κατὰ τὴν τοῦ ἀύλου εἴδους κριτικὴν ἱσταμένης ἐνέργειαν καὶ τελειούσης καὶ τὸ αἰσθητήριον, ὡς καὶ αὐτὸ κατὰ τὴν ἐν αὐτῷ ζωήν, καθ’ ἣν ὄργανόν ἐστι ζωτικόν, τελειούμενον ὑπὸ τῆς χρωμένης αὐτῷ ζωῆς δευτέρως τὸ ἄυλον τοῦ αἰσθητοῦ ἀπ’ ἐκείνης δέχεσθαι εἶδος, τουτέστι τὴν γνωστικὴν αὐτοῦ ἐνέργειαν, οὐ συμπληρουμένην ἔτι ἐκ τῆς ἐγγενομένης ὑπὸ τοῦ αἰσθητοῦ ἐν τῷ ὀργάνῳ κινήσεως· τὸ γὰρ ὅλον τοῦτο2 παθητικὴ ἡ ἐνέργεια ἡ καὶ ἐκ ταύτης συμπληρουμένη, ἡ δὲ ἀπὸ τῆς χρωμένης αἰσθήσεως ἐφήκουσα ἀπαθὴς καὶ ἄυλος. διὸ καὶ ἀπελθόντων τῶν αἰσθητῶν ἔνεισιν αἰσθήσεις καὶ φαντασίαι ἐν τοῖς αἰσθητηρίοις. ὅταν γὰρ ἐναργεστέρα τινὸς γένηται αἴσθησις, ἐμμένει τις καὶ μετὰ τὴν ἀπόστασιν τοῦ αἰσθητοῦ καὶ μηκέτι κινοῦντος τὸ αἰσθητήριον αἰσθητικὴ ἐν αὐτῷ ἐνέργεια, μιμουμένη τὴν φαντασίαν τὴν καὶ μὴ παρόντων τῶν αἰσθητῶν τοὺς τύπους αὐτῶν προβάλλουσαν. διὸ καὶ συνέπλεξε ταῖς αἰσθήσεσι τὴν φαντασίαν, ὡς τῆς ἐμμενούσης αἰσθήσεως μετὰ τὴν ἀναχώρησιν τῶν αἰσθητῶν κατὰ τὴν πρὸς φαντασίαν γινομένης κοινωνίαν καὶ οὔσης φαντασιώδους. τοῦτο δὲ ἐπήγαγε πιστούμενος τὸ καὶ μέχρι τοῦ αἰσθητηρίου τὴν ἄυλον καὶ 〈οὐ〉 συμπληρουμένην ἐκ τοῦ σωματικοῦ κινήματος προϊέναι ἐνέργειαν. εἰ γὰρ καὶ μηκέτι ὄντος μένει, ἐναργὲς ὡς οὐκ ἦν αὐτῆς συμπληρωτικὸν τὸ κίνημα.
“因此显而易见,以视觉感知并非单一之事。” 他以两种方式解决了针对视觉感知自身所提出的疑难:首先,并非因为视觉主要是色彩的接收者,就因此不会以另一种方式认识某些事物。无论如何,视觉正是凭借不看来作出判断的,每当它在尝试时感觉对象并未呈现在它面前,例如当身处黑暗之中时,在此处它既判断出是黑暗,又判断出我们没有在看。因此,若在此处我们是在视觉中凭借不看来判断我们没有在看,那么在看之中我们便更会判断出这本身,即我们在看。因此,以视觉感知并非单一之事乃是合理的:首先不仅因为它接收受光照的色彩,而且亦接收光本身(因为我们看见受光照的空气),其次因为视觉亦以另一种方式接收黑暗,此外,还因为它感知自身或是未在看某物,或是在看——即是说,当它在看时它在活动,同时亦自我意识到其特有的活动,而在不看之中它亦非完全没有活动(因为若无活动它便不会自我意识,既然自我意识是基于某种活动的),而是尝试去看,并且通过尝试所激活的并非视看,而是这一尝试,以致这一自我意识亦非关于视看的,而是关于可以说是受挫的尝试的,因此它亦判断出它没有在看。他又提出了另一种解答,向“视觉是色彩的认识者”这一主张让步。因为即使并非始终如此,但在它感知有色彩之物时,通过接纳感觉对象的形式并依之定位,正如一切认识都由被认识对象的形式所表征一样,它自身在某种方式上亦被赋予了色彩,因此在那时它是将自身看作在某种方式上被赋予了色彩的。然而它在某种方式上被赋予了色彩,是因为视觉并非被动承受色彩,而是激活色彩,不是产生性地,而是批判性地[作出判定地]激活。因此,感觉甚至并不把可认识的对象当作从外部被置入其内的东西来接收,而是自身根据本质诸原则的投射而定位,预先准备好适合于可认识对象的原则,并且是在感觉器官预先被感觉对象被动触动之后准备好这一原则的。因此亚里士多德亦将接纳的能力述谓于感觉器官,而非述谓于感觉,因为在感觉器官中产生的情状乃是由感觉对象所产生的。但既然感觉器官承受情状并非如无灵魂的物体那样,亦不如那些仅过着植物性生命的存在那样,而是作为过着认识性生命的存在而承受,它便能动地接纳这一情状,活动的发生依照器官的生命而言是被动的,但依照使用该器官的生命而言则是纯粹的且依本质诸原则的投射而展开的活动。这些事情此前已作过更充分的阐述。现在应当提示感觉器官如何成为无质料地接纳感觉对象者的:因为它所接纳的并非白色之物,而是白色的活动。活动亦适合于感觉对象的形式,而围绕着它,被合宜地唤醒的生命性判断便根据感觉对象的形式而定位,这乃是不带质料的,而不同于在感觉对象之中自存的形式;因为一方是带有质料的,另一方则由于在批判性生命中依照认识性活动自存而是不带质料的。感觉器官是感觉形式的接收者,乃是因为从两方面接收它:既来自首先推动感觉器官的感觉对象,亦来自使用器官的感觉生命,后者首先自身依照非质料形式的批判性活动而定位,并且成全感觉器官,以致感觉器官自身亦依照其内在的生命(由于此生命它是一个生命性的器官),在被使用它的生命成全的过程中,以第二种方式从后者那里接收感觉对象的非质料形式,亦即其认识性活动,而此活动已不再是由感觉对象在器官中所产生的运动所完足的;因为这作为整体的、亦由运动所完足的活动乃是被动性的,而从使用它的感觉中达到的活动则是无被动性且非质料的。因此,在感觉对象离去之后,感觉与表象仍留存于各感觉器官之中。因为每当某物的感知变得更为鲜明时,即使在感觉对象远去且不再推动感觉器官之后,某种感觉性活动仍留存在感觉器官之中,模仿着即使在感觉对象不在场时亦投射其印记的表象。因此他亦把表象与各感觉交织在一起,因为在感觉对象退去后留存的感觉乃是依其与表象的共通关系而产生且带有表象性质的。他提出这一点,是为了证实那非质料的且并非由身体运动所完足的活动甚至延伸直至感觉器官。因为若在运动不再存在时活动依然存留,这就显而易见表明,该运动并非完足此活动的要素。
- 3.31συναισθομένη
此处并未采用与前面独立属格从句(ἐνεργούσης μὲν δηλαδή...)的逻辑主语 ἑαυτῆς(视觉自身)一致的属格分词,而是采用了与主句主语 ἡ ὄψις 一致的主格阴性单数分词,在句法上构成了向主句主语的吸引(破格语法)。
- 3.31τὸ γὰρ ὅλον τοῦτο
宾格短语 τὸ ὅλον τοῦτο 用作修饰后随全句的副词性宾格(意为“作为整体”、“总而言之”)。句子的核心骨架是省略了系动词 ἐστίν 的表语结构:παθητικὴ [ἐστιν] ἡ ἐνέργεια... ἡ δὲ... ἀπαθής。
