← 辛普里丘

亚里士多德《论灵魂》注释

§18.18-19.15

工具性身体的变化与灵魂的情态

辛普里丘注解了亚里士多德关于灵魂诸情态皆连同身体而有(403a16)的论述,指出诸情态乃是通过工具性身体的质变而属于复合动物的受动,而灵魂自身则是推动与主宰的始原,并非受动本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.28#1

" Ἔοικε δὲ καὶ τὰ τῆς ψυχῆς πάθη πάντα εἶναι μετὰ τοῦ σώματος." Ἀφεὶς τὰ ἔργα τουτέστι τὰς ἐνεργείας τῆς ψυχῆς, περὶ μόνων νῦν λέγει τῶν παθημάτων αὐτῆς· ἅπερ πάντα μὲν αὐτῇ συμβαίνει κατὰ τὴν εἰς τὸ σῶμα ῥοπήν, καὶ διὰ τοῦτο πάθη τε λέγεται, καὶ ἀχώριστά πώς ἐστι τοῦ σώματος, ἀλλὰ τὰ μὲν ὡς παρακολουθοῦντος μόνον, τὰ δὲ ὡς συμπράττοντος· καὶ ταῦτα διχῶς γινόμενα, κατά τε τὴν χρωμένην ζωὴν καὶ κινοῦσαν τὸ ὄργανον τουτέστι τὸ ζῶν σῶμα, καὶ κατ’ αὐτὴν τὴν ὡς ὄργανον αὐτὸ εἰδοποιοῦσαν ζωήν. τὰ μὲν οὖν ὡς παρακολουθοῦντος μόνον τοῦ σώματος πάθη νῦν οὐκ ἠξίωται μνήμης, ἐπειδὴ ἐνέργειαι μᾶλλον ταῦτα· τὸ γὰρ νοεῖν κἂν μὴ ἄνευ φαντασίας, ἐνέργεια μᾶλλον ἢ πάθος. μάλιστα δὲ παραδίδοται τὰ κατὰ τὴν ὡς ὄργανον αὐτὸ εἰδοποιοῦσαν ζωήν, θυμὸς πραότης καὶ τὰ σύστοιχα τούτοις, ἅπερ τοῦ κινουμένου μὲν ζωτικῶς ἐστι πάθη ὡς πάσχοντος, τῆς δὲ ψυχῆς ὡς κινούσης· ἐπεὶ μηδὲ αἱ πρακτικαὶ νοήσεις,1 διότι καὶ αὗται οὐ καθ’ ὅλας ἑαυτὰς χρῶνται τῷ σώματι, καὶ διότι οὐδὲ αἱ χρώμεναι ὡς πάσχοντι κατὰ τροπὴν οἰκείαν χρῶνται τῷ σώματι, ἀλλ’ ὡς ἐνεργοῦντι μᾶλλον τῷ ζῴῳ, καὶ αὗται κατ’ ἐνέργειαν ἑστῶσαι κριτικήν. τὰ δὲ καταριθμούμενα νῦν πάθη, κατὰ τροπὴν καὶ ἀλλοίωσιν ἐγγινόμενα τῷ σώματι, εἰ καὶ κρινούσης τῆς χρωμένης ἐγγίνεται ψυχῆς, ἀλλ’ ἐγγίνεται τῷ ὀργάνῳ πάθη ὄντα ζωτικά· οὐ γὰρ ὡς τὰ τῶν ἀψύχων κατὰ τὴν ἀπὸ τῶν ἔξωθεν μόνην ῥοπήν, ἀλλὰ κατ’ ἐνέργειάν πως διὰ τὸ ζωτικόν· τὸ γὰρ κινοῦν ἐπὶ τῶν ἐμψύχων ἔνδοθεν. διὸ ὥσπερ ἐπὶ τῶν ἀπαιδεύτων ἡ σωματικὴ διαφαίνεται κρᾶσις, αἰτία γινομένη τῶν παθῶν τούτων, οὕτω καὶ ἐπὶ τῶν πεπαιδευμένων ἡ τῆς ψυχῆς κινητικὴ ἐνέργεια, ἢ κινοῦσα καὶ μὴ ὀργῶν τὸ σῶμα ἢ ἀναστέλλουσα τὴν κίνησιν καὶ ὀργῶντος. ὁ δὲ Ἀριστοτέλης ὅτι μὲν κυρία τῆς τούτων ἐγέρσεώς τε καὶ κατοχῆς ἡ λογικὴ ψυχή, ὡς ἐναργὲς ὂν ἐκ τῆς ἠθικῆς φιλοσοφίας ἀφῆκε.2 διὸ καὶ πρὸς τῷ τέλει τοῦδε τοῦ βιβλίου ἄρχειν καὶ κυριεύειν τοῦ σώματος καὶ τὸν νοῦν διαβεβαιοῦται. ὅτι δὲ οὐκ αὐτῆς ἐστι τῆς ψυχῆς ἀλλὰ τοῦ ζῴου πιστοῦται σωματικὰ πάντα βουλόμενος εἶναι τὰ πάθη τὰ ἐν τροπῇ καὶ ἀλλοιώσει, τὴν δὲ ψυχὴν παντὸς ἐξαίρων πάθους, οὐ μόνον ὅση χωριστὴ καὶ μένει ἐν ἑαυτῇ, ἀλλὰ καὶ ὅση χρῆται ὡς ὀργάνῳ τῷ σώματι, καὶ ἐν τῷ κινεῖν ἕστηκεν.

“而且看来灵魂的诸情态亦全都连同身体而有。” 他撇开了功用,即灵魂的诸现实活动,如今唯论及其诸情态;这一切诚然依朝向身体的倾向而发生在灵魂身上,正因如此既被称为情态,亦在某种意义上不可脱离身体,然而有些情态是身体仅作为伴随者,另一些则是身体作为协作伙伴;而这些情态是以两种方式产生的:既依使用并移动器官——即活的身体——的生命而产生,亦依那赋予它作为器官之形式的生命本身而产生。因此,那些身体仅作为伴随者的情态如今未被认为值得提及,因为这些宁可说是现实活动;盖知解即便非无表象而有,亦宁是现实活动而非情态。而传授下来的主要是依那赋予它作为器官之形式的生命而存的情态,如愤怒、温和以及与此相属者,对于在生命上被推动者而言,这些是作为受动者的情态,而对于灵魂而言则是作为推动者的情态;因为实践性思想亦未[在此被论及],这既是因为它们自身亦非全盘使用身体,亦是因为即便使用身体者亦非将身体作为依固有转变而受动者来使用,而是宁可将动物作为活动者来使用,且它们自身确立于鉴别性的现实活动中。但如今列举的情态,乃是依转变与质变在身体中产生的,即便是在使用它的灵魂进行判断时产生的,但产生在器官中的却是生命性的情态;因为它们并不像无灵物的情态那样仅依外来的倾向产生,而是由于生命本性而在某种意义上依现实活动产生;盖在具灵之物中,推动者居于内部。因此,正如在未受教者身上身体的气质显露出来并成为这些情态的原因,同样在受教者身上灵魂的动能现实活动亦显露出来,它或是即便在身体未起冲动时亦推动之,或是即便在身体起冲动时亦抑制其运动。至于理性的灵魂乃是这些情态的激起与克制的主权者,亚里士多德作为由伦理哲学中显明之事实予以略过。正因如此,在此书末尾他亦断言理智统治并主宰身体。而他所证实的,则是这些情态不属于灵魂自身,而属于动物,他意欲使所有处于转变与质变中的情态皆为身体性的,并将灵魂从一切情态中超拔出来——不仅超拔那可分离且常驻于自身之中的灵魂,亦超拔那将身体作为器官使用且立足于推动之中的灵魂。

语法注2 条
  1. 1.28ἐπεὶ μηδὲ αἱ πρακτικαὶ νοήσεις

    在由连词 ἐπεί 引导的因果从句中,谓词被省略。承接前文主要传授关于塑造器官的生命的情态(如愤怒等),此处需补足谓语:“因为实践性思想亦未[在此被传授/被提及]”。

  2. 1.28ὅτι μὲν κυρία τῆς τούτων ἐγέρσεώς τε καὶ κατοχῆς ἡ λογικὴ ψυχή, ὡς ἐναργὲς ὂν ἐκ τῆς ἠθικῆς φιλοσοφίας ἀφῆκε

    主动词为 ἀφῆκε(略过/置之不理),ὅτι 从句作为其直接宾语从句(“理智灵魂乃是这些情态的激起与克制的主权者”)。分词短语 ὡς ἐναργὲς ὄν 表示原因或理由(“作为显明之事实”),并与后文的 ὅτι δὲ οὐκ αὐτῆς ἐστι τῆς ψυχῆς... πιστοῦται 构成 μέν...δέ 的对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:18.18-19.15