- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:188.36-189.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚里士多德在《论灵魂》425b17中提出的疑难——即若视觉看见自身则视觉亦必具有颜色,并针对引文中“最初”一副词的诠释,反驳了前人指代有形物体的说法,论证其意为“自立地”。
" Ἔχει δ’ ἀπορίαν· εἰ γὰρ τὸ τῇ ὄψει αἰσθάνεσθαί ἐστιν ὁρᾶν, ὁρᾶται δὲ χρῶμα ἢ τὸ ἔχον, εἰ ὄψεταί τις τὸ ὁρῶν, καὶ χρῶμα ἕξει τὸ ὁρῶν πρῶτον." Αὐτὴν ἑαυτῆς ἀντιληπτικὴν δεδειχὼς ἐν τῇ τοῦ ὁρᾶν ὅτε ὁρᾷ συναισθήσει, ἀπορεῖ πρὸς τὴν θέσιν· ἐπεὶ δὲ τὸ ὁρώμενον χρῶμα ἢ τὸ ἔχον χρῶμα, πῶς οὐχὶ καὶ ἡ ὄψις ἢ χρῶμα ἔσται ἢ χρῶμα ἕξει, ἐὰν ὁρᾶται καὶ αὐτή; ὁρᾶται γάρ, εἴπερ ἑαυτῇ γνωστή. τὸ δὲ πρῶτον πρόσκειται ἐν τῷ καὶ χρῶμα ἕξει τὸ ὁρῶν πρῶτον, ἵνα, φασί, τὸ κεχρωσμένον σῶμα δηλώσῃ πρὸς ἀντιδιαστολὴν τοῦ ἐν τῇ αἰσθήσει ἄνευ τῆς ὕλης ἐγγινομένου εἴδους. τὸ γὰρ ἐν τῇ αἰσθήσει ἀναλαμβανόμενον εἶδος τοῦ χρώματος οὐ πρῶτον, ἀλλὰ ἀπὸ τοῦ αἰσθητοῦ· πρῶτον οὖν τὸ ἐν τῷ αἰσθητῷ. οἶμαι δὲ ὅτι κάλλιον τὸ πρῶτον ἀντὶ τοῦ καθ’ αὑτὸ ἀκούειν,1 ἐπειδὴ καὶ εἰ τὸ γευστὸν κέχρωσται, ἀλλ’ οὐχ ὡς κεχρωσμένον ἐστὶ γευστόν, τὸ δὲ ὁρατόν ἐστι τὸ καθ’ αὑτὸ χρῶμα ἔχον (καὶ γὰρ τὸ φῶς εἰλήφθω ὡς χρῶμα)· ἐπεὶ αὐτὸς λύων τὴν ἀπορίαν ἐρεῖ κεχρῶσθαί πως καὶ τὴν ὄψιν. διὸ οὐκ εὔλογον ἐν τῇ ἀπορίᾳ εἰλῆφθαι, ὃ ἐν τῇ λύσει προσίεται.2
“但这有一疑难:因为若以视觉感知即是看,而被看见的是颜色或拥有[颜色]者,那么若有人将看见那看者,那最初的看者亦将拥有颜色。” 在指明它在其看时的看的自我意识中能够接收自身之后,他针对这一立论提出了疑难:既然被看见的是颜色或拥有颜色者,那么若视觉自身亦被看见,视觉岂非亦将或是颜色或是拥有颜色?因为若它对其自身是可认识的,它便确实被看见。而在“那最初的看者亦将拥有颜色”中之所以附加“最初”,据他们说,是为了表明有颜色的物体,以区别于不带质料而产生在感觉之中的形式。因为在感觉中被接纳的颜色的形式并非最初的,而是来自感觉对象;因此最初者乃是在感觉对象之中。但我认为,将“最初”理解为替代“自立地”更为妥当,因为即使被尝之物是有颜色的,它亦非作为有颜色者而是被尝之物,而可见之物则是自立地拥有颜色者(因为光线亦当作颜色来接受吧);因为他本人在解决这一疑难时将声称视觉在某种方式上亦被赋予了颜色。因而,把他在解答中所承认的东西在疑难中预先设定[为矛盾前提],乃是不合情理的。
- 3.30ἀντὶ τοῦ καθ’ αὑτὸ ἀκούειν
动词 ἀκούειν 在此并非指听觉感知,而是表示“理解”、“解释”(intellegere)。整个不定式短语作 κάλλιον [ἐστί] 的真正主语,宾格 τὸ πρῶτον 作其受词。
- 3.30διὸ οὐκ εὔλογον ἐν τῇ ἀπορίᾳ εἰλῆφθαι, ὃ ἐν τῇ λύσει προσίεται
在非人称形容词 εὔλογον [ἐστί] 之后,完成时被动态不定式 εἰλῆφθαι 搭配关系代词分句 ὃ ἐν τῇ λύσει προσίεται 作为其语义上的主语:“他在解答中所承认的东西在疑难中被假定[为前提],乃是不合理的。”
