- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:187.15-188.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘将亚里士多德在425b12处引入的“感知到自己在感知”(自我意识)阐释为人类理性灵魂所特有的向自身回转的活动,并贯通至感觉。他通过归于不可能的反驳论证表明,若假定另一感觉来认知视觉将导致无穷后退,从而确立了各个感觉自身连同其专有对象一起认知其现实活动,且共同感觉亦是与各个专有感觉协同运作来认知的。
" Ἐπεὶ δ’ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, ἀνάγκη ἢ τῇ ὄψει αἰσθάνεσθαι ὅτι ὁρᾷ, ἢ ἑτέρᾳ." Ὁ πᾶς, ὡς καὶ ἤδη εἴρηται, τῷ τρίτῳ βιβλίῳ σκοπὸς πρὸς τὴν ἀνθρωπίνην τέταται ψυχήν. διὸ καὶ ἐξ ἀρχῆς ὡς περὶ ἀνθρώπων ζητῶν, εἰς ἡμᾶς ἀναφέρων ποιεῖται τὸν λόγον, καὶ “νῦν ἔχομεν αἴσθησιν” φάσκων, καὶ “τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστι”, καὶ “εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν, καὶ ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες.” καὶ διὰ τὸ τελείαν ἡμῶν καὶ τὴν αἰσθητικὴν ζωὴν ἐπιδεῖξαι κεκινηκέναι φαίνεται1 καὶ τὸν περὶ τοῦ μὴ πλείους εἶναι ἐν τοῖς τελείοις ζῴοις τῶν πέντε αἰσθήσεις λόγον, καὶ ὡς οὐδὲ τῶν κοινῶν ἴδιός τίς ἐστιν αἴσθησις, ἵνα ἀνενδεὴς κατὰ τὴν αἴσθησιν ἀποφανθῇ ὁ ἄνθρωπος. ἀλλὰ τούτου μὲν πολλοῖς καὶ τῶν ἄλλων μέτεστι ζῴοις· τὸ δὲ αἰσθάνεσθαι ὅτι αἰσθανόμεθα ἀνθρώπου μοι μόνον ἴδιον εἶναι δοκεῖ· λογικῆς γὰρ ζωῆς ἔργον τὸ πρὸς ἑαυτὴν ἐπιστρεπτικόν. καὶ δείκνυται διὰ τοῦδε καὶ μέχρι τῆς αἰσθήσεως ἡμῶν τὸ λογικὸν διῆκον, εἴ γε καὶ αἴσθησις ἡ ἀνθρωπεία ἑαυτῆς ἀντιληπτική. γινώσκει γάρ πως ἑαυτὸ τὸ αἰσθανόμενον, ὅτε αἰσθανόμενον ἑαυτὸ γνωρίζει· καὶ διὰ τοῦτο ἐπιστρέφον πρὸς ἑαυτὸ καὶ αὐτὸ ἑαυτοῦ ὄν, καὶ ἤδη μειζόνως τὸ χωριστὸν ἀπὸ σωμάτων ἐμφαῖνον, εἴ γε ἅπαν σῶμα ἄλλα ἀλλαχοῦ κείμενα ἔχον τὰ ἑαυτοῦ μόρια οὐκ ἄν ποτε εἰς ἑαυτὸ συννεύοι. εἰς ἀμερὲς γὰρ συνάγεται τὸ τοιοῦτον, πᾶν δὲ σῶμα μεριστόν. λογικὴ οὖν ἡμῶν ἡ αἴσθησις. καὶ γὰρ αὐτὸ τὸ σῶμα λογικῶς διωργάνωται, καὶ ἔστιν, ὅ φησιν ὁ Ἰάμβλιχος, ὁμώνυμος ἡ ἡμετέρα αἴσθησις τῇ ἀλόγῳ, τῇ ὅλῃ πρὸς σῶμα νευούσῃ ἡ καὶ εἰς ἑαυτὴν συναγομένη,2 οὐχ ὡς ὁ νοῦς μὲν οὐδὲ ὡς ὁ λόγος· οὐ γὰρ καὶ τῆς οὐσίας καὶ τῆς δυνάμεως γνωριστικὴ γίνεται, οὐδὲ ἀφ’ ἑαυτῆς τὸ ὅλον ἐγειρομένη, ἀλλὰ μόνης τῆς ἐνεργείας, καὶ ὅτε ἐνεργεῖ· ἐνεργεῖ δὲ ὑπὸ τοῦ αἰσθητοῦ πως κινουμένη. λαβὼν δὲ ὁμολογούμενον ἐκ τῆς ἡμετέρας συναισθήσεως τὸ αἰσθάνεσθαι ἡμᾶς ὅτι ὁρῶμεν, καὶ ὁμοίως ὅτι ἀκούομεν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἀποδείκνυσιν εὐθύς, ὅτι μὴ ἄλλῃ τινὶ αἰσθήσει, ἀλλ’ αὐτῇ τῇ αἰσθήσει, ᾗ καὶ αἰσθανόμεθα, οἷον τῇ ὄψει ὅτι ὁρῶμεν. ἡ γὰρ αὐτὴ ἐν τοιαύτῃ συναισθήσει γίνεται τῆς τε ὄψεως καὶ τοῦ ὑποκειμένου χρώματος, τουτέστι καὶ τουδὶ τοῦ χρώματος, ὅπερ νῦν τῇ ὄψει ὑπόκειται. ὅθεν ὅτι οὐδὲ ὁ λόγος ἐστὶν ὁ καθ’ ἑαυτὸν τοῦτο γινώσκων δείκνυται, οὐδὲ ἄλλη τις αἴσθησις· οὔτε γὰρ ὁ λόγος τῶν ἀτόμων καθ’ ἑαυτὸν γνωστικός, οὔτε ἄλλη αἴσθησις χρώματος ἢ φωτός, διότι ὄψεως τοῦτο ἴδιον αἰσθητόν· τὸ δὲ τὴν ὁρατικὴν τουδὶ χρώματος ὡς ὁρῶσαν αὐτὸ γνωρίζον, καὶ τὸ ὁρώμενον χρῶμα γνωρίζειν ἀναγκαῖον. μία μὲν οὖν αὕτη ἀπόδειξις, ἐκ τῆς οἰκείας φύσεως ἑκάστης αἰσθήσεως εἰλημμένη, ἥτις πρὸς τὸ ἴδιον αἰσθητὸν τέταται καὶ ἐν τούτῳ οὐσίωται· ἑτέρα δὲ ἐκ τῆς εἰς ἀδύνατον ἐπαγωγῆς. εἰ γὰρ ἄλλη αἴσθησις εἴη ἡ τὴν ὄψιν ὅτι ὁρᾷ γνωρίζουσα, ἑπόμενόν ἐστι κατὰ τὸ εὔλογον τὸ καὶ ἐκείνην γνωρίζεσθαι ἐνεργοῦσαν, ὅτι ἐνεργεῖ, εἰ καὶ ἑκάστη τῶν πέντε, μειζόνως ἐκείνη ἡ μὴ τῶν αἰσθητῶν μόνον ἀλλὰ καὶ αὐτῶν τῶν αἰσθήσεων ἀντιληπτική. γνωρισθήσεται οὖν ἢ ὑφ’ ἑτέρας καὶ ἥδε, καὶ ἐκείνη ὑπ’ ἄλλης, ὡς ἀπειρίας συμβαινούσης ἀναιρεῖσθαι τὴν τοιαύτην συναίσθησιν, μηδενὸς ὄντος τοῦ πρώτου, ἢ ἔσται τις αὐτὴ ἑαυτῆς γνωριστικὴ αἴσθησις. εἰ δὲ τοῦτο, καὶ τῇ ὄψει καὶ ἑκάστῃ τῶν πέντε τὸ αὐτὸ δοτέον, εἴ γε ὅλως αἴσθησίς τις οὖσα πέφυκεν ἑαυτῆς εἶναι ἀντιληπτική. εἰ γὰρ καὶ ὡς λογική, ἀλλὰ καὶ αἱ πρῶται λογικαί, πρὸς τῷ καὶ πλασματίαν εἶναι τὸν ἄλλας αἰσθήσεις ὑποτιθέμενον λόγον παρὰ τὰς πέντε,3 διά τε τὰ προειρημένα, δι’ ὧν τὸ τέλειον ἐν ταύταις ἐδείκνυτο, καὶ διότι πᾶσα αἴσθησις προηγουμένως αἰσθητοῦ τινος ἀλλ’ οὐκ αἰσθήσεώς ἐστι. καὶ γὰρ αἰσθήσεως οὖσα καὶ αἰσθητοῦ τυγχάνει οὖσα, οὗ ἡ αἴσθησις, ἴδιόν τε ἕξει τι αἰσθητόν, ὡς καὶ ἑκάστη τῶν πέντε. τί οὖν; ἆρα τῇ κοινῇ καλουμένῃ αἰσθήσει τοῦτο γέρας ἐξαίρετον δοτέον; ἢ οὐδ’ ὁτιοῦν μόνη γνωρίζει ἡ κοινή, ἑκάστῃ δὲ συνεργοῦσα τῶν πέντε. καὶ τὴν ὄψιν οὖν γνωρίζουσα καὶ τὸ χρῶμα, περὶ ὃ ἡ ὄψις, σὺν αὐτῇ γνωριεῖ τῇ ὄψει· καὶ οὐ μόνης ἦν ἄρα τῆς κοινῆς, ἀλλὰ καὶ ἑκάστης τὸ ἑαυτῆς γνωριστικόν, εἰ καὶ καθαρώτερον τῆς κοινῆς, ἐπειδὴ καὶ ἐμφαίνει μᾶλλον τὸ χωριστόν.
“既然我们感知到我们在看与听,那么必然或是以视觉感知到它在看,或是以另一[感觉]。” 正如已经说过的,第三卷的整个旨趣皆朝向人类灵魂。因此他从一开始就仿佛关于人进行探问一样,将论证联系于我们而展开,既声称“如今我们拥有感觉”,又声称“对我们而言事物是凭触觉可感觉的”,以及“若某种感觉缺失,某种感觉器官在我们身上亦缺失,且凡我们通过触摸它们自身而感知之物,皆凭我们碰巧拥有的触觉而是可感觉的”。并且为了表明我们的感觉生命亦是完满的,他似乎亦提出了关于在完满动物中感觉不多于五种的论述,以及对于共同感觉对象亦没有任何专有感觉的论述,以便人被阐明在感觉方面毫无欠缺。然而许多其他动物亦分有这一点[五感的充备];但在我看来,感知到我们在感知乃是唯独为人所专有的。因为回转朝向自身乃是理性生命的职分。并且由此亦表明理性乃至贯通至我们的感觉,倘若人类的感觉亦能接收自身。因为感觉者在认识到自己在感觉时,便在某种程度上认识了自身;并因此回转朝向自身且自身属于自身,已经更大地显现出脱离身体的状态,倘若凡身体由于其各部分分布在不同处所而决不能朝向自身汇聚的话。因为此类事物汇聚为不可分割者,而一切身体皆是可分的。因此我们的感觉是理性的。因为身体自身亦已被理性地器官化,并且正如扬布里柯所说,我们的感觉与无理性的[感觉]乃是同名异义的——后者全盘倾向于身体,而前者则自我汇聚朝向自身,当然并非如理智亦非如推论那样;因为它并不成为本相与潜能的认识者,亦非完全从自身被唤醒,而仅仅是对现实活动、且在其活动时的[认识者];并且它是在受到感觉对象某种方式的推动下活动的。他从我们的自我意识中把我们感知到我们在看、同样感知到在听、以及对于其余各者亦复如是作为公认的前提接受下来之后,随即证明,并非凭藉任何其他感觉,而是凭藉我们以此进行感知的那个感觉自身,例如凭藉视觉[感知到]我们在看。因为在如此的自我意识中,同一个感觉既成了对视觉的、亦成了对底层基体颜色——即此刻作为底层基体呈现给视觉的这一具体颜色——的[意识]。由此表明,自立地认识此点的既非推论,亦非任何其他感觉;因为推论并不自立地具有认识个别事物的能力,其他感觉亦不[能认识]颜色或光线,因为这是视觉专有的感觉对象;而认识这一颜色的视觉能力正在观看它的那一者,亦必然认识被看见的颜色。因此,这是一条证明,取自各个感觉的本有本性,这一本性朝向其专有感觉对象并于其中获得其实体性;另一条证明则取自归于不可能的反驳。因为若认识视觉在看的是另一感觉,依照情理便伴随着:该感觉自身在其活动时,亦被认识到它正在活动;若五感中的每一者皆是如此,那一不仅能接收感觉对象、更能接收诸感觉自身的感觉便更是如此。因此,要么此一感觉亦将被另一者所认识,而那一者又被别者所认识,从而由于出现无穷后退而取消了此类自我意识(因为没有任何第一者存在),要么将存在某种认识自身的感觉。若承认这一点,那么对视觉以及五感中的每一者都必须赋予同样的属性,倘若作为某种感觉它本性上完全能够接收自身的话。因为即使是作为理性的,最初的诸感觉亦是理性的;此外,假定五感之外另有其他感觉的论点乃是虚构的,这不仅是由于前述那些在五感中表明完满性的论据,亦因为一切感觉本原上皆是关于某种感觉对象的,而非关于感觉的。因为即使它是关于感觉的,它碰巧亦是关于该感觉所关涉的感觉对象的,且它将拥有某种专有感觉对象,正如五感中的每一者一样。那么又当如何?难道必须将这一特殊的特权赋予所谓的共同感觉吗?抑或共同感觉绝不单独认识任何事物,而是五感中的每一者协同运作?因此,认识视觉以及视觉所关涉的颜色的共同感觉,将与视觉自身一同认识;可见认识自身并非唯独属于共同感觉,亦属于各个感觉自身,尽管共同感觉认识得更为纯粹,因为它亦更多地显现出脱离状态。
- 3.29καὶ διὰ τὸ τελείαν ἡμῶν καὶ τὴν αἰσθητικὴν ζωὴν ἐπιδεῖξαι κεκινηκέναι φαίνεται
该句主语为省略的第三人称单数,指亚里士多德。动词 φαίνεται 搭配完成时不定式 κεκινηκέναι(“似乎提出了/发动了”),支配后文的宾格成分 τὸν ... λόγον。介词短语 διὰ τὸ ... ἐπιδεῖξαι 则作为副词性成分,表达提出该论证的目的或动机。
- 3.29ὁμώνυμος ἡ ἡμετέρα αἴσθησις τῇ ἀλόγῳ, τῇ ὅλῃ πρὸς σῶμα νευούσῃ ἡ καὶ εἰς ἑαυτὴν συναγομένη
在引自扬布里柯的文句中,修饰与格 τῇ ἀλόγῳ(无理性感觉)的分词短语 τῇ ὅλῃ πρὸς σῶμα νευούσῃ 与修饰主格主语 ἡ ἡμετέρα αἴσθησις 的分词短语 ἡ καὶ εἰς ἑαυτὴν συναγομένη 在没有连接小辞(如 μέν...δέ)的情况下形成了不对称的直接并置对立。两者通过各自的格一致关系(与格与主格)确立对照。
- 3.29πρὸς τῷ καὶ πλασματίαν εἶναι τὸν ἄλλας αἰσθήσεις ὑποτιθέμενον λόγον παρὰ τὰς πέντε
介词结构 πρὸς τῷ 搭配带冠词不定式 εἶναι,表示递进与追加(“加之……”、“除……之外”)。不定式的逻辑主语为宾格的 τὸν ... λόγον,表语为宾格形容词 πλασματίαν(“虚构的”)。分词 ὑποτιθέμενον 作定语修饰 λόγον,支配 ἄλλας αἰσθήσεις,而 παρὰ τὰς πέντε 则意为“在五感之外”。
