← 辛普里丘

亚里士多德《论灵魂》注释

§186.17-187.14

共同感觉的综合机能与多重感觉存在的理由

注解亚里士多德《论灵魂》425b2–425b6,指出判定两种感觉对象属于同一件事物乃是属于自立地认识两者的共同感觉之功能,并论述为何共同感觉对象由多数感觉而非单一感觉所感知,即为了防止它们作为相伴随的共同属性被忽视或与专有感觉对象相混淆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.25

" Οὐ γὰρ δὴ ἑτέρας γε τὸ εἰπεῖν, ὅτι ἄμφω ἕν." Ἄμφω τὸ ξανθόν τε καὶ πικρόν. ὅτι οὖν ἓν τὸ ἄμφω πεπονθὸς οὐκ ἄλλης εἰδέναι ἢ τῆς ἑκάτερον καθ’ αὑτὸ γνωριζούσης.1 διὸ καὶ ἀπατᾶται, καὶ ἐὰν ᾖ ξανθόν, χολὴν οἴεται εἶναι, τότε δηλαδή, ὅτε μὴ ἄμφω ἅμα ἐνεργοῦσιν, ἀλλὰ μόνη ἡ ὄψις, διὰ τὴν προτέραν ἤδη γενομένην συνδρομὴν ἀμφοτέρων καὶ ἐν τῇ τῆς θατέρας ἐνεργείᾳ συναναφερούσης τὸ λοιπὸν τῆς κοινῆς,2 ἐνίοτε μὲν ἀληθῶς, ἐνίοτε δὲ καὶ ψευδῶς.

“因为说两者为一,绝非另一[感觉]的分内之事。” 两者,即黄色与苦味。因此,知晓承受两者之物是一,并不属于除了能够自立地认识各自的那种感觉之外的任何其他感觉。所以它亦受欺骗,且若是黄色的,便以为是胆汁——即在彼时,当两者并非同时施行现实活动,而唯有视觉在活动时,由于两者先前已经产生的汇聚,并且共同感觉在其中一者的现实活动中将剩余者一同连带提起,有时为真,有时亦为假。

§3.26

"Ζητήσειε δ’ ἄν τις, τίνος ἕνεκα πλείους ἔχομεν αἰσθήσεις, ἀλλ’ οὐ μίαν μόνην." Προσυπακουστέον τῶν κοινῶν·3 καλῶς γὰρ ὁ φιλόσοφος ἐπέστησε Πλούταρχος, ὡς οὐχ ἁπλῶς ζητεῖ νῦν, διὰ τί μὴ μίαν μόνην ἔχομεν αἴσθησιν ἀλλὰ πλείους (τούτου γὰρ ἄλλαι αἰτίαι, τὸ διάφορον πλῆθος τῶν αἰσθητῶν, ἡ μεριστὴ τοῦ γενητοῦ σώματος πρὸς τὰς διαφόρους αἰσθήσεις ἐπιτηδειότης), ἀλλὰ διὰ τί τῶν κοινῶν πλείοσιν αἰσθήσεσιν ἀντιλαμβανόμεθα, καὶ οὐ μιᾷ μόνῃ. δηλοῖ δὲ καὶ ἡ ἀπόδοσις τῆς αἰτίας τὴν ζήτησιν· "Ἢ ὅπως ἧττον λανθάνῃ τὰ ἀκολουθοῦντα καὶ κοινά." Ὅτι γὰρ πᾶσι τοῖς αἰσθητοῖς ὡς αἰσθητοῖς ὑπάρχει καὶ ἡ κίνησις καὶ τῶν λοιπῶν ἕκαστον, γνωρίζομεν ἐκ τοῦ πάσας αὐτῶν ἀντιλαμβάνεσθαι τὰς αἰσθήσεις. ἐντεῦθεν γὰρ ἅμα τε ὅτι ἕτερον τῶν κοινῶν ἕκαστον παρὰ τὸ ἑκάστης ἴδιον, καὶ ὅτι οὕτως ἕτερον, ὡς κοινῇ πᾶσιν ἐπακολουθεῖν, ἐγνωρίσαμεν.

“人们或许会追问,为了何种缘故我们拥有多数感觉,而不仅是唯独一个?” 必须补充领会“共同[感觉对象]的”;因为哲学家普鲁塔克正确地指出,他此刻并非是在空泛地探问,为何我们并非仅拥有单一的感觉而是拥有多数(因为对此另有其他原因:感觉对象的繁复多样,以及可生成身体对于不同感觉的分割适应性),而是在追问,为何我们以多数感觉、而非仅以唯独一个来感知共同感觉对象。并且原因的给出亦揭示了这一追问: “或者,是为了使伴随之物与共同对象较少避开我们的注意?” 因为运动以及其余各者属于作为感觉对象的一切感觉对象,我们乃是从一切感觉都感知它们这一事实认识到的。因为正是由此,我们同时认识到了共同对象的各者皆相异于各个[感觉]的专有对象,并且其相异程度达到了共同伴随一切的地步。

§3.28

"Εἰ γὰρ ἦν ἡ ὄψις μόνη "τοῦ μεγέθους γνωριστική, καὶ αὐτὴ λευκοῦ, ἀντὶ τοῦ χρώματος νῦν λέγων τὸ λευκόν, ὡς δηλοῖ ἐπιφέρων διὰ τὸ ἀκολουθεῖν ἀλλήλοις ἅμα χρῶμα καὶ μέγεθος. καὶ διὰ τοῦτο ἧττον ἂν ἐγνώριζε τὸ μέγεθος, ὡς οὐ καὶ τοῖς ἄλλοις συνυπάρχον αἰσθητοῖς· μόνῳ γὰρ ἂν ἐδόκει τῷ χρώματι (οὐδὲ γὰρ τότε τῷ λευκῷ, ὡς καὶ ἐν τῷ μέλανι φαινόμενον, ἀλλὰ τῷ χρώματι)· ᾧ ταὐτὸν ἂν ἐδόκει, οὐ τῷ λόγῳ δηλαδὴ ἀλλὰ τῷ ὑποκειμένῳ,4 διὰ τὸ ἀλλήλοις ἐπακολουθεῖν τὸ χρῶμά τε καὶ τὸ μέγεθος. ἀλλὰ διὰ τί καὶ νῦν ἐλάνθανεν ἂν μᾶλλον ἔφη, καὶ πρότερον “ἢ ὅπως ἂν ἧττον λανθάνῃ”; ὡς γὰρ καὶ νῦν λανθάνοντός πῃ. ἢ ὅτι καὶ νῦν τὴν ἀκριβῆ ἑτερότητα τῶν κοινῶν πρὸς τὰ ἴδια αἰσθητὰ ἐκ λογισμοῦ καὶ οὐ τῇ αἰσθήσει αἱροῦμεν. οὐ γὰρ διακρίνει ἡ αἴσθησις, εἰ μὴ ὡς γένος εἴη ἕτερον τὸ κοινὸν τῶν ἰδίων, ὡς τὸ χρῶμα ἔχει πρὸς τὸ λευκὸν καὶ μέλαν· ὅπερ ὁ λόγος ἐλέγχει διὰ τὸ τῶν κατηγοριῶν διάφορον.

“因为若唯独视觉是”认识大小的,且自身亦是[认识]白色的——他此刻用白色指代颜色,正如他接下来说“由于颜色与大小同时相互伴随”所表明的那样。并且由于这一点,它对大小的认识将会较差,宛如它并未亦共存于其他感觉对象之中一样;因为大小将会看似唯独属于颜色(因为即便在那时亦非属于白色,因为在黑色中亦显现,而是属于颜色);由于颜色与大小相互伴随,大小将会看似与它[颜色]同一——显而易见,并非在定义上,而是在底层基体上同一。但为何他不仅此刻说它将会更多地避开注意,并且先前亦说“或者为了使它较少避开注意”呢?仿佛即使在现今它亦在某种程度上避开注意。或者是因为,即便在现今,我们亦是通过推论、而非凭藉感觉来把握共同对象与专有感觉对象之间的精确差异?因为感觉并不进行区分,除非共同对象作为属相异于专有对象,正如颜色相对于白与黑那样;而推论则由于范畴的相异反驳了这一点。

语法注4 条
  1. 3.25οὐκ ἄλλης εἰδέναι ἢ τῆς ἑκάτερον καθ’ αὑτὸ γνωριζούσης

    属格 ἄλλης 与 τῆς γνωριζούσης 为表从属或本分的述谓性属格,省略了系动词 ἔστι,构成无人称句式,意为“知晓……绝非除能自立认识各自的感觉之外的另一感觉的分内之事”。

  2. 3.25συναναφερούσης τὸ λοιπὸν τῆς κοινῆς

    属格绝对分词结构,其逻辑主语为 τῆς κοινῆς[αἰσθήσεως]。伴随介词短语 ἐν τῇ τῆς θατέρας ἐνεργείᾳ,用以说明产生感觉错觉的附带情状及心理机制。

  3. 3.26Προσυπακουστέον τῶν κοινῶν

    动形容词 προσυπακουστέον 支配属格补足语 τῶν κοινῶν,指示读者应当在亚里士多德原文“我们为何拥有多数感觉”的问句中补足“关于共同对象的[感觉]”。

  4. 3.28ᾧ ταὐτὸν ἂν ἐδόκει, οὐ τῷ λόγῳ δηλαδὴ ἀλλὰ τῷ ὑποκειμένῳ

    与格关系代词 ᾧ 指引前行的先行词 μόνῳ τῷ χρώματι,并与 ταὐτόν 连用(“与它同一”)。随后的两个与格 τῷ λόγῳ 和 τῷ ὑποκειμένῳ 为限定/方面与格,意为“在定义上……并非,而是在底层基体上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:186.17-187.14