← 辛普里丘

亚里士多德《论灵魂》注释

§185.4-186.16

共同感觉的双重含义与统合中的附带感知

辛普利丘注解亚里士多德《灵魂论》425a27–31,辨析了“共同感觉”的双重含义:其一为在多种感觉汇聚时作为统一能力起作用,其二为各专有感觉在感知自身专有对象的同时亦感知共同感觉对象。他进一步阐明,诸感觉之所以能附带地感知彼此的专有对象,并非在作为被划分的个别感觉独立活动之时,而是在它们被统摄为一个不可分的单一共同感觉之时。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.23

" Τῶν δὲ κοινῶν ἤδη ἔχομεν αἴσθησιν κοινήν·" Ὡς ἐν τῷ ὁρᾶν τὸ ξανθὸν καὶ τὸ μέγεθος αὐτοῦ θεωρεῖν ἢ τὴν κίνησιν, καὶ ἐνεργεῖν τὴν ὄψιν κριτικῶς ἤδη καὶ πρὸς τὸ μέγεθος, ὅταν αὐτοῦ καὶ τὸ χρῶμα ὁρᾷ· τοῦτο γὰρ τὸ ἤδη δηλοῖ. κοινὴν δὲ λέγει τὴν τῶν κοινῶν αἴσθησιν οὐχ ὡς ἐν τῇ συναγωγῇ τῶν πλειόνων κατὰ τὴν συναίρεσιν ἐνεργοῦσαν, ἀλλ’ ὡς καὶ ἑκάστῃ τῶν πλειόνων παροῦσαν κατὰ τὴν πρὸς ἀλλήλας αὐτῶν κοινωνίαν· οὐ γὰρ οὕτω διῄρηνται, ὡς καὶ μὴ κοινωνεῖν· διὸ καὶ τὸ ἴδιον ἑκάστῃ, καὶ τίνα ταῦτα γνωρίζουσιν. ἕτερον οὖν τρόπον κοινὴ λέγεται αἴσθησις ἡ ἐπὶ τῇ τῶν πλειόνων συνδρομῇ κρίνουσα τὸ αὐτὸ καὶ γλυκὺ εἶναι καὶ ξανθόν, ἅμα μὲν περὶ τὸ μέλι καὶ τῆς ὄψεως ὡς περὶ ξανθὸν ἐνεργούσης καὶ τῆς γεύσεως ὡς περὶ γλυκύ, οὐδετέρας δὲ περὶ τὸ συναμφότερον, ἀλλὰ τῆς εἰς ἓν τὰ δύο συναιρούσης, ἣν καὶ κοινὴν καλοῦμεν αἴσθησιν ἐν τῇ τῶν ἰδίων συνδρομῇ ἅμα τὰ πλείω κρίνουσαν. ἄλλως δὲ κοινὴ ἡ τῶν κοινῶν ἀντιληπτικὴ λέγεται, ὡς ἑκάστης πρὸς τῷ ἰδίῳ καὶ τὸ κοινὸν ἐχούσης, ὥσπερ κοινῇ ὑπάρχειν ἀνθρώποις λέγομεν τὸ δίπουν, διότι ἑκάστῳ. ἐκείνως δὲ κοινῇ τῶν δακτύλων τὴν πεντάδα κατηγοροῦμεν, ὡς ὁμοῦ πάντων κατὰ τὴν συναγωγήν.1 συμπεραίνεται τοίνυν ὡς οὐκ ἔστιν ἴδιός τις τῶν κοινῶν αἴσθησις. οὐδαμῶς γὰρ ἂν αὐτῶν ᾐσθανόμεθα ἀλλ’ ἢ οὕτως ὥσπερ εἴρηται, ὡς τὸν Κλέωνος υἱόν, λευκὸν ἰδόντες, ἐνταῦθα οὐδὲ συναναφέροντες τῷ πρότερον ᾐσθῆσθαι· τῷ γὰρ μὴ ἔχειν τὴν ἴδιον αὐτῶν αἴσθησιν οὐδέποτε ἂν αὐτὰ καθ’ αὑτὰ ἔγνωμεν. πῶς οὖν ὅλως κατὰ συμβεβηκὸς αἰσθάνονται αἱ αἰσθήσεις;

“对于共同感觉对象,我们已经拥有了一种共同感觉;”犹如在观看黄色时亦观察其大小或运动,且当视觉亦看见其颜色时,它对于大小亦已经批判性地施行现实活动;因为“已经”正是表明了这一点。而他将关于共同感觉对象的感觉称为“共同”,并非作为按照在多数的汇集中缩减而施行现实活动的[感觉],而是作为按照它们彼此之间的共通性亦临在于多数的各个[感觉]之中的[感觉];因为它们并非被划分到了互不相通的地步;因此[诸感觉]亦认识对各者而言的专有对象,以及这些对象是何物。于是,在另一种方式下,那在多数的汇聚上判定同一事物既是甜的又是黄色的感觉被称为“共同”,而在涉及蜂蜜时,视觉同时施行现实活动宛如涉及黄色,味觉宛如涉及甜味,两者皆非涉及两者结合之物,而是那将两者缩减为一的感觉[施行活动],我们亦将其称为共同感觉,它在专有对象的汇聚中同时判定多数对象。而在另一种方式下,那能够接受共同感觉对象的感觉被称为“共同”,乃是作为各个[感觉]在专有对象之外亦拥有共同对象,正如我们说具有两足共同地属于人类,乃是因为属于每个人一样。但在那[前一种]方式下,我们将五这一数共同地述谓于手指,乃是作为按照汇集全体一道属于它们。因此得出的结论是:并不存在某种关于共同对象的专有感觉。因为若非如此[若有专有感觉],我们将决不会以除前文所述之外的方式感知它们,正如看到苍白之人感知克里昂的儿子一样,并且在此甚至并未追溯到先前感知过的事实;因为由于不拥有关于它们的专有感觉,我们绝不可能自立地认识它们。那么,诸感觉究竟是如何附带地感知的呢?

§3.24

"Οὐχ ᾗ αὐταί, ἀλλ’ ᾗ μία." Εἰ καὶ σωματοειδεῖς ὡς ἀχώριστοι σωμάτων εἰσὶ ζωαί, ἀλλὰ φαίνεται καὶ ἐπ’ αὐτῶν τὸ κοινὸν τῆς ἀσωμάτου οὐσίας τῷ συντρέχειν τῇ διακρίσει τὴν ἕνωσιν. καὶ γὰρ αὗται διῄρηνταί τε ἐναργῶς ἀλλήλων, ὡς δηλοῖ ἡ ἴδιος ἑκάστης περί τι ἀφωρισμένον ἐνέργεια, καὶ ἀμερίστως ἥνωνται, ὡς δηλοῖ πάλιν ἡ τὰ διάφορα καὶ διαφόροις αἰσθήσεσι καταληπτὰ ἅμα γινώσκουσα αἴσθησις. οὔτε γὰρ ἡ ὄψις ἀντιληπτικὴ τοῦ γλυκέος, οὔτε ἡ γεῦσις τοῦ ξανθοῦ, ἀλλ’ ἔστι τις ὅμως ἡ ἄμφω ἅμα γνωρίζουσα μία καὶ ἡ αὐτὴ καὶ τήν τε διαφορὰν αὐτῶν καὶ τὴν ἐν τῷ αὐτῷ συνδρομὴν ἀμφοτέρων γνωρίζουσα, ἡ κοινὴ καλουμένη αἴσθησις, κατὰ τὴν πασῶν ἀμέριστον πρὸς ἀλλήλας ἱσταμένη ἕνωσιν. οὐ γὰρ ἄλλως ἢ σὺν ἑκάστῃ τὸ ἑκάστῃ γινώσκει ἴδιον. ᾗ μὲν οὖν διακέκρινται, τὸ ἴδιον γνωρίζει ἑκάστη, κατὰ δὲ τὴν ἀμέριστον ἕνωσιν αὐτῶν, ὅτε μὴ μόνον πολλαὶ ἀλλὰ καὶ μία πᾶσαι, καὶ τὰ ἀλλήλων γνωρίζουσι, κατὰ συμβεβηκὸς μὲν ᾗ διῄρηνται, καθ’ αὑτὰ δὲ ᾗ μία. ὧδε γάρ, οἶμαι, τὴν λέξιν ἀπευθυντέον·2 τὰ ἀλλήλων ἴδια κατὰ συμβεβηκὸς αἰσθάνονται αἱ αἰσθήσεις, οἷον ἡ ὄψις τὸ γλυκὺ καὶ ἡ γεῦσις τὸ λευκόν (τῷ γὰρ φάναι τὰ ἀλλήλων καὶ τὰ ἄλλων ἐδήλωσεν), οὐχ ᾗ αὐταί φησιν, τουτέστιν οὐχ ὅταν ἑκάστη αὐτὴ καθ’ αὑτὴν ἐνεργῇ, ὅτε καὶ ὡς διῃρημέναι ἐνεργοῦσι (τότε γὰρ οὐδὲ κατὰ συμβεβηκός), ἀλλ’ ᾗ μία τε καὶ ἡνωμένως, ἅμα τε περὶ τὸ ἴδιον ἑκάστη καὶ εἰς ἓν ἀμέριστον αἱ πλείους συναιρούμεναι. τότε γὰρ κατὰ συμβεβηκὸς τὰ ἀλλήλων γινώσκουσιν ἴδια ἐν τῷ ἑνίζεσθαι, τῆς μὲν μιᾶς καθ’ αὑτὰ πάντα γινωσκούσης, αὐτῶν δὲ ὡς διῃρημένων κατὰ συμβεβηκός. ἑνίζονται δέ, ὅταν ἅμα γένηται ἡ αἴσθησις ἐπὶ τοῦ αὐτοῦ, οἷον χολῆς ὅτι πικρὰ καὶ ξανθή. δεῖ γὰρ καὶ τὴν ὄψιν τοῦ ξανθοῦ καὶ τὴν γεῦσιν τοῦ πικροῦ τῆς χολῆς ἅμα αἰσθάνεσθαι, ἵνα τῆς κοινῆς ἄμφω καθ’ αὑτὰ γινωσκούσης ἑκατέρα ἐκείνων κατὰ συμβεβηκὸς τὰ τῆς λοιπῆς γινώσκῃ. ὅτι γὰρ ἡ κοινὴ ἄμφω καθ’ αὑτὰ τότε γνωρίζει, δηλοῖ ἐπάγων·

“并非就它们自身而言,而是就它们是一而言。” 即使它们作为不可脱离身体者乃是具身体性的生命,但在它们之上,非身体实体的共同性亦通过结合与区分的并存而显现出来。因为这些[感觉]既如各者围绕某一特定对象所施行的专有现实活动所表明的那样,清晰地彼此相互划分,又如那同时认识由不同感觉所把握的不同对象的感觉所再次表明的那样,不可分地结合在一起。因为视觉既不接受甜味,味觉亦不接受黄色,但终究存在着某种单一且同一的同时认识两者的感觉,认识它们的差异以及两者在同一物中的汇聚,这便是被称为共同感觉的感觉,它立足于一切[感觉]彼此之间不可分的结合之上。因为若非与各个[感觉]在一起,它便无法认识属于各个[感觉]的专有对象。因此,就它们被区分而言,各个[感觉]认识专有对象;而按照它们不可分的结合,当它们不仅是多数、而且全体亦是一时,它们亦认识彼此的对象,就它们被划分而言乃是附带地,就它们是一而言则是自立地。因为我认为,文句应当这样来理顺:诸感觉附带地感知彼此的专有对象,例如视觉感知甜味,味觉感知白色(因为通过说“彼此的”,他亦指明了“他者的”),“并非就它们自身而言,”他说,即并非当各个[感觉]自身自立地施行现实活动时,此时它们亦作为被划分者施行活动(因为此时甚至不能附带地[感知]),“而是就它们是一且结合而言,”此时各个[感觉]围绕专有对象,同时多数[感觉]缩减为一个不可分的事物。因为此时在成为一的过程中,它们附带地认识彼此的专有对象,单一的感觉自立地认识一切,而它们自身作为被划分者则附带地认识。而当关于同一事物同时产生感觉时,例如关于胆汁感知它是苦的且是黄色的,它们便成为一。因为视觉必须同时感知胆汁的黄色,味觉感知其苦味,以便当共同感觉自立地认识两者时,那些感觉中的各个感觉能附带地认识其余感觉的对象。因为共同感觉在那时自立地认识两者,这一点他通过接下来说的内容表明了:

语法注2 条
  1. 3.23ὥσπερ κοινῇ ὑπάρχειν ἀνθρώποις λέγομεν τὸ δίπουν, διότι ἑκάστῳ. ἐκείνως δὲ κοινῇ τῶν δακτύλων τὴν πεντάδα κατηγοροῦμεν, ὡς ὁμοῦ πάντων κατὰ τὴν συναγωγήν.

    此处对比了副词 κοινῇ(“共同地”)的两种用法。在前一分句中,διότι ἑκάστῳ 之后省略了谓词 ὑπάρχει,表示分配性地属于各个组成成员的“共同性”。而在后一分句中,ἐκείνως(“以那[前一种]方式”)指涉前文所论通过多数的缩减(συναίρεσις)而起作用的共同感觉,表示“五”这一数仅能集合性地述谓于作为汇集整体(κατὰ τὴν συναγωγήν)的手指,而非个别地属于每一根手指。

  2. 3.24ὧδε γάρ, οἶμαι, τὴν λέξιν ἀπευθυντέον·

    这是由中性动形容词 ἀπευθυντέον 构成的无人称句,意为“文句(τὴν λέξιν)应当这样(ὧδε)来理顺/解释”。紧随其后的句子(τὰ ἀλλήλων ἴδια...)是注解者为了澄清亚里士多德原文真意而作的释义(paraphrase),整个句群构成了这一统领句的具体展开。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:185.4-186.16