← 辛普里丘

亚里士多德《论灵魂》注释

§183.21-185.3

通过运动感知共同对象及与附带感知的差异

辛普里丘阐明了亚里士多德何以主张形状、静止和数等共同感觉对象是通过运动被感知的,指出感觉器官受到它们的作用,并通过不同感觉的汇聚与附带感知的对比,进一步论证了共同对象不可能拥有专有的感觉器官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.17

" Ὥστε καὶ τὸ σχῆμα· μέγεθος γάρ τι καὶ τὸ σχῆμα." Κατὰ γὰρ τὸ ὑποκείμενον ὡς ὕλῃ τῷ μεγέθει χρώμενον,1 ὡς καὶ τὸ βάθρον ξύλον λέγομεν, ἐπεὶ ὑπὸ τὸ ποιὸν πᾶν σχῆμα. πῶς οὖν κινήσει; οὐ τῷ τὰ αἰσθητὰ πάντως κινεῖσθαι, ἀλλὰ τῷ τὸ αἰσθανόμενον ὑπ’ αὐτῶν. τὸ γοῦν μέγεθος καὶ τὸ σχῆμα εἰπὼν τῇ κινήσει γνωρίζεσθαι, τὸ δὲ ἠρεμοῦν τῷ μὴ κινεῖσθαί φησιν, ἵνα σαφηνίσῃ, ὅπως εἴρηται τῇ κινήσει, ὅτι οὐχὶ τῷ αὐτὰ κινεῖσθαι. τὸ γοῦν ἠρεμοῦν οὐ κινούμενον ὅμως γνωρίζεται, ὡς αὐτὸ μὲν μὴ κινούμενον, κινοῦν δὲ καὶ αὐτὸ τὴν αἴσθησιν. οὐ γάρ, οἶμαι, τῇ στερήσει τῆς κινήσεως γνωρίζεσθαι λέγει τὸ ἠρεμοῦν, τῷ μὴ κινεῖν ὡς τὸ σκότος τὴν ὄψιν. προείρηται γὰρ ὡς πάντα κινήσει αἰσθανόμεθα, καὶ αὐτὴν τὴν στάσιν· καὶ ὅπως, νῦν λέγεται, ὅτι οὐχὶ τῷ αὐτὴ κινεῖσθαι, ἀλλὰ τῷ διατιθέναι πως τὸ αἰσθητήριον καὶ προκαλεῖσθαι εἰς ἐνέργειαν τὴν αἰσθητικὴν ζωήν. ἀλλ’ οὐδὲ ὁ ἀριθμὸς τῇ ἀποφάσει τοῦ συνεχοῦς ὡς ἐν στερήσει εἴρηται. καὶ γὰρ καθ’ αὑτὸν ὁ ἀριθμὸς αἰσθητός, ὡς καὶ τὸ ἕν, καὶ κινητικὸς τῆς αἰσθήσεως, ἀλλ’ οὐχ ὡς τὸ σκότος τῷ μὴ κινεῖν τὴν ὄψιν ἐπιχειροῦσαν ὁρᾶν ἢ ὡς τὸ ἄηχον τῇ ἀκοῇ γνωρίζεται, ἀλλ’ ἐπειδὴ ἀντίκειται μὲν τὸ ἓν τῷ πλήθει, οὕτω δέ, ὡς τὸ πλῆθος συνεισάγειν ἅμα τὸ ἓν τὸ συνεχὲς καθ’ ἕκαστον τῶν ἐξ ὧν τὸ πλῆθος· ἐπειδὴ ἐν τοῖς αἰσθητοῖς τὸ ἓν ὡς συνεχές ἐστιν ἕν, οὐ μὴν ἐν τῇ πάντων συναγωγῇ τὸ συνεχὲς ἀναφαίνεται ἕν. καίτοι εἷς ὢν καὶ ὁ ἀριθμὸς κατὰ τὴν διῃρημένην συναγωγὴν καὶ εἷς ἐστὶ καὶ γνωρίζεται, ἀλλ’ οὐχ ὡς συνεχής. καὶ τοῦτο δηλοῖ ἡ τοῦ συνεχοῦς ἀπόφασις, τὸ μὴ ὡς μόνον ἕν (τοῦτο γὰρ πάντως συνεχὲς ἐπὶ τῶν αἰσθητῶν) ἀλλ’ ὡς ἐν συναγωγῇ τῶν πολλῶν τοιούτων, τῆς συναγωγῆς ἀναινομένης τὴν συνέχειαν. τὸ δὲ καὶ τοῖς ἰδίοις οὔ μοι δοκεῖ πρὸς τὸν ἀριθμόν, ἀλλὰ πρὸς τὸ ἀνωτέρω εἰρημένον ἀποδεδόσθαι,2 ἵνα συνάψῃς πρὸς τὸ πάντα γὰρ ταῦτα κινήσει αἰσθανόμεθα τὸ καὶ τοῖς ἰδίοις· ἐπειδὴ καὶ αὐτὰ μὲν κινεῖ τὰ κοινὰ αἰσθητά, ἐπακολουθεῖ δὲ προηγουμένοις, ὡς εἴρηται, τοῖς ἰδίοις αἰσθητοῖς.

“因此形状亦然;因为形状亦是某种大小。” 因为就底层而言,[形状被称为大小]乃是由于它将大小作为质料来使用,正如我们亦将踏凳称为木头一样,因为一切形状皆属于性质。那么,如何由运动[被感知]呢?决非由于感觉对象无论如何都在运动,而是由于感觉者受到它们的影响[而被运动]。至少,他在说大小与形状由运动被认识之后,又说静止之物是由不运动[被认识]的,以此澄清如何被说成是“由运动”:即并非由于它们自身在运动。至少,静止之物虽未在运动,却依然被认识,乃是作为其自身虽不运动、自身却亦运动着感觉之物。因为我认为,他并不是说静止之物是由运动的缺乏而被认识的,如同黑暗不运动视觉那样[通过不运动感觉器官而被认识]。因为前面已经说过,我们是通过运动来感知这一切的,包括静止本身;而这是如何可能的,现在得到说明:即并非由于静止自身在运动,而是由于它在某种程度上配置了感觉器官,并将感觉的生命唤起至现实活动之中。但是,数亦非通过连续者的否定而被说成犹如在缺乏之中。因为数如同“一”一样,亦是自立地可感觉的,且能够运动感觉,却不像黑暗通过不运动试图观看的视觉而被认识,亦不像无声之物被听觉认识那样;而是因为,尽管“一”与多数相对立,但其对立方式使得多数在构成多数的各个组成部分中同时引入了连续的“一”。因为在可感觉的事物中,“一”作为连续者乃是“一”,然而在所有事物的汇集之中,连续的“一”并不显现出来。尽管数按照分割的汇集亦是“一”,且是“一”并被认识[为一],但并非作为连续者。而连续者的否定所表明的正是这一点:并非作为纯粹的“一”(因为这在感觉对象中必定是连续的),而是作为存在于诸如此类之多的汇集之中的事物,该汇集否定了连续性。而“亦由专有感觉对象”这一短语,在我看来并非归属于数,而是归属于前文所述的内容,以便让你将“亦由专有感觉对象”与“因为我们通过运动感知这一切”相连接;因为共同感觉对象自身亦运动[感觉],但如前所述,它们伴随着首要的专有感觉对象。

§3.18

"Ἑκάστη γὰρ ἓν αἰσθάνεται αἴσθησις." Προηγουμένως τὸ ἴδιον ἓν τῷ εἴδει ὑπάρχον, οἷον ὡς ἐν ὄψει· ἓν γὰρ τὸ χρῶμα ἢ τὸ φῶς· καὶ ἦχος ἐν ἀκοῇ, καὶ ἐν ἁφῇ δὲ ἓν τὸ κατὰ τὴν παθητικὴν ποιότητα ἢ ὁπωσοῦν ἄλλως ἀφοριζόμενον, εἰ καὶ κοινὸν οὐκ ἔχομεν ὄνομα.

“因为每一种感觉感知单一的事物。” 首要地,[它感知]在种上为单一的专有对象,例如在视觉中;因为颜色或光是单一的;而在听觉中则是声音;在触觉中,按照受动性质或以其他任何方式规定的东西亦是单一的,即使我们并没有一个共同的名称。

§3.19

"Ὥστε δῆλον ὅτι ἀδύνατον ὁτουοῦν ἰδίαν αἴσθησιν εἶναι τούτων." Εἰ γὰρ ἦν τις ἴδιος τῶν κοινῶν, ἀντιδιῄρητο ἂν ταῖς λοιπαῖς, καὶ οὐδεμία τὴν ἐκείνης ἐνήργει καθ’ αὑτήν. νῦν δὲ ἐνεργοῦσι καὶ κινοῦνται ὑπ’ αὐτῶν· ὡς εἴ γε ἦν τις αὐτῶν ἴδιος, οὕτως ἂν αἱ ἄλλαι εἶχον πρὸς αὐτά, " Ὥσπερ νῦν τῇ ὄψει τὸ γλυκὺ αἰσθανόμεθα." Τουτέστι κατὰ συμβεβηκός, ὅτι ἀμφοῖν ἔχοντες τυγχάνομεν αἴσθησιν, διαφόρους δηλαδή, χρώματος μὲν τὴν ὄψιν οὖσαν, τοῦ δὲ γλυκέος τὴν γεῦσιν.

“因此显而易见,不可能有关于这些[共同对象]中任何一者的专有感觉。” 因为如果存在某种关于共同对象的专有[感觉],它就会与其他[感觉]相划分对立,且没有一种感觉会自立地施行那属于专有感觉的现实活动。然而实际上,它们施行着现实活动,并受到它们[共同对象]的运动;因此,如果确实存在某种属于它们的专有[感觉],其他感觉对它们的关系就会像“正如我们如今由视觉感知甜味一样。” 即附带地[感知],因为我们碰巧拥有关于两者的感觉,显然是不同的感觉,视觉属于颜色,而味觉属于甜味。

§3.21

"Ἢ ὅταν συμπέσωσι, "Ἀντὶ τοῦ καθ’ ὅ, κατὰ τὸ δύο ἔχειν διαφόρους,3 ὅταν συνδράμωσι (τοῦτο γὰρ τὸ συμπέσωσιν), ὡς ἅμα τοῦ αὐτοῦ καὶ ὡς ξανθοῦ καὶ ὡς γλυκέος αἰσθάνεσθαι, γνωρίζομεν ὅτι τὸ ξανθὸν τοῦτο γλυκὺ τυγχάνει ὄν.

“或者当它们相符时,”代替“按照…”,按照拥有两种不同的[感觉],当它们汇聚在一起时(因为这就是“相符”的意思),以致对于同一事物同时作为黄色亦作为甜味来感知,我们便认识到这一黄色事物碰巧是甜的。

§3.22

"Εἰ δὲ μή, οὐδαμῶς ἂν ἀλλ’ ἢ κατὰ συμβεβηκὸς ᾐσθανόμεθα." Εἰ μὴ κατὰ τὴν συνδρομὴν τῶν διαφόρων αἰσθήσεων, οὐ γίνεται ἡ ἀμφοῖν ἅμα γνῶσις εἰ μὴ κατὰ συμβεβηκός, ὡς ὅταν ξανθὸν ἰδόντες καὶ ὡς γλυκὺ ὂν τὸ αὐτὸ κρίνωμεν διὰ τὸ ἤδη κατὰ τὴν συνδρομὴν ἐπὶ τοῦ αὐτοῦ ᾐσθῆσθαι. οὕτω γὰρ καὶ ὅτι Κλέωνος υἱὸς ὁ προσιὼν ἴσμεν, ὡς λευκὸν ἄγαν ὄντα ὁρῶντες, οὐ νῦν ὅτι Κλέωνος υἱός ἐστιν ἀκούοντες, ἀλλὰ προαισθόμενοι.

“否则,我们绝不会以除附带之外的方式去感知。” 若非按照不同感觉的汇聚,对两者的同时认识便唯有附带地产生,正如当我们看到黄色,并判定同一事物亦是甜的时,乃是因为此前已经在同一事物上按照汇聚感知过。因为我们正是以此方式知晓走近的人是克里昂的儿子,看到他极其苍白,并非由于此刻听闻他是克里昂的儿子,而是由于先前感知过。

语法注3 条
  1. 3.17Κατὰ γὰρ τὸ ὑποκείμενον ὡς ὕλῃ τῷ μεγέθει χρώμενον

    承接题头“因为形状亦是某种大小”,解释形状(τὸ σχῆμα)何以可被视为大小。中性主格单数分词 χρώμενον 以题头中的主语 τὸ σχῆμα 为逻辑主语,整个分句省略了如 μέγεθός τι λέγεται 之类的谓语动词,表达形状在质料基底方面“使用”或具备大小的从属关系。

  2. 3.17τὸ δὲ καὶ τοῖς ἰδίοις οὔ μοι δοκεῖ πρὸς τὸν ἀριθμόν, ἀλλὰ πρὸς τὸ ἀνωτέρω εἰρημένον ἀποδεδόσθαι

    对亚里士多德原文(425a19)中短语 καὶ τοῖς ἰδίοις(“亦由专有感觉对象”)的句法指归(ἀποδεδόσθαι)所作的分析。注疏者在此明确指出,该与格短语在句法上并非依附于紧邻的“数”(ἀριθμός),而是应当并列连接到前文的核心主句“我们通过运动感知这一切”。

  3. 3.21Ἀντὶ τοῦ καθ’ ὅ, κατὰ τὸ δύο ἔχειν διαφόρους

    对题头首词(底本题头作异文 Ἢ,而辛普里丘所读原文为关系副词 ᾗ)的解释。辛普里丘将 ᾗ 释为表示条件与依据的 καθ' ὅ(“按照/在……的限度内”),并以同位的带冠词不定式短语 κατὰ τὸ δύο ἔχειν διαφόρους 加以具体说明,从而将该句解读为具备两种不同感觉乃是感觉汇聚(συνδρομή)得以发生的逻辑基础。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:183.21-185.3