← 辛普里丘

亚里士多德《论灵魂》注释

§182.14-183.20

共同感觉对象专用器官的缺乏与感知方式

注解亚里士多德《论灵魂》425a13,论证共同感觉对象并不存在专有的感觉器官,并且它们并非被五种感觉附带地感知,而是通过运动被本然地感知。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.16

" Ἀλλὰ μὴν οὐδὲ τῶν κοινῶν οἷόν τε εἶναι αἰσθητήριόν τι ἴδιον, ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός.1" Διώρισται ἡμῖν ἤδη, τίνων μὲν ἡ αἴσθησις γίνεται καθ’ αὑτά, ὑφ’ ὧν πάσχει τὸ αἰσθητήριον, τίνων δὲ κατὰ συμβεβηκός, τῶν συνυπαρχόντων μὲν τῷ αἰσθητῷ, οὐ μὴν τῇ αὐτῇ ὑποπιπτόντων αἰσθήσει· ὡς ἡ ὄψις καθ’ αὐτὸ μὲν τὸ ξανθὸν τῆς χολῆς, κατὰ συμβεβηκὸς δὲ τὸ πικρόν, πάσχουσα μὲν ὑπὸ τοῦ ξανθοῦ, οὐ μὴν ὑπὸ τοῦ πικροῦ· ἀλλ’ ὡς συνόντος ἐν τῇ χολῇ τῷ ξανθῷ λέγομεν καὶ αὐτοῦ ἀντιλαμβάνεσθαι, καὶ τοῦτο ὅταν καὶ τοῦ πικροῦ ἡ ἴδιος αὐτοῦ παρῇ ἡ προτέρα γεγονυῖα αἴσθησις, ὡς καὶ νῦν ἐν τῇ θέᾳ τοῦ ξανθοῦ συναναφέρειν τὸ πικρὸν τὴν ψυχήν. διώρισται δὲ ὡς καὶ τὸ καθ’ αὑτὸ διττόν, ἢ προηγουμένως καὶ δι’ ἑαυτὸ ὑποπῖπτον τῇ αἰσθήσει, ἢ δευτέρως καὶ ὡς αἰτίῳ ἐπακολουθοῦν, δρῶν μὲν καὶ αὐτὸ εἰς τὸ αἰσθητήριον, ἀλλὰ σὺν ἄλλῳ πάντως προηγουμένῳ· ὡς τὸ μέγεθος καὶ τὸ σχῆμα τοῦ πράγματος ἡ ὄψις ὁρᾷ, διὰ τοῦ χρώματος πάσχουσά τι καὶ ὑπὸ τοῦ μεγέθους καὶ ὑπὸ τοῦ σχήματος, ἀλλὰ κεχρωσμένων καὶ σὺν τῷ χρώματι δρώντων. τὰ μὲν οὖν προηγουμένως καθ’ αὑτὰ αἰσθητὰ τὰ ἑκάστης ἐστὶν ἴδια· τὰ δὲ καθ’ αὑτὰ μέν, σὺν δὲ τοῖς ἰδίοις προηγουμένοις δευτέρως γνωριζόμενα τὰ κοινὰ λεγόμενα διὰ τὸ μὴ μιᾷ μόνῃ ὡς τὰ ἴδια, ἀλλὰ πλείοσιν ἢ πάσαις γινώσκεσθαι. δεικνὺς τοίνυν μή τινα ἡμῖν ἐλλείπειν αἴσθησιν, τῷ μηδὲ εἶναι ἑτέραν παρὰ τὰς πέντε, οἷον ἔνστασιν λύει τὴν ἀξιοῦσαν καὶ τοῖς κοινοῖς ἰδίαν τινὰ ἀπονέμειν αἴσθησιν, ὡς κατὰ συμβεβηκὸς αὐτὰ ἑκάστης τῶν πέντε γινωσκούσης. ὡς γὰρ τὸ πικρὸν τῆς ὄψεως ἐπὶ τῆς χολῆς κατὰ συμβεβηκὸς αἰσθανομένης ἑτέρα ἐστὶν ἡ καθ’ αὑτὸ γνωρίζουσα αὐτὸ ἡ γεῦσις, ἀναγκαῖον καὶ τοῖς κοινοῖς ἐπιστῆσαι ἰδίαν αἴσθησιν, εἰ αἱ ἄλλαι κατὰ συμβεβηκὸς αὐτῶν ἀντιλαμβάνονται. τοῦτο δὲ τὸ κατὰ συμβεβηκὸς ἑκάστῃ τῶν πέντε τὰ κοινὰ γινώσκεσθαι φαῖεν μὲν ἂν οἱ τὴν αἴσθησιν κρατύνοντες· διὸ καὶ οὕτως εἴρηκεν ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός, ὡς ἐκείνων ἂν τοῦτο φαμένων· οὐ μὴν ἀληθὲς ὅτι κατὰ συμβεβηκός, ὡς εὐθὺς δείκνυσι, πρότερον ὑποδείξας τὰ κοινὰ ποῖα. ταῦτα γὰρ πάντα κινήσει αἰσθανόμεθα· τῷ τὸ μὲν αἰσθητήριον ἢ πάσχειν τι ὑπὸ τοῦ αἰσθητοῦ, οἷον διακρινόμενον ἢ συγκρινόμενον, ἢ καὶ ἄνευ πάθους κατ’ ἐνέργειαν ἔξωθεν τὴν ἐνέργειαν τοῦ αἰσθητοῦ δεχόμενον, ὡς ὁ ἀὴρ τὸ φῶς, τὴν δὲ αἰσθητικὴν ψυχὴν κατὰ τὴν τοῦ αἰσθητηρίου ὡς εἴρηται πεῖσιν,2 καθ’ ἣν ἡ ἔξωθεν ἐγγινομένη ἐντελέχεια καὶ αὐτὴ ἡ τῆς ψυχῆς γνωστικὴ προβολὴ διὰ τὸ ἔξωθεν ἐγείρεσθαι καὶ πρὸς τὸ ἔξω ἀποτείνεσθαι. ὑπὸ μὲν οὖν τῶν κοινῶν κινεῖται καὶ πάσχει ἑκάστη αἴσθησις, ὑπὸ δὲ τῶν κατὰ συμβεβηκὸς οὐδ’ ὁτιοῦν, ὡς τὰ κοινῶς αἰσθητὰ μὴ εἶναι κατὰ συμβεβηκός, μηδὲ διὰ τοῦτο ἄλλην εὐλόγως ἀπαιτεῖν ἐπ’ αὐτῶν αἴσθησιν. ἀλλὰ καὶ ἀναγκαίως οὐκ ἄν εἴη τις ἀφωρισμένη αὐτοῖς ἴδιος αἴσθησις, ἅτε πλειόνων αὐτὰ καθ’ αὑτὰ γνωριζουσῶν κατὰ τὴν πρὸς ἀλλήλας κοινωνίαν. ἀντίκειται γὰρ τὸ ἴδιον τῷ κοινῷ, καὶ ἡ κοινὴ πλείοσιν ὑπάρχουσα δύναμις οὐκ ἂν αὐταῖς ἀντιδιαιροῖτο, ἵνα καὶ ἴδιος ᾖ. οἷον μέγεθος κινήσει. ὅτι γὰρ καὶ ὡς μέγεθος εἰς τὸ αἰσθητήριον δρᾷ τὸ αἰσθητόν, δηλοῖ ἡ ἀπὸ τῆς χιόνος ὡς λευκῆς τῇ ὄψει ἐγγινομένη βλάβη τῆς ἐπὶ πολὺ ἐκτεταμένης πεδίον, ἀλλὰ καὶ ὁ ἐκ τοῦ μεγάλου πεσόντος λίθου μᾶλλον πλήττων ἦχος.

“然而,对于共同感觉对象而言,亦不可能有某种专有的感觉器官,而我们在每一种感觉中附带地感知它们。” 我们此前已经规定了,感觉对何种事物是本然地产生的——即感觉器官受其影响的事物,而对何种事物是附带地产生的——即与感觉对象共存却不落在同一感觉之下的事物;例如视觉本然地感知胆汁的黄色,而附带地感知其苦味,因为它受到黄色的影响,却决未受到苦味的影响;但由于它在胆汁中与黄色并存,我们便说视觉亦把握了它,而且这是在苦味所专有的、先前产生的感觉亦在场之时,以致如今在观看黄色时灵魂亦附带联想到苦味。此外亦已规定,本然之物是双重的:要么首要地且通过自身落在感觉之下,要么次要地且作为跟随原因之物,其自身亦作用于感觉器官,但必定与另一首要之物一同作用;例如视觉观看事物的大小与形状,透过颜色而多少受到大小与形状的影响,但它们是着色的,且与颜色一同作用。因此,首要的本然感觉对象是专属于各感觉的对象;而那些虽是本然的、却与首要的专有感觉对象一同被次要地认识的对象,则被称为共同感觉对象,因为它们不像专有对象那样仅由一种感觉认识,而是由数种或全部感觉认识。因此,在证明我们并不欠缺任何感觉(因为在五种感觉之外没有另一种感觉)时,他仿佛化解了一种主张亦当为共同对象分配某种专有感觉的异议,该异议认为五种感觉各自只是附带地认识它们。因为正如当视觉在胆汁中附带地感知苦味时,本然地认识苦味的味觉是另一种感觉那样,如果其他感觉附带地把握共同对象,那么亦必然要为共同对象设立专有的感觉。然而,共同对象被五种感觉各自附带地认识,乃是那些强化感觉的人所会说的;因此他亦如此说道:“我们在每一种感觉中附带地感知它们”,仿佛是那些人会这样说一样。但〔它们〕是附带的这一点并非真实,正如他随即证明的那样,他首先指明了共同感觉对象是何种事物。因为这一切我们皆通过运动来感知:这是由于感觉器官要么在某种程度上受到感觉对象的影响,例如通过分立或聚集,要么甚至在不受影响的情况下按照现实活动从外在接受感觉对象的现实活动,如同空气接受光那样,而感觉灵魂则按照前面所说的感觉器官的感受[而发生改变],按照这种感受,从外在产生的隐德来希以及灵魂自身的认识性投射得以形成,这是由于它从外在被唤起且延伸向外在。因此,每种感觉皆受到共同对象的运动与影响,而受到附带对象的影响则完全没有;所以共同感觉对象并非附带的,亦不能因此合理地要求为其设定另一种感觉。不仅如此,必然亦不可能有某种专门为它们限定的专有感觉,既然数种感觉按照彼此的相通而本然地认识它们。因为专有与共同是对立的,存在于数种感觉中的共同能力不可能与它们相区分对立,以致其自身亦成为专有的。“例如大小由运动感知。”因为感觉对象亦作为大小而作用于感觉器官,这一点由广袤平原上作为白色的雪对视觉造成的损害所显明,亦由落下的巨石发出的更猛烈冲击的声音所显明。

语法注2 条
  1. 3.16ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός

    关系代词 ὧν 的先行词是引文中的 τῶν κοινῶν。辛普利丘在句法上并未将此句理解为亚里士多德自身的断言(即我们附带地感知共同感觉对象),而是将其视为主张共同感觉应有专属器官的假想反对者之前提的代述(ὡς ἐκείνων ἂν τοῦτο φαμένων)。

  2. 3.16τῷ τὸ μὲν αἰσθητήριον ἢ πάσχειν τι ὑπὸ τοῦ αἰσθητοῦ ... τὴν δὲ αἰσθητικὴν ψυχὴν κατὰ τὴν τοῦ αἰσθητηρίου ὡς εἴρηται πεῖσιν

    由 τῷ 引导的表原因的定冠词不定式结构。其内部通过 μέν 与 δέ 并列了两个带主词的不定式分句:前一分句为 τὸ μὲν αἰσθητήριον πάσχειν(或 δεχόμενον),后一分句 τὴν δὲ αἰσθητικὴν ψυχὴν 则承前省略并补充了相应的情状或运动动词(如 πάσχειν 或 κινεῖσθαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:182.14-183.20