← 辛普里丘

亚里士多德《论灵魂》注释

§181.12-182.13

鼹鼠的视觉与基于感觉对象的五感充足性论证

针对亚里士多德提及鼹鼠之眼作为残缺例证,辛普里丘从宇宙连续性与摄理出发论证鼹鼠仍保留微弱视觉,继而将425a11的文句解释为从感觉对象角度——即五种单纯物体及其附随性质穷尽了一切感觉对象——对五种感觉完备性所作的另一种论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.14

" Φαίνεται γὰρ καὶ ἡ ἀσπάλαξ ἔχουσα ὑπὸ τὸ δέρμα τοὺς ὀφθαλμούς." Καίτοι γε πορευτικὴ οὖσα οὐχ ὁρᾷ, διὰ τὸ μᾶλλον τοῦ εἶναι ἐπ’ αὐτῆς φροντίσαι τὴν φύσιν ἢ τοῦ εὖ εἶναι, ὀρυττούσης τῷ προσώπῳ τὴν γῆν καὶ ἐντεῦθεν τρεφομένης. μήποτε δὲ οὐκ ἀκριβὴς ἡ αἰτία, ἐπακολουθοῦσαν ποιοῦσα τὴν πρόνοιαν ἡγουμένην καὶ τοῦ εἶναι καὶ τοῦ ἐπιβάλλοντος ἑκάστοις ἀγαθοῦ.1 διὰ δὲ τὴν πάντων ζῴων ὑπόστασιν οὐ μόνα φήσομεν εἶναι τὰ τέλεια, ἀλλὰ καὶ τὰ ἔσχατα καὶ τὰ μέσα, οὐδαμοῦ τοῦ κενοῦ παρεμπλεκομένου οὐδὲ ἀμέσου τῆς προόδου γινομένης. νοητέον οὖν, οἶμαι, ἐπὶ τῆς ἀσπάλακος οὐ παντελῆ στέρησιν τῆς ὁρατικῆς δυνάμεώς τε καὶ ἐνεργείας, ἀλλὰ τῆς ἐναργοῦς, μετέχειν δὲ τῆς ὡς διὰ χιτώνων, οἵαπερ καὶ ἡμῖν γίνεταί τις συναίσθησις φωτὸς διὰ τῶν βλεφάρων. οὐ γὰρ ἂν μάτην ὑπὸ τὸ δέρμα ἦσαν οἱ ὀφθαλμοὶ τῷ ζῴῳ, εἰ μὴ καὶ ἐνεργεῖν ὑπὸ τὸ δέρμα ἠδύναντο· ἀλλ’ ἀμυδρῶς καὶ ἐν σκότῳ δι’ ἀσθένειαν, ὡς καὶ τὰ νυκτίνομα.

“因为鼹鼠似乎亦在皮肤下生有双眼。” 然而,尽管它能够步行,却看不见,这是因为自然在它身上宁可顾及存在而非善的存在,由于它用吻部掘土并以此获得滋养。但这或许并非精确的原因,因为它把本应引导存在以及适合于各物之善的摄理,当成了随后伴随的事物。但由于一切动物的存立,我们将说不仅完全的动物存在,而且最末端的与中介性的动物亦存在,因为空虚绝未交织其中,演进亦非无中介地产生。因此,我认为,在鼹鼠的情形中不可设想其完全匮乏视觉能力与活动,而是匮乏明晰的视觉,且它分有了如同透过膜层一般的视觉,正如在我们身上亦透过眼睑产生某种对光的共通感知那样。因为若双眼在皮肤下不能活动,它们决不会徒然属于这动物的皮肤之下;然而由于微弱,它只是模糊且在黑暗中活动,如同夜行性动物一样。

§3.15

"Ὥστε εἰ μή τι ἕτερόν ἐστι σῶμα καὶ πάθος ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδὲ μία ἂν ἐκλείποι αἴσθησις.2" Ἔστι μὲν καὶ τὰ προκείμενα ῥητὰ τοῦ αὐτοῦ δεικτικά, τοῦ μόνας εἶναι τὰς πέντε αἰσθήσεις, καὶ τοῖς ταύτας ἔχουσιν μὴ ἐλλείπειν τινά. διὸ καὶ ὡς συμπέρασμα ἐπῆκται τῶν προρρηθέντων, ἐπειδὴ πρὸς ἕνα τείνει σκοπόν· τὸ γὰρ ὥστε συμπερασματικόν. δείκνυσι δὲ ἕτερον τρόπον τὸ ἐξ ἀρχῆς προτεθέν. τὰ μὲν γὰρ μέχρι τοῦδε κατεσκεύαζε τὸ πρόβλημα ἔκ τε τῆς τελείας αἰσθητικῆς ζωῆς καὶ ἐκ τῆς ἀνενδεοῦς τῶν ὀργάνων ἀποδόσεως· αὕτη δέ μοι δοκεῖ ἡ λέξις ἐκ τῶν αἰσθητῶν τὸ αὐτὸ ὑπομιμνήσκειν. εἰ γὰρ πέντε μόνα τὰ ἁπλᾶ σώματα ἐν τῇ Περὶ οὐρανοῦ ἀποδέδεικται, καὶ πᾶσαι αἱ αἰσθήσεις περὶ τὴν οὐσίαν αὐτῶν κατὰ ποιότητα ἢ ποσότητα ἢ κατά τινα τῶν ἐννέα κατηγοριῶν προϊοῦσαν ἰδιότητα (ἡ γὰρ οὐσία λόγῳ καὶ νῷ ἀλλ’ οὐκ αἰσθήσει καταληπτή), δῆλον ὡς οὐκ ἂν ἐλλείποι τις αἴσθησις. αἱ γὰρ πέντε σωμάτων τῶν πέντε κατὰ πάσας τὰς προϊούσας ἰδιότητάς εἰσι γνωριστικαί. εἰ οὖν μήτε σῶμά ἐστιν ἕτερον παρὰ τὰ πέντε, ὡς δέδεικται, μήτε πάθος ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων (πάθη μὲν λέγων τὰ μετὰ τὴν οὐσίαν καὶ περὶ αὐτὴν προϊόντα εἴδη, οἷον σχήματα καὶ μεγέθη καὶ κινήσεις καὶ χρόας καὶ ἤχους καὶ ὀσμάς, εἴδη ὄντα ἄλλων τῶν οὐσιωδῶν ἠρτημένα καὶ ἐν ἐκείνοις ὑφιστάμενα καὶ διὰ τοῦτο πάθη κεκλημένα, ἐνταῦθα δὲ σώματα οὐ τὰ ὑπὸ σελήνην, ἀλλὰ τὰ ἐν ὅλῳ τῷ κόσμῳ) εἰ τοίνυν ἀδύνατον ἢ σῶμα εἶναι ἄλλο ἢ πάθος ἄλλου σώματος, διὰ τὸ τούτων πάντα εἶναι τὰ αἰσθητά, ὡς ἂν βεβαιώσαιτο ὁ τὴν ἀκριβῆ τῆς οὐσίας αὐτῶν λαβὼν ἐπιστήμην, ἐξ ἧς ἂν καὶ τὰ ἐπακολουθοῦντα ὅσα καὶ οἷα γνοίη, οὐδεμία ἂν ἐλλείποι αἴσθησις.

“因此,除非存在某种并不属于此处的任何物体的另一物体和性质,否则任何一种感觉皆不会欠缺。” 前面提出的文句确实亦指示着同一点,即感觉仅有五种,且在拥有这些感觉的动物中并无任何一种欠缺。因此,它亦作为前面所述之事的结论而被引出,因为它是指向同一个目标的;因为“因此”是推论性的。但它以另一种方式证明了最初提出的课题。因为直到此处为止的论述,是从完全的感觉生命以及从器官的无匮乏分配中确立这一课题的;而在我看来,这句话则是从感觉对象出发提醒人们注意同一课题。因为如果已经在《论天》中证明了单纯物体仅有五种,且一切感觉皆按照质、或按照量、或按照依九个范畴之一而展开的特有性质而关涉于其实体(因为实体可由理性与理智把握,却不能由感觉把握),那么显而易见,任何一种感觉皆不会欠缺。因为五种感觉能够按照展开的全部特有性质来认识五种物体。因此,如果既如已经证明的那样在五种物体之外没有另一物体,亦没有不属于此处的任何物体的性质(他所谓的“性质”,是指在实体之后并在其实体周围展开的形式,如形状、大小、运动、颜色、声音与气味,它们是依附于其他实体性形式且在其内部存立的形式,因此被称为性质,而“此处的物体”指的不是月下的物体,而是整个宇宙中的物体)——如果既然一切感觉对象皆属于这些物体,因而既不可能有另一物体,亦不可能有另一物体的性质(正如获得关于其实体的精确知识者所确证的那样,从这种知识出发他亦能知道伴随性质的数量与种类),那么任何一种感觉皆不会欠缺。

语法注2 条
  1. 3.14ἐπακολουθοῦσαν ποιοῦσα τὴν πρόνοιαν ἡγουμένην καὶ τοῦ εἶναι καὶ τοῦ ἐπιβάλλοντος ἑκάστοις ἀγαθοῦ

    分词 ποιοῦσα 带直接宾语 τὴν πρόνοιαν,以 ἐπακολουθοῦσαν 作为表语性分词(宾语补足语)。其后的分词 ἡγουμένην 则是修饰 τὴν πρόνοιαν 的让步性或限定性附加语(“摄理原本乃是引导存在与善的主导者”),批评了那种将本应居于主导地位的摄理降格为事后伴随物的解释。

  2. 3.15εἰ οὖν μήτε σῶμά ἐστιν... εἰ τοίνυν ἀδύνατον... οὐδεμία ἂν ἐλλείποι αἴσθησις

    属于长条件句的复取(epanaleptic protasis)结构。由 εἰ οὖν 开启的条件从句中间插入了对 πάθη 和 ἐνταῦθα σώματα 的长篇解释性说明(πάθη μὲν λέγων... ἐν ὅλῳ τῷ κόσμῳ),因此借助 εἰ τοίνυν 重新概括并复述了该假设前提(“如果另一物体或其性质是不可能的”),最终引出主句归结节 οὐδεμία ἂν ἐλλείποι αἴσθησις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:181.12-182.13