- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:179.27-181.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论灵魂》卷三第一章(425a5–425a9),阐明各元素(水、空气、火、土)与感觉器官的对应关系,分析得出完全动物具备一切感觉这一结论的论证结构,并界定了“不完全动物”与“残缺动物”。
" Ἡ δὲ ὄσφρησις θατέρου τούτων." Ἢ ὡς ἐν ἡμῖν μὲν ἀέρος ἐν ἰχθύσι δὲ ὕδατος ὄντος, ἢ ὡς τοῦ ἀμφοῖν μεταξὺ ἐν πᾶσι.
“而嗅觉是由这二者之一构成的。” 要么是在我们内部是空气、在鱼类中是水这种意义上说,要么是在一切动物中皆是由二者之中介构成这种意义上说。
"Τὸ δὲ πῦρ ἢ οὐδενὸς ἢ κοινὸν πάντων." Οὐδενὸς μὲν τὸ καυστικόν, κοινὸν δὲ πάντων τὸ στοιχειῶδες. εἰ δὲ τοῦτο, καὶ τὰ ἁπλᾶ κατὰ τὸ ἐπικρατοῦν ἐλέγετο ἁπλᾶ. καὶ γὰρ τὸ ὅλον ζῷον ἐφ’ ἑκάστου τῶν θνητῶν ἐκ τῶν τεσσάρων, καὶ πᾶν αὐτοῦ μόριον· ὥστε καὶ τὰ αἰσθητήρια.
“而火要么不属于任何器官,要么为一切器官所共有。” 燃烧性的[火]不属于任何器官,而元素性的[火]则为一切器官所共有。若是如此,单纯物体亦是依照占优势者而被称作“单纯”的。因为在每个必死物中,整个动物皆是由四种[元素]构成的,其每个部分亦然;因此感觉器官亦是如此。
"Γῆ δὲ ἢ οὐδενὸς ἢ ἐν τῇ ἁφῇ μάλιστα μέμικται ἰδίως." Οὐδενὸς μὲν ἡ ἁπλῆ, καὶ ἐν τοῖς συνθέτοις ἡ σφόδρα ἐπικρατοῦσα, ὡς ἐπὶ ὀστέων καὶ τριχῶν. ἐν δὲ τῇ ἁφῇ μάλιστα ἰδίως μέμικται, διότι καὶ ἐν ταῖς ἄλλαις μέν, ἀλλ’ οὐκ ἐναργῶς. διαφαίνεται δὲ ὡς ἐπικρατοῦσα ἐν τῇ ἁφῇ, καὶ οὕτως ὡς καὶ τὰ ἄλλα ἐμφαίνεσθαι. τοῦτο γὰρ τῶν ἁπτικῶν αἰσθητηρίων ἴδιον.
“而土要么不属于任何器官,要么尤其且特异地混合在触觉中。” 单纯的[土]不属于任何器官,而在复合体中极度占优势的[土]亦不属于任何器官(正如在骨骼和毛发的情形中那样)。但在触觉中它尤其且特异地混合着,这是因为虽然在其他〔感觉〕中亦有混合,但并不显著。然而在触觉中它作为占优势者显现出来,且是以其他元素亦显露于其中的方式显现的。因为这是触觉器官所特有的。
"Διὸ λείποιτ’ ἂν μηδὲν εἶναι αἰσθητήριον ἔξω ὕδατος καὶ ἀέρος." Αὕτη ἡ λέξις φαίνεται μὲν ὡς ἀποδιδομένη πρὸς ἕτερα διὰ τὸν ἄν σύνδεσμον,1 οὐ μὴν [δὲ] πρὸς ἅπαντα τὰ προειρημένα· οὐ γὰρ καὶ πρὸς τὰ περὶ τῆς ἁφῆς, ἀλλὰ πρὸς τὴν ἐντεῦθεν ἀρχομένην λέξιν “ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι”. καὶ γένοιτ’ ἂν σαφεστέρα ἡ λέξις, εἰ ὥσπερ ὁ Πλούταρχος ἀξιοῖ, κατὰ κοινοῦ τὸν ὑποθετικὸν σύνδεσμον ἐπὶ πάντων τῶν ἡγουμένων ἐν τῇ λέξει τῇ ῥηθείσῃ προστιθείημεν,2 ἵνα καὶ ὧδε ἡ λέξις ἔχῃ· εἰ δὲ ὅσα διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, δύο μόνα τὰ ἁπλᾶ ἀποστήματα ἀήρ τε καὶ ὕδωρ, τοσαῦτα δὲ καὶ τοιαῦτα καὶ τὰ ἐν ἡμῖν εἶναι δεῖ ἁπλᾶ αἰσθητήρια, λείποιτ’ ἂν μηδὲν εἶναι αἰσθητήριον ἔξω ὕδατος καὶ ἀέρος, ἁπλοῦν δηλαδή.
“因此,在水和空气之外不存在任何感觉器官,这是所剩下的结论。” 这句话由于连词“ἄν”而显现为作为其他从句的归结句而提出的,然而并非针对前面所说的一切从句;因为并非针对关于触觉的内容,而是针对由此开始的文句:“凡是通过媒介而非通过直接触及它们自身[而被感觉的事物]”。而且,正如普鲁塔克所主张的那样,如果我们把假设连词共同补充到上述文句中所有先行从句上,文句就会变得更为明晰,从而使文句具有如下形式:“但是,如果凡是通过媒介而非通过直接触及它们自身的事物,其单纯间距[媒介]仅有空气和水这两种,且我们内部的单纯感觉器官亦必须有这么多且属此类,那么在水和空气之外不存在任何感觉器官——显然是指单纯的感觉器官——将是所剩下的结论。”
"Ταῦτα δὲ καὶ νῦν ἔχουσιν ἔνια ζῷα." Ταῦτα λέγων τὰ δύο ἁπλᾶ ἢ ἀληθῶς ἢ οὕτως ἐπικρατοῦντα, ὡς μὴ φαίνεσθαι τὴν μῖξιν. ἔνια δὲ ἔφη ζῷα, διὰ τὰ καλούμενα ζωόφυτα, ἐν οἷς οὐκ ἔστιν οὐδεμία τῶν διὰ τῶν μεταξὺ ἀντιληπτικὴ αἴσθησις. διὸ οὔτε ἀὴρ οὔτε ὕδωρ αἰσθητήρια ἁπλᾶ, ἐπεὶ ἐν πᾶσιν ἄμφω κατὰ τὴν μῖξιν.
“而且甚至现在某些动物亦拥有这些[器官]。” 说“这些”,他指的是两种单纯的[器官],要么是名副其实的,要么是优势显著以致混合并不显露的。而他说“某些动物”,是由于所谓的植形动物,在它们之中没有任何能够通过媒介而感知的感官。因此在它们之中,空气和水皆非单纯的感觉器官,因为在一切事物中二者皆是依照混合而存在的。
"Πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν μηδὲ πεπηρωμένων." Τοῦτό ἐστιν ὃ πρὸς πάντα τὰ προληφθέντα ἡγούμενα ἀποδέδοται. εἰ γὰρ παντός, οὗ ἐστιν αἴσθησις ἁφή, καὶ νῦν αἴσθησιν ἔχομεν, καὶ εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείποι, καὶ εἰ ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες, ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς ἀποστήμασι, λέγω δὲ οἷον ἀέρι καὶ ὕδατι, καὶ εἰ τῶν ἁπλῶν ἐκ δύο τούτων αἰσθητήρια μόνον ἐστίν, ἃ καὶ νῦν ἔχουσιν ἔνια ζῷα, πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν μηδὲ πεπηρωμένων· τοῦ ἄρα συνδέσμου ἢ ὡς παραπληρωματικοῦ νῦν κειμένου ἢ καὶ ὡς συλλογιστικοῦ,3 ὡς καὶ τῆς ἀποδόσεως ἅμα καὶ συμπερασματικῆς ὑπαρχούσης. προσθεὶς δὲ τὸ ὑπὸ τῶν μὴ ἀτελῶν ἐδήλωσεν ὡς πάντα τὸν λόγον ἐπὶ τῶν τελείων ζῴων πεποίηται. τέλεια δέ ἐστι τὰ τεταγμένως πορευτικά. ἀτελῆ οὖν τὰ μὴ πορευτικά, οὐχ ὡς τῆς ἐπιβαλλούσης τῷ εἴδει αὐτῶν ἐστερημένα ζωῆς (πάντα γὰρ τὰ ὁμοειδῆ τοιαῦτα), ἀλλ’ ὡς τῆς τῷ γένει τῶν ζῴων ὡς ζῴων ὑπαρχούσης ζωῆς ἀπολειπόμενα. ὡς γὰρ ζῴῳ ἁπλῶς τὸ αἰσθητικὸν ὑπάρχει· ὅσοις οὖν μὴ πᾶν τὸ αἰσθητικὸν προσῇ, ταῦτα οὐχ ὡς τοιάδε ζῷα, ὡς δὲ ζῷα ἁπλῶς ἐστιν ἀτελῆ. πεπηρωμένα δέ ἐστιν, ὅσα ἄτομα καὶ τῆς τοῖς ὁμοειδέσι προσηκούσης ἀπολείπεται αἰσθήσεως, ἢ ἐν τῇ κυήσει βλαβέντα ἢ μετὰ ταῦτα ὀργάνου τινὸς στερηθέντα.
“因此,一切感觉皆被既非不完全亦非残缺的动物所持有。” 这正是针对预先假定的所有先行从句而给出的归结句。因为,如果触觉作为其感觉的每一事物,我们现在皆拥有其感觉;而且如果缺失某种感觉,我们内部亦必定缺失某种感觉器官;且如果凡是我们通过直接触及它们自身而感觉的事物,皆可由我们恰好拥有的触觉所感觉,而凡是通过媒介而非通过直接触及它们自身的事物,皆由单纯间距[媒介]即空气和水[所感觉];且如果在单纯物体中感觉器官仅由这二者构成,而这些器官甚至现在某些动物亦拥有:那么,一切感觉皆被既非不完全亦非残缺的动物所持有——这里的连词“ἄρα”要么作为补足语而被使用,要么作为推论连词而被使用,因为这一归结句同时亦具有结论的性质。他补充了“被并非不完全的动物”这一短语,表明了他将整个论述都是针对完全动物而作的。完全动物乃是能够作有序步行的动物。因此,不完全动物乃是不能步行的动物,并非由于它们被剥夺了适合其物种的生命(因为所有同物种者皆是如此),而是由于它们欠缺属于动物作为动物之属的生命。因为感觉能力属于单纯作为动物的〔动物〕;所以凡是不具备全部感觉能力的动物,并非作为此种动物,而是单纯作为动物是不完全的。而残缺的动物,是指甚至欠缺属于同种动物所应有之感觉的个体,它们要么在妊娠期受损,要么在此后被剥夺了某种器官。
- 3.11φαίνεται μὲν ὡς ἀποδιδομένη πρὸς ἕτερα διὰ τὸν ἄν σύνδεσμον
短语 φαίνεται ὡς ἀποδιδομένη 意为“显现为作为归结句(apodosis)而提供”。由于潜能希求语气中的小词 ἄν(在此为 λείποιτ’ ἄν)标示着条件句的归结部分,因此这里探讨它对应于前面的哪一个条件从句。注释者排除了紧邻的触觉论述,判定它是承接 424b27 起关于媒介感知的诸前提(ὅσα δὲ διὰ τῶν μεταξύ...)。
- 3.11κατὰ κοινοῦ τὸν ὑποθετικὸν σύνδεσμον ἐπὶ πάντων τῶν ἡγουμένων ἐν τῇ λέξει τῇ ῥηθείσῃ προστιθείημεν
短语 κατὰ κοινοῦ ... προστιθείημεν 指“共同[统摄地]补充”这一句法补全手段。根据雅典的普鲁塔克的解读,将条件连词 εἰ 视为在先前的所有先行分句(τῶν ἡγουμένων)中共同起作用,从而将整段文句重构为一个带有一系列前提和一个归结句(λείποιτ’ ἄν)的严整条件句。
- 3.13τοῦ ἄρα συνδέσμου ἢ ὡς παραπληρωματικοῦ νῦν κειμένου ἢ καὶ ὡς συλλογιστικοῦ
关于引文中连词 ἄρα 功能的两种句法分析:(1) 作为 παραπληρωματικός(补足性虚词/衬字),仅在长串前提从句后用以引出归结句;(2) 作为 συλλογιστικός(推论性连词),标示整个论证的三段论结论(συμπέρασμα)。注释者通过指出这一分句“既是归结句同时亦具有结论性”(τῆς ἀποδόσεως ἅμα καὶ συμπερασματικῆς ὑπαρχούσης),将二者调和起来。
