- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:17.1-18.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解亚里士多德403a8–12,探讨知解与表象的关系以及理智的受动方面,并通过直线与青铜球相切的几何比喻,论证灵魂固有的功用与情态如何成为其实体可分离性的依据。
" Εἰ δέ ἐστι καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας." Καλῶς ἐξ ὑποθέσεως εἰπών, ἐπειδὴ οὔτε πᾶσα φαντασία νοῦς (οὐ γὰρ καὶ ἡ τῶν ἀλόγων ἀλλὰ μόνη ἡ λογική), ὅθεν καὶ τὸ τὶς τῇ φαντασίᾳ πρόσκειται, οὔτε ἁπλῶς νοῦς ἡ φαντασία, ἀλλὰ τὸ ὅλον τοῦτο παθητικὸς καὶ μορφωτικὸς νοῦς. ἀλλ’ οὐδὲ τὸ ἐπὶ τῆς λογικῆς ἐνεργείας νοεῖν πᾶν οὐκ ἄνευ φαντασίας,1 ἀλλ’ ὅσον οὐ καθαρὰ ἐνέργεια οὐδὲ μόνιμος ἐν ἑαυτῇ, ἔξω δὲ προϊούσης ἀφ’ ἑαυτῆς ψυχῆς γίνεται, καὶ ἀπὸ τῆς οὐσίας μεριστῶς διακρίνεται· ὅπερ καὶ πάθος πως. καὶ διὰ τοῦτο καὶ τὴν ἀπορίαν εἶναι λέγει οὐ περὶ τῶν ἐνεργειῶν, ἀλλὰ περὶ τῶν παθῶν τῆς ψυχῆς. καὶ ταῦτα νῦν μὲν ὑποτίθεται οὐκ ἄνευ σώματος εἶναι, ἐν δὲ τῷ τρίτῳ καὶ ἀποφαίνεται. ἀλλὰ διὰ τί ὅλως ἀπορίαν ἔχειν λέγει, εἰ περὶ παθῶν ὁ λόγος; δοκεῖ γὰρ ἐναργῶς πᾶν πάθος κατὰ τὴν πρὸς σῶμα γίνεσθαι ῥοπήν. ἢ διότι τὴν λογικὴν ἐνέργειαν τὴν μηδὲν προσδεομένην σώματος, κἂν παρακολουθῇ ἡ φαντασία, ἀπορήσαι ἄν τις, εἰ δεῖ κοινὴν καὶ σώματος φάναι. τὸ γὰρ χωριστὸν ἔχει σαφῶς, ἀλλ’ εἴπερ ἄρα, οὕτως, ὡς ἀκριβέστερον αὐτὸς ἐπήγαγεν, ὅτι οὐκ ἄνευ σώματος, οὐ δήπου πάντως τοῦ θνητοῦ. αἰσθητικὸν γὰρ καὶ φανταστικὸν καὶ τὸ αἰθερῶδες τῆς ἡμετέρας ψυχῆς ὄχημα.
“但若这也属于某种表象,抑或非无表象而有。” 他依假定而言乃是极佳的,因为既非一切表象皆为理智(盖非理性的动物之表象并非理智,而唯有理性的表象才是,是以‘某种’被附加于表象),表象亦非径直就是理智,而是这整个乃是被动且具塑形能力的理智。而且,理性现实活动中的知解亦非全然非无表象而有,唯有那并非纯粹现实活动、亦非常驻于自身之中、而是在灵魂出离自身时产生并从实体中受分割地区分出来的知解,才[非无表象而有],而这在某种意义上亦属于情态。正因如此,他才说疑难不在于诸现实活动,而在于灵魂的诸情态。这些情态现在被假定为非无身体而有,而在第三卷中他亦将予以明断。然而,若论题在于诸情态,他为何全然说存有疑难?因为一切情态显然依朝向身体的倾向而产生。抑或是由于人们可能会疑难,对于那丝毫不需要身体的理性活动(即便表象随伴之),是否亦当称之为连同身体所共有?因为其显然具有可分离性;但若确实共有,亦唯有照他自己更为确切地补充的那种方式,即非无身体而有——断非必然是指必死之身体。盖我们灵魂的以太载具亦具有感知与表象的能力。
"Εἰ μὲν οὖν ἐστί τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον, ἐνδέχοιτ’ ἂν αὐτὴν χωρίζεσθαι· εἰ δὲ μηδέν ἐστιν, οὐκ ἂν εἴη χωριστή." Καλῶς ἐκ τῶν ἐνεργειῶν εἰς τὴν οὐσίαν ἀναπεμπόμενος. ὡς γὰρ ἐκ τῶν ζωτικῶν ζῶσαν ἴσμεν, καὶ ἐκ τῶν λογικῶν λογικήν, οὕτω καὶ ἐκ τῶν χωριστῶν χωριστήν, ἐπειδὴ καὶ τὸ ἀντίστροφον ἀναγκαῖον, τὴν λογικὴν οὐσίαν λογικὰς ἐνεργείας ἔχειν, καὶ τὴν χωριστὴν χωριστάς. πρότερον δὲ τὴν ἀπορίαν προάγων ἐπὶ τῶν παθῶν, εἰ κοινὰ πάντα καὶ τοῦ ἔχοντος, νῦν διοριζόμενος καθόλου οὐκ ἐκ μόνων τῶν παθημάτων, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων ἀξιοῖ τὸ χωριστὸν ὁρᾶν τῆς ψυχῆς, εἰδὼς τὰ μὲν πάθη τρόπον τινὰ ἀχώριστα, τὰς δὲ μονίμους αὐτῆς ἐνεργείας χωριστάς. ἀλλὰ πῶς, φησίν, οὐδέποτε ὁραθήσεται τὸ ἐν βυθῷ ὄστρακον ὁρατὸν ὄν; διότι, ἐρῶ, φθάνει φθαρῆναι πρὶν ὁραθῆναι.2 οὐδὲ γὰρ τὸ βαδιστικὸν πάντως βαδίσει, ἀλλὰ πέφυκεν ὅμως βαδίζειν· καὶ οὐχὶ τὸ τῇ οὐσίᾳ τοιονδὶ καὶ ἐνεργεῖν ἤδη τοιωσδὶ ἀξιοῦμεν, ἀλλὰ πεφυκέναι. ἀλλὰ καὶ ὁ ὀφθαλμὸς ἰδίας ἔχων ἐνεργείας ὅμως ἀχώριστός ἐστι τοῦ σώματος ὅλου κατ’ οὐσίαν. οὐ γὰρ ταὐτόν, φήσω, τὸ ἴδιον καὶ τὸ χωριστόν. ἴδιον μὲν γὰρ αὐτοῦ τὸ ὁρᾶν, οὐ μὴν ἄνευ τοῦ ὅλου, ὅτι καὶ τοῦ σὺν τῷ ὅλῳ ὀφθαλμοῦ ἦν ἴδιον. ὁ δὲ κυβερνήτης ἀνάπαλιν δοκεῖ ἀχωρίστους ἔχων τῆς νεὼς ἐνεργείας χωριστὸς εἶναι κατ’ οὐσίαν, ὅτι ὡς ἄνθρωπος ἦν χωριστός, ἔχων καὶ ἐνεργείας ἄλλας χωριστάς. ἀνθρώπειαι μὲν γὰρ καὶ αἱ κυβερνητικαί, ἀλλὰ κατὰ τὴν πρὸς ἕτερον γινόμεναι συμπλοκήν· οὐ κωλύεται δὲ τὸ χωριστόν ποτε κατά τινα ἐνέργειαν συμπλέκεσθαι τῷ οὗ κεχώρισται.
“因此,若灵魂的诸功用或诸情态中存在某种固有之物,它当能够被分离;但若全无,它将不可分离。” 他由诸现实活动回溯至实体,实属切当。因为正如由生命活动我们得知活的灵魂,由理性活动得知理性的灵魂,同样由可分离的活动我们亦得知可分离的灵魂,盖其反命题亦是必然的:理性的实体具有理性的现实活动,可分离的实体具有可分离的现实活动。此前他曾就情态推进疑难,即它们是否全部连同具有它者所共有;如今他普遍地区分,要求不仅由情态,亦从诸功用中见出灵魂的可分离性,因为他知晓诸情态在某种意义上是不可分离的,而灵魂的常驻现实活动则是可分离的。“然而,”有人会说,“深渊中可被看见的贝壳如何会决不被看见呢?”“因为,”我将说,“它在被看见之前就已毁灭。”盖有行走能力者亦非无论如何都在行走,然而它在本性上具有行走能力;我们并非要求在实体上具有如此性质者在现实活动上就已经如此这般地运作,而是要求它具有此本性。“然而眼睛虽有固有之活动,但在实体上仍不可脱离全身。”“因为,”我将说,“固有与可分离并非同一回事。看见固然对于眼睛是固有的,却绝非脱离全体而有,因为这也是与全体同在的眼睛之固有功用。”反之,舵手虽具有不能脱离船只的现实活动,在实体上却显得可分离,因为他作为人是可分离的,且亦拥有其他可分离的活动。操舵的活动虽亦属于人的活动,却是依与他物的交织而产生;而可分离之物在某种现实活动上有时与它所脱离之物相交织,绝非不可能。
"Ἀλλὰ καθάπερ τῷ εὐθεῖ, ᾗ εὐθύ, πολλὰ συμβαίνει, οἷον ἅπτεσθαι τῆς χαλκῆς σφαίρας κατὰ στιγμήν, οὐ μέντοι γε ἅψεται τούτου χωρισθὲν τὸ εὐθύ· ἀχώριστον γάρ, εἴπερ ἀεὶ μετὰ σώματός ἐστιν." Ὡς τὸ λευκὸν ὁμώνυμον, ποτὲ μὲν δηλοῦν τὴν λευκότητα, ποτὲ δὲ τὸ λελευκασμένον, οὕτω καὶ τὸ εὐθὺ τήν τε εὐθύτητα καὶ τὸ κατ’ αὐτὴν χαρακτηριζόμενον, οἷον τὸ κανόνιον σῶμα ὂν πάντως, ἐπειδὴ ἀχώριστος σωμάτων ἡ εὐθύτης. τὸ οὖν εὐθὺ τὸ τῆς χαλκῆς ἐφαπτόμενον σφαίρας, ᾗ εὐθύ, τὸ χαρακτηριζόμενόν ἐστι τῇ εὐθύτητι σῶμα, ἐπεὶ καὶ ἡ σφαῖρα ἡ χαλκῆ. οὐ μέντοι ἅψεται τούτου χωρισθὲν τὸ εὐθύ. τούτου μὲν τοῦ ὑποκειμένου λέγει,3 εὐθὺ δὲ νῦν τὸ ὡς χαρακτῆρα καὶ τὸ ὡς εὐθύτητα. βούλεται δὲ διὰ τούτων τὰ τοῦ ὁριζομένου καὶ εἰδοποιουμένου θεωρεῖν πάθη, κατὰ μὲν τὸν ὅρον ὄντα, οὐ μέντοι τοῦ ὅρου ἀλλὰ τοῦ ὁριζομένου, ὡς ἡ βάδισις κατὰ τὴν ζωὴν μὲν, τοῦ δὲ ζῴου.
“然而正如对直线而言,只要它是直的,便有许多属性附随于它,例如在点上切于青铜球,但分离出来的直却决不会触碰它;因为只要它总是与身体在一起,它便是不可分离的。” 正如‘白’是同名异义的,有时指白性,有时指被变白之物,‘直’亦同样既指直性,又指依其被规定之物,例如直尺,而直尺无论如何都是身体,因为直性不可脱离身体。因此那切于青铜球的直,只要它是直的,便是由直性所规定的身体,因为青铜球亦〔是身体〕。“然而分离出来的直决不会触碰此物。”他说‘此物’是指基底物,而此刻‘直’是指作为特征与作为直性者。他期望通过这些来考察被规定与被赋予形式之物的情态,这些情态依规定而存在,却不属于规定本身,而是属于被规定之物,正如行走依生命而存,却属于动物。
- 1.25ἀλλ’ οὐδὲ τὸ ἐπὶ τῆς λογικῆς ἐνεργείας νοεῖν πᾶν οὐκ ἄνευ φαντασίας
双重否定(οὐδὲ … οὐκ ἄνευ)与 πᾶν 共同构成的部分否定结构:πᾶν 处于 οὐδέ 的否定范围之下,意为“理性现实活动中的知解亦非全部非无表象而有”(即并非所有知解都需要表象,存在纯粹独立的现实活动)。后文紧接着的 ἀλλ’ ὅσον... 限定从句明确指出了需要表象伴随的具体情形。
- 1.26φθάνει φθαρῆναι πρὶν ὁραθῆναι
动词 φθάνω 与不定词 φθαρῆναι 搭配构成的结构,用于表达“抢先/提前发生”:意为“在被看见之前便已毁灭”。在古典希腊语中 φθάνω 通常接补充性分词,但在后古典期已普遍接不定词补足语,与随后的 πρὶν ὁραθῆναι 呼应以强化时间上的在先性。
- 1.27τούτου μὲν τοῦ ὑποκειμένου λέγει
解释引文中属格代词 τούτου(“触碰此物”)的指代对象。注释者指出,作为动词 ἅπτεσθαι 支配的属格代词 τούτου 指的是基底物(τὸ ὑποκείμενον),即作为物体的青铜球;与之形成对照的 εὐθύ 则指作为纯粹形式或特性的直性本身。
