- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:178.12-179.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解亚里士多德424b31–425a3,阐明通过单一媒介(空气或水)能够认识不同属的感觉对象,并在完满动物中,拥有对应媒介的器官必然能产生相应的多种感觉。随后他解释了与外部两种媒介(空气与水)相对应,内在的单纯感觉器官亦仅由这两种元素构成。
" Ἔχει δ’ οὕτως, ὥστε εἰ μὲν δι’ ἑνὸς πλείω αἰσθητὰ ἕτερα ὄντα ἀλλήλων τῷ γένει, ἀνάγκη τὸν ἔχοντα τοιοῦτον αἰσθητήριον ἀμφοῖν αἰσθητικὸν εἶναι." Εἰ δι’ ἑνὸς ἐκ τῶν δύο τῶν μεταξὺ ὁποιουοῦν πλείω αἰσθητὰ ἐνεργεῖν οἷά τε εἰς τὸ αἰσθητήριον, ἕτερά φησιν ὄντα ἀλλήλων τῷ γένει,1 ὡς διαφόροις αἰσθήσεσιν ὑποπίπτοντα. οὐ γὰρ ἑτερογενῆ πάντῃ τὸ θερμὸν καὶ ξηρὸν ἁπτὰ ἄμφω ὄντα, ἀλλὰ χρῶμα καὶ ἦχος, ὅτι τὸ μὲν ὁρατὸν ὁ δὲ ἀκουστός· ἄμφω δὲ ὅμως καὶ δι’ ἀέρος ὡς καὶ δι’ ὕδατός ἐστιν ἑκάτερον αἰσθητόν. ἀλλὰ καὶ τὸ ὀσμῶδες γένος δι’ ἑκατέρου ἐνεργεῖ τῶν μέσων. ἀναγκαῖον δέ φησι τὸν ἔχοντα τοιοῦτον αἰσθητήριον, ὑδάτινον δηλαδὴ ἢ ἀέριον ἢ κατὰ τὴν ἑτέραν ἐπικράτειαν χαρακτηριζόμενον, ἀμφοῖν αἰσθητικὸν εἶναι, ὡς ἐπὶ δύο ἑτερογενῶν τὸν λόγον ποιούμενος καὶ διὰ τοῦτο ἀμφοῖν εἰπών. διὸ καὶ ἐπήγαγε δύο τινὰ λέγων καὶ ἔστιν ὁ ἀὴρ ψόφου καὶ χρόας. ἀλλὰ διὰ τί, ὅπερ ἐλέγομεν, οὐχὶ καὶ ὁρᾷ ἡ ἀσπάλαξ, ἔχουσα ἀέρα, ᾧ ἀκούει; διὰ τί δὲ οὐχὶ καὶ ἀκούει ἡ πορφύρα, ἔχουσα τὸ ᾧ ὀσφραίνεται, εἴτε ἀὴρ τοῦτο εἴτε ὕδωρ εἴη; διότι, ἐρῶ, οὔτε ἀξιοῦται ἁπλῶς οὔτε ἀληθεύει τὸ λεγόμενον, ἀλλ’ ἐπὶ τῶν τελείων ζῴων (ὅθεν, ὡς εἴρηται, καὶ ἐπὶ ἡμῶν ἐποιεῖτο τὸν λόγον, “ἡμῖν” λέγων καὶ “ὅσων αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα”)· τελείας γὰρ τῆς αἰσθητικῆς παρούσης ζωῆς, καὶ οὔτε τῶν πρὸς τὴν ἁφὴν δηλαδὴ ἐλλειπόντων ὀργάνων (οὐδὲ γὰρ ἂν ζῷον ἄνευ ταύτης εἴη) οὔτε τῶν πρὸς τὴν διὰ τῶν μεταξὺ ἀντιληπτικὴν ἐν τοῖς τελείοις ζῴοις, καὶ εἰ θάτερον μόνον εἴη τῶν μεταξύ· χρῷντο γὰρ ἂν αὐτῷ καὶ ἅπασαι αἱ διὰ τῶν μέσων γινόμεναι, ὥσπερ καὶ τῷ ἐκτὸς ὄντι ὕδατι καὶ ἀέρι. οὔπω δεδειχὼς ὅτι [οὐ] μόνα τὰ ἐν ἡμῖν ἁπλᾶ ὄργανα ταῖς διὰ τῶν μεταξὺ ἀντιληπτικαῖς αἰσθήσεσιν ὑπηρετικά,2 ἀλλὰ μόνον ἐκ τῆς ἐπαγωγῆς λαβὼν τὸ δύο εἶναι τὰ μεταξὺ ἀέρα τε καὶ ὕδωρ, νῦν αἰσθητήριον ποτὲ μὲν ἓν ὑποτίθεται μόνον, τὸ δι’ οὗ τὰ πλείω καὶ ἑτερογενῆ αἰσθητὰ γνωρίζεται (ἐν οἷς γράφει ὥστε εἰ μὲν δι’ ἑνὸς πλείω αἰσθητὰ καὶ τὰ ἑξῆς), ποτὲ δὲ καὶ πλείω εἶναι τὰ τοιαῦτα μέσα, ὡς δι’ ἑκατέρου τὰ αὐτὰ γνωρίζεσθαι, οἷον χρόαν καὶ δι’ ἀέρος καὶ δι’ ὕδατος. ὅπερ καὶ ὡς ἀληθέστερον ἐγκρίνει, τὴν αἰτίαν προστιθείς, ἄμφω γὰρ διαφανῆ φάσκων, ἐπεὶ οὐχ ᾗ ἀὴρ οὐδὲ ᾗ ὕδωρ διαβιβαστικὰ τῆς χρόας, ἀλλὰ κατὰ τὸ διαφανές. ἀξιοῖ δὲ καὶ ἐν τῇ προτέρᾳ ὑποθέσει τὸν ἐκεῖνο τὸ ἓν ἔχοντα τὸ τῶν πλειόνων καὶ ἑτερογενῶν διαβιβαστικὸν ἀμφοῖν τοῖν ἑτερογενοῖν εἶναι αἰσθητικόν, ὡς ἐπὶ δύο, καθάπερ εἴρηται, ποιούμενος τὸν λόγον, καὶ ἐπὶ τῆς δευτέρας τὸν ὁποτερονοῦν τῶν μέσων ἔχοντα αἰσθάνεσθαι τοῦ δι’ ἑκατέρου ὄντος αἰσθητοῦ. τὸ γὰρ δι’ ἀμφοῖν ἐν τῷ καὶ ὁ τὸ ἕτερον αὐτῶν ἔχων μόνον αἰσθήσεται τοῦ δι’ ἀμφοῖν οὕτως ἀκουστέον,3 ὡς δι’ ἑκατέρου ἰδίᾳ, ἀλλ’ οὐχ ὡς ἅμα, οὐδὲ ὡς ἐκ τοῦ ἐξ ἀμφοῖν. τῇ γὰρ τελείᾳ ζωῇ καὶ ὁρατικῶς ἐνεργεῖν δυναμένῃ ὑπηρετοίη ἂν καὶ ὁποτερονοῦν τῶν διαφανῶν παρῇ.
“并且情况是这样的,因此如果通过一种[媒介]存在着在属上彼此不同的多种感觉对象,那么拥有这种感觉器官者必然能感觉二者。” 如果通过两种媒介中的任一种,多种感觉对象能够作用于感觉器官,他说,它们乃是“在属上彼此不同的”,作为从属于不同感觉的对象。因为热与干燥作为同属可触知的事物,并非在一切方面属上不同,但颜色与声音则是如此,因为前者是可见的,后者则是可听的;然而二者皆可通过空气、亦可通过水而被分别感觉。不仅如此,气味的属亦通过两种媒介中的每一种发挥作用。他说,拥有这种感觉器官的人——即由水或空气构成,或以其中一者的优势为特征的器官——必然能感知二者;他是就两种属上不同的事物展开论述,并因此而说了“二者”。为此他亦列举两项并补充道:“而空气是声音和颜色的[媒介]。”然而,正如我们所说,为何鼹鼠拥有用于听觉的空气却不能看?为何骨螺拥有用于嗅觉的媒介——无论是空气还是水——却不能听?我要说,这是因为所说之言既非单纯地被要求,亦非单纯地真实,而是在完满的动物身上[才真实](如前所述,因此他亦是就我们展开论述,说“我们”,以及“凡是我们通过直接触及它们自身而感觉到的事物”);因为当完满的感觉生命存在时,既不欠缺用于触觉的器官(因为若无此器官,动物甚至根本无法存在),在完满动物中亦不欠缺通过媒介而感知的器官,即使媒介中仅有一种存在亦然。因为通过媒介产生的所有感觉都会使用它,正如它们使用外部存在的水和空气一样。他尚未证明在我们内部仅有单纯的器官侍奉通过媒介感知的诸感觉,而只是从归纳中获得媒介仅有空气和水这两种,他现在有时只设定一种感觉器官,即多种在属上不同的感觉对象通过它而被认识(正如他写道“因此如果通过一种[媒介]存在着多种感觉对象”等处),有时亦设定此类媒介存在多种,以致相同的事物通过每一种媒介皆可被认识,例如颜色既通过空气亦通过水[被认识]。他将后者判定为更为真实,并补充了原因,称二者皆是透明的,因为并非就其作为空气或作为水而言,而是依照透明性,它们才是颜色的传递体。他既在先前的假定中要求,拥有那传递多种属上不同事物之单一媒介者,能感知那两种属上不同的事物(如前所述,他是就两种事物展开论述);亦在第二种假定中要求,拥有两种媒介中任一者的人,能感知通过每种媒介而被感觉的对象。因为在“甚至仅拥有其中之一者亦能感知通过二者的[对象]”中的“通过二者”,应当这样来理解:即分别通过每一种,但不是同时,亦不是通过由二者复合而成的媒介。因为对于能够以视觉方式活动的完满生命而言,透明物体无论哪一种存在,皆能为其效劳。
"Τῶν δὲ ἁπλῶν ἐκ δύο τούτων αἰσθητήρια μόνον ἐστίν." Λαβὼν ἀνωτέρω τὰ μεταξὺ δύο μόνα εἶναι ἀέρα τε καὶ ὕδωρ, βούλεται καὶ τὰ αἰσθητήρια ἐκ δύο μόνων τούτων ἁπλῶν ὑφίστασθαι, ἐπειδὴ τὸ μὲν τῆς ἁφῆς σύνθετον (ἐκ τῶν τεσσάρων γὰρ καὶ ἐπικρατοῦντος τοῦ γηίνου στοιχείου), ἐν δὲ τῇ ἁφῇ συνείληπται καὶ ἡ γεῦσις· τῶν δὲ διά τινων μέσων ἀντιληπτικῶν ἡ μὲν κόρη ὕδατος, ἡ δὲ ἀκοὴ ἀέρος, ἡ δὲ ὄσφρησις θατέρου τούτων· καὶ ἐκ τῆς ἐπαγωγῆς πιστούμενος τὰ δύο μόνα εἶναι ἐν ἡμῖν ἁπλᾶ αἰσθητήρια, καὶ διὰ τοῦ προλαβεῖν, ὡς τὰ μεταξὺ δύο τὰ αὐτά, ἐνδειξάμενος καὶ τὸ κατὰ λόγον δύο μόνα εἶναι τὰ ἁπλᾶ αἰσθητήρια. ὅσα γὰρ καὶ οἷα τὰ ἔξω διαβιβαστικὰ τῶν αἰσθητῶν, τοσαῦτα καὶ τοιαῦτα καὶ τὰ ἐν ἡμῖν δεκτικὰ τῆς τῶν αἰσθητῶν ἐκείνων ἐνεργείας.
“而在单纯物体中,感觉器官仅由这二者构成。” 既然他在上文中已认定媒介仅有空气和水这两种,他亦希望感觉器官仅由这两种单纯物体构成,因为触觉器官是复合的(由四种元素构成,且土元素占优势),并且在触觉中亦包含了味觉;而在通过某些媒介感知的器官中,瞳孔由水构成,听觉由空气构成,而嗅觉则由这二者之一构成。他既通过归纳确证在我们内部仅有两种单纯的感觉器官,又通过预先认定媒介正是这相同的两种,亦表明了在道理上单纯的感觉器官仅有两种。因为外部传递感觉对象的事物有多少、属于何种性质,我们内部接收那些感觉对象之活动的事物亦有多少,且具有何种性质。
- 3.6Εἰ δι’ ἑνὸς ἐκ τῶν δύο τῶν μεταξὺ ὁποιουοῦν πλείω αἰσθητὰ ἐνεργεῖν οἷά τε εἰς τὸ αἰσθητήριον, ἕτερά φησιν ὄντα ἀλλήλων τῷ γένει
在条件从句 εἰ... οἷά τε [ἐστίν] 中,系词 ἐστίν 被省略,不定式 ἐνεργεῖν 依附于 οἷά τε。主句结构为 ἕτερά φησιν ὄντα ἀλλήλων τῷ γένει(“他说它们在属上彼此不同”),其中 φησιν 起插入语作用,将亚里士多德的原句嵌入注解者的阐释中。
- 3.6οὔπω δεδειχὼς ὅτι [οὐ] μόνα τὰ ἐν ἡμῖν ἁπλᾶ ὄργανα ταῖς διὰ τῶν μεταξὺ ἀντιληπτικαῖς αἰσθήσεσιν ὑπηρετικά
括号中的 [οὐ] 表示校勘者予以删削。若保留 οὐ,意为“尚未证明不仅单纯的器官侍奉……”;若不取 οὐ,则意为“尚未证明仅有单纯的器官侍奉……”。根据后文语境(亚里士多德仅从归纳中获得空气与水两种媒介,尚未正式论证内在单纯器官与媒介的排他对应),此处采取删去 οὐ 的读法,指“仅有单纯器官侍奉”这一点尚未得到证明。
- 3.6τὸ γὰρ δι’ ἀμφοῖν ἐν τῷ καὶ ὁ τὸ ἕτερον αὐτῶν ἔχων μόνον αἰσθήσεται τοῦ δι’ ἀμφοῖν οὕτως ἀκουστέον
句式虽有交错,但核心框架为 τὸ γὰρ δι’ ἀμφοῖν [...] οὕτως ἀκουστέον(“因为[……中的]‘通过二者’应当这样来理解”)。介词短语 ἐν τῷ... 用中性冠词 τῷ 引出亚里士多德的原文语句(425a1–2),用以限定主语 τὸ δι’ ἀμφοῖν。
