← 辛普里丘

亚里士多德《论灵魂》注释

§176.28-178.11

感觉缺失与感官缺失的必然性

辛普里丘注解424b26–27,从完满动物的角度探讨了“若缺失感觉则亦缺失感官”的必然性在何种意义上成立,并分析了论证的第三个前件,即将感觉划分为直接接触与通过媒介两类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.4

" Ἀνάγκη τε, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν." Ἔστι μὲν δεύτερον, ὡς εἴρηται, συνημμένον τῶν ἡγουμένων· ὅπως δὲ ἀναγκαῖον λέγεται, ἐπιστάσεως ἄξιον. διὰ τί γάρ, εἰ ἡ ὁρατικὴ ἐλλείπει αἴσθησις μόνη, δυνατὸν δὲ εἶναι καὶ ἀέριον τὸ τῆς ὄψεως ὄργανον, μὴ πάρεστι τοῦτο τῷ ἔχοντι ἀκοήν, ὥστε τὸ μὲν αἰσθητήριον αὐτῷ παρεῖναι, τὴν δὲ ὅρασιν ἀποῦσαν μὴ ὡς ὁρατικῷ αὐτῷ χρῆσθαι; μήποτε οὖν διττὴ ἡ τοῦ αἰσθητηρίου ἔλλειψις,1 ἡ μὲν ὡς μηδ’ ὅλως τοῦ ὑποκειμένου παρόντος σώματος, ὃ ἂν ᾖ πρὸς τὴν ἐλλείπουσαν χρήσιμον αἴσθησιν, ὡς εἰ μηδὲ ὅλως εἴη καθ’ αὑτὸν ἔν τισι ζῴοις ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἀμιγῆ, ἡ δὲ ὡς ὄντος μέν, ἀλλ’ οὐχ ὡς ὁρατικοῦ γε φέρε· οὐ γὰρ ἂν μάτην καὶ ὡς ὁρατικὸν ὑφίστατο ἐπὶ τοῦ μὴ πεφυκότος ὁρᾶν. μήποτε δὲ καὶ ἐπὶ τῶν τελείων ζῴων ἀληθέστερον ἔχει ὁ λόγος. διὸ καὶ ἡμῖν, ἀλλ’ οὐχ ἁπλῶς ἔφη, ἐὰν ἐκλείπῃ αἴσθησις, καὶ αἰσθητήριον ἐκλείπειν, ἀλλ’ ἡμῖν τοῖς τὰς πέντε ἔχουσιν. ἐὰν γὰρ ᾖ τις ἄλλη, καὶ αἰσθητήριον ἄλλο τι ἕξει σῶμα ἢ τούτοις κατ’ ἄλλο τι χρήσεται. ἀλλ’ ἕτερον μὲν ὀργανικὸν εἶναι αἰσθητήριον ἀδύνατον, ἐπειδὴ μήτε ἐστὶν ἄλλο παρὰ τὰ τέσσαρα σῶμα φθαρτὸν μήτε τὸ οὐράνιον ὡς ὄργανον τῇ θείᾳ αὐτοῦ ὑπέστρωται ψυχῇ· οὐ γὰρ ὡς χρωμένη, ἀλλ’ ὡς αὐτὸ ἐκείνης ὅλον ὄν.2 οὐ μὴν οὐδὲ ταῦτα ἔχει τὸ κατ’ ἄλλο τι εἶναι αἰσθητικά· ἦν γὰρ ἄν τις ἐν τῇ τελείᾳ ζωῇ καὶ ἡ χρωμένη αὐτὴ δύναμις. διὸ ἀναγκαῖον, οἷς μὴ πάρεστιν αὕτη μὴ διὰ πήρωσιν ἢ ἀτέλειαν, μηδὲ τὸ ὄργανον ὑπάρχειν. ἐν γὰρ τῇ τελείᾳ πᾶσαι αἱ δυνάμεις, καὶ ἡ φύσις ἀκολούθως καὶ τὰ ὄργανα πάντα ἀποδίδωσιν, ἐὰν μὴ παρὰ φύσιν πηρωθῇ, ὅταν τὸ ἀνάπαλιν καὶ παρούσης τῆς δυνάμεως τὸ ὄργανον ἐκλείπῃ. διὸ οὐκ ἠξίωταί που τὸ ἐκλείποντος αἰσθητηρίου καὶ τὴν αἰσθητικὴν ἐκλείπειν οὐσίαν, ἀλλὰ τὸ ἀνάπαλιν μὴ ἐκλείποντος αἰσθητηρίου μηδὲ τὴν αἴσθησιν ἐκλείπειν, καὶ ἐν ἡμῖν τοῖς τὰς πέντε ἔχουσι καὶ οὖσι τελείοις, ὡς καὶ τὴν κατὰ τόπον ὡρισμένην κίνησιν κινουμένοις.

“并且必然的是,如果缺失某种感觉,我们亦缺失某种感觉器官。” 如前所述,这乃是诸前件中的第二个假言命题;但它在何种意义上被说成是必然的,则值得深思。因为,如果仅仅缺失视觉,并且视觉的器官亦可能由空气构成,那么为何并非拥有听觉的动物具备这种器官,以致虽然感觉器官在它身上存在,缺席的视觉却不将其作为视觉器官来使用呢?那么,感觉器官的匮乏莫非是双重的:一种是作为欠缺的感觉所必需的底层物体根本不存在,正如在某些动物中完全不存在纯粹孤立的空气或水;另一种则是物体虽存在,但姑且说,并非作为视觉器官而存在?因为在并不天生具有视觉的动物身上,器官绝不会徒然且作为视觉器官而成立。或者说,这一论述在完满的动物身上才更为真实?因此他并非单纯地说“如果缺失感觉,器官亦缺失”,而是说“我们”,即对于拥有五种感觉的我们而言。因为如果存在任何其他感觉,它亦将拥有某种其他物体作为感觉器官,或者以某种其他方式使用这些物体。然而,存在另一种工具性的感觉器官是不可能的,因为除了四种元素物体之外不存在其他可朽坏的物体,而天体亦未作为工具铺垫在其神圣的灵魂之下;因为灵魂并非作为使用者[与天体相对],而是天体本身整个就属于那一灵魂。并且,这些物体亦不具有以某种其他方式成为感觉器官的可能;因为若是如此,在完满的生命中亦必存在某种亲自使用它的能力。因此,凡非因伤残或不全而未具备这种能力者,其器官亦必然不存在。因为在完满的生命中存在着全部的能力,而自然亦相应地赋予所有的器官,除非违背自然而受残害——即在相反的情形下,能力虽在而器官却匮乏。因此,他从未主张“当感觉器官匮乏时,感觉实体亦匮乏”,而是相反地主张“当感觉器官不匮乏时,感觉亦不匮乏”,这乃是就拥有五种感觉、并且因按照空间规定运动而属于完满者的我们而言的。

§3.5

"Καὶ ὅσων μὲν αὐτῶν ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες." Τὸ τρίτον ἐστὶ τοῦτο τῶν ἡγουμένων, δι’ οὗ καὶ κατασκευάζειν ἀξιοῖ μήτε αἰσθητήριον μήτε αἴσθησιν ἡμῖν ἐλλείπειν· ἐπειδὴ γὰρ ἀνάγκη ἢ ἁπτομένων ἡμῶν τῶν αἰσθητῶν γίνεσθαι τὴν αἴσθησιν ἢ διὰ τῶν μεταξύ. καὶ ἔστιν ἄμεσος ἡ διαίρεσις καὶ ἄλλως ἀδύνατον. ἐπειδὴ γὰρ γνωστικὴ μὲν ζωὴ ἡ αἴσθησις, σωμάτων δὲ καὶ τούτων ἔξω κειμένων,3 καὶ δι’ αἰσθητηρίου σώματος ὄντος γινομένη τοῦ τῇ γνωστικῇ ταύτῃ χαρακτηριζομένου ζωῇ, ἀναγκαῖον τὸ αἰσθητήριον ἢ αὐτῶν ἐφάπτεσθαι τῶν αἰσθητῶν ἢ δι’ ἑτέρων τινῶν μεταξὺ σωμάτων ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν (οὐ γὰρ διὰ κενοῦ), ἵνα καὶ διαβιβάζηται ἡ τοῦ αἰσθητοῦ ἐντελέχεια εἰς τὸ αἰσθητήριον. βούλεται μὲν γὰρ καὶ τὴν ἁφὴν ὁ Ἀριστοτέλης διὰ τοῦ μεταξὺ γίνεσθαι, ἀλλ’ οὐκ ἔξω ὄντος τοῦ μεταξύ, ἐν ἡμῖν δέ, ὡς καὶ αὐτὸ ζῆν κατὰ τὴν αἰσθητικὴν ζωήν, ἀλλ’ ἕτερον ὅμως εἶναι τὸ προηγουμένως αἰσθητήριον. πρὸς μὲν οὖν τὸ πρώτως οὐκ ἄμεσος οὐδὲ ἡ ἁφή, πρὸς δὲ τὸ ἁπλῶς καὶ ὁπωσοῦν αἰσθητικὸν ἄμεσος· καὶ ἴσως καὶ ἡ καλουμένη συναίσθησις ἡμῖν γίνεται, ὅτε τῶν ἐν ἡμῖν τινος μορίου ψυχομένου ἢ θερμαινομένου αἰσθανόμεθα κατὰ τὴν ἁφήν, τοῦ προηγουμένου αἰσθητηρίου προσπίπτοντος τῷ πάσχοντι μορίῳ. τὴν μὲν οὖν ἁπτικὴν ζωὴν πάντα ἔχει τὰ ζῷα· τὴν δὲ διὰ τῶν μεταξύ, ὧν αἰσθητῶν μὴ αὐτῶν ἁπτόμενα αἰσθάνεται, οὔτε πάντα, καὶ ὅσα ἔχει, οὐ πάσης τῆς τῶν αἰσθητῶν ἀντιλαμβάνεται ἰδιότητος. οὐ γάρ, ἐπειδὴ ὀσφραντικά, ἤδη καὶ ἀκουστικά, οὐδὲ τὰ ἤχου γνωριστικὰ ἤδη καὶ χρώματος. πῶς οὖν ἀξιοῦται καὶ τοῖς ἁπλοῖς ἀποστήμασι καὶ τούτοις ἀέρι καὶ ὕδατι τὰ διὰ τῶν μεταξὺ γνωρίζεσθαι, καὶ τῶν ὁποτερονοῦν αὐτοῖν ἐχόντων ζῴων ἕκαστον δύνασθαι ἀντιλαμβάνεσθαι τῶν δι’ ἀμφοῖν τοῖν μεταξὺ αἰσθητῶν; λέγει δὲ οὕτως· ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς ἀποστήμασι, λέγω δὲ οἷον ἀέρι καὶ ὕδατι. ὅτι μὲν οὖν διὰ μόνων δύο τῶν μεταξὺ ἀέρος τε καὶ ὕδατος, μικρὸν προελθὼν δείξει. τὸ δὲ οἷον πρόσκειται ἐν τῷ λέγω δὲ οἷον ἀέρι καὶ ὕδατι, ἵνα, οἶμαι, ἐνδείξηται, ὡς οὐ μόνα τὰ δύο ταῦτα ἁπλᾶ ἐν τῷ μεταξὺ γινόμενα διαβιβάζει τὴν τῶν αἰσθητῶν εἰς τὸ αἰσθητήριον ἐνέργειαν, ἀλλὰ καὶ τὰ οἷα ταῦτα, ὥσπερ καὶ τὸ ὑπέκκαυμα, οἷον ἀὴρ ὄν, καὶ τὰ σύνθετα μὲν ἤδη, ἐπικρατοῦντος δὲ τοῦ ἀέρος ἢ τοῦ ὕδατος, ὁποῖον ἔλαιον καὶ οἶνος καὶ ὁμίχλη.

“而凡是我们通过直接触及它们自身而感觉到的事物,均可通过我们碰巧拥有的触觉而被感觉。” 这是前件中的第三个,他亦正是试图通过它来确立:在我们之中既不匮乏感觉器官,亦不匮乏感觉。因为感觉的产生必然要么通过我们触及感觉对象,要么通过媒介。而这一划分是没有中间项的,此外别无可能。因为既然感觉是一种认识性的生命,然而它关涉物体且这些物体位于外部,并且它是通过作为具有此种认识性生命特征的物体的感觉器官而产生的,那么感觉器官必然要么触及感觉对象自身,要么通过中间的某些其他物体来感知感觉对象(因为绝非通过虚空),以便感觉对象的现实活动得以传递至感觉器官。因为亚里士多德亦认为触觉是通过媒介而产生的,但那媒介并非在外部,而是在我们内部,以致它本身亦按照感觉生命而活着,但原初的感觉器官无论如何是另一者。因此,对于最原初的器官而言,连触觉亦非直接的;但对于单纯且无论以何种方式而言的感觉器官而言,它乃是直接的。并且或许所谓的共同知觉亦在我们之中产生,即当我们依照触觉感知到我们内部的某个部分变冷或变热时,乃是原初的感觉器官触及到了受动的部位。因此,所有的动物都具有触觉生命;但通过媒介的生命,即对于不直接触及自身而感觉的感觉对象的生命,则并非所有动物都拥有,而且即使拥有的动物,亦无法感知感觉对象的全部特性。因为具有嗅觉并不意味着随即就具有听觉,能够认识声音者亦非随即就能认识颜色。那么,何以能够断言:通过媒介的对象既由单纯的空间间隔、亦即由空气和水所认识,并且拥有它们中任一者的动物中每一个都能够感知通过这两种媒介的感觉对象?他这样说道:“而凡是通过媒介且非触及它们自身[而感觉]的,则通过单纯的空间间隔,我指的是诸如空气和水。”至于说仅通过空气和水这两种媒介,他稍后将会证明。而在“我指的是诸如空气和水”中添入“诸如”,我想是为了表明:并非只有这两种居于中间的单纯物体能够将感觉对象的活动传递至感觉器官,而且诸如此类的其他事物亦能传递,正如属于某种空气的可燃物,以及虽已属复合、但空气或水占优势的事物,诸如油、酒和雾。

语法注3 条
  1. 3.4μήποτε οὖν διττὴ ἡ τοῦ αἰσθητηρίου ἔλλειψις

    μήποτε 与省略的动词(此处为 ἐστί)连用,构成表达委婉断定或推测的习语(“莫非……”、“或许……”)。后文的 μήποτε δὲ καὶ ἐπὶ τῶν τελείων ζῴων ἀληθέστερον ἔχει ὁ λόγος 亦采取同样的句式,提出了另一种解释的可能性。

  2. 3.4οὐ γὰρ ὡς χρωμένη, ἀλλ’ ὡς αὐτὸ ἐκείνης ὅλον ὄν

    该句承接并解释前文 μήτε τὸ οὐράνιον ὡς ὄργανον τῇ θείᾳ αὐτοῦ ὑπέστρωται ψυχῇ(天体亦未作为工具铺垫在其神圣灵魂之下)。阴性主格分词 χρωμένη 指代作为使用者的灵魂(ἡ θεία ψυχή),而中性主格分词 ὄν 则与天体(τὸ οὐράνιον σῶμα)相呼应,二者在 ὡς 引导的省略因果分词结构中形成对照(“并非因为灵魂使用它,而是因为天体自身整个就属于那灵魂”)。

  3. 3.5ἐπειδὴ γὰρ γνωστικὴ μὲν ζωὴ ἡ αἴσθησις, σωμάτων δὲ καὶ τούτων ἔξω κειμένων

    在 ἐπειδή 引导的从句内部,通过 μὲν... δέ 形成了对比结构:主语为 ἡ αἴσθησις,γνωστικὴ ζωὴ 作表语名词,而 δέ 之后的 σωμάτων δὲ καὶ τούτων ἔξω κειμένων 作为宾格性属格依附于 ζωὴ,指示认识的对象(“是对物体的认识,且这些物体位于外部”)。随后的分词短语 καὶ δι’ αἰσθητηρίου... γινομένη 则作为并列成分修饰主语 ἡ αἴσθησις。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:176.28-178.11