- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:175.22-176.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了《论灵魂》卷三第一章的开篇(424b22–24),阐明了五感之外别无其他感觉这一论题命题,并剖析了以触觉的完满性为前提的论证结构。
" Ὅτι δ’ οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε." Αὕτη μέν, γεωμετρικῶς φάναι, ἡ τοῦ προβλήματος πρότασις· ἄρχεται δὲ τῆς κατασκευῆς τοῦ λόγου ἐντεῦθεν.
“在五种感觉之外不存在另一种感觉。” 用几何学的话说,这便是论题的命题;而〔亚里士多德〕便从这里开始论述的建构。
"Εἰ γὰρ παντός, οὗ ἐστιν αἴσθησις ἁφή, καὶ νῦν ἔχομεν αἴσθησιν· πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν." Ἐπειδὴ τέσσαρες μόναι αἱ πρῶται παθητικαὶ ποιότητες, θερμότης ψυχρότης, ξηρότης ὑγρότης, ἐξ ὧν αἱ ἄλλαι, ὡς ἐν τῇ Περὶ γενέσεως εἴρηται, ὧν ἁπασῶν ἡ ἁφὴ ἀντιληπτική, ἐπειδὴ καὶ τῶν πρώτων πασῶν, τὰ δὲ ἁπτὰ ἅπαντα ὡς ἁπτὰ ταῖς παθητικαῖς χαρακτηρίζεται ποιότησιν, ὡς καὶ τοῦτο ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ὑπέμνησται ἀκροάσεως, δῆλον ὡς ἀληθῶς εἴληπται πάντα τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ γνωρίζεσθαι. εἰ δὲ ἡ ἁφή, καίτοι ἐσχάτη οὖσα, οὐδὲν ἀφίησι τῶν ἁπτῶν ἄγνωστον, πάντως που καὶ ἑκάστη τῶν λοιπῶν οὐδενὸς τῶν οἰκείων ἀπολειφθήσεται αἰσθητῶν. τοῦτο γὰρ ἕπεται μὲν τῷ ὑποθετικῶς προειρημένῳ, τῷ εἰ γὰρ παντὸς οὗ ἔστιν αἴσθησις ἁφή· οὐ μὴν ἀποδέδοται ὑπὸ Ἀριστοτέλους, ἀλλὰ καὶ ἄλλα τινὰ προηγούμενα, τὸ εἰπεῖν εἰ ἐκλείπει τις αἴσθησις, ἀναγκαῖον εἶναι καὶ αἰσθητήριον ἐκλείπειν, ἔτι τρίτον, ὅπερ καὶ ἐν μέσῳ κατασκευάζει, καὶ εἰ μηδὲν ἐλλείπει ἐν ἡμῖν αἰσθητήριον, κοινῇ διὰ μακρῶν ἀποδίδωσι πρὸς πάντα τὰ ἡγούμενα τὸ “πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν.”1 εἰ γὰρ μὴ λείπει αἰσθητήριον, ὅπερ τὸ τρίτον τῶν ἡγουμένων ἀξιοῖ, διὰ τὸ ἢ ἀμέσως τῶν αἰσθητῶν ἢ διὰ μέσων ἀέρος καὶ ὕδατος ἀντιλαμβάνεσθαι, ἔχειν δὲ ἡμᾶς καὶ τὸ ἁπτικὸν καὶ ἑκάτερον τῶν μεταξύ, οὐδὲ αἴσθησις, ἐπειδὴ κεῖται, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν. καὶ ταύτῃ πρὸς τὸ δεύτερον τῶν ἡγουμένων ὑποθετικῶν, πρὸς τὸ ἀνάγκη τε, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν ἀποδίδοται τὸ “πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν.” πρὸς δὲ τὸ πρῶτον τὸ εἰ γὰρ παντός, οὗ ἐστιν αἴσθησις ἁφή, καὶ νῦν αἴσθησιν ἔχομεν, ἀποδέδοται τὸ αὐτό, τὸ “πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν”, ἐπειδὴ οὕτω πᾶσαι, ὡς καὶ μηδ’ ὁτιοῦν τῶν οἰκείων ἀπολείπουσαι αἰσθητῶν, διὰ τὸ καὶ τῇ ἁφῇ καὶ νῦν αἴσθησιν ἔχειν ἡμᾶς παντός, οὗ ἐστιν αἴσθησις ἁφή, τοῦ καὶ νῦν προσκειμένου δηλοῦντος τὸ καὶ πρὶν ἀποδειχθῆναι μόνας τὰς πέντε εἶναι αἰσθήσεις.2 τὴν γὰρ ἁφὴν τελείαν ὡς οὐδὲν τῶν ἁπτῶν ἄγνωστον ἀφιεῖσαν ἔχομεν, ὅπερ κατασκευάζει διὰ τοῦ πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν, εἴ γε, ὡς εἴρηται, καὶ τῶν ἁπλῶν τῶν πρώτων καὶ τῶν ἐξ αὐτῶν κατὰ μῖξιν συγκειμένων παθητικῶν ποιοτήτων πασῶν γνωριστικοὶ τῇ ἁφῇ ὑπάρχομεν. εἰ γοῦν ἡ ἁφὴ πάντα γνωρίζει τὰ ἁπτά, ἀναγκαῖον καὶ τῶν ἄλλων ἑκάστην πάντων εἶναι τῶν οἰκείων αἰσθητῶν ἀντιληπτικήν. καλῶς οὖν πᾶσαι λέγονται ἔχεσθαι αἱ αἰσθήσεις ἐν τοῖς τὰς πέντε ἔχουσι, καὶ ὡς μὴ οὐσῶν πλειόνων καὶ ὡς ἑκάστης οὐδὲν ἀπολειπούσης ἄγνωστον τῶν οἰκείων αἰσθητῶν.
“因为凡是触觉作为其感觉的一切事物,如果我们现在已经拥有其感觉;因为作为可触之物自身的一切可触特质,通过触觉对我们而言都是可感的。” 既然最初的受动性质仅有四种——热、冷、燥、湿,其余性质皆源于此(正如在《论生成与消灭》中所说),而触觉能够感知所有这些性质(既然它亦能感知所有原初性质),并且一切可触之物作为可触之物均由受动性质所规定(正如这一点在《物理学》第八卷中亦已述及),那么显而易见,认为作为可触之物自身的一切可触特质均由触觉所认识,这一设定确属真实。而如果触觉尽管处于最底层,却未让可触之物的任何一种保留为未被认识的,那么其余各项感觉中每一者无疑亦绝不会漏失其任何固有的可感对象。因为这乃是紧承着假言预设之言,即紧承着“因为凡是触觉作为其感觉的一切事物,如果……”而来的结论;然而,亚里士多德并未补出这一后件,而是在先行设定了其他若干前件之后——即指出“如果缺失某种感觉,必然亦缺失某种感觉器官”,以及第三个(他亦在中间加以建构的前件)“如果在我们之中并无任何感觉器官匮乏”——经过长篇论述,对所有的前件共同赋予了这一结论:“因此,凡非残缺者拥有全部的感觉。”因为如果不匮乏感觉器官(正如前件中的第三个所要求的,这是由于感知感觉对象要么是直接的,要么是通过作为媒介的气与水,而我们既拥有触觉器官亦拥有这两种媒介),那么亦不匮乏感觉,因为早已确立“如果缺失某种感觉,我们亦缺失某种感觉器官”。而依此方式,对于假言前件中的第二个,即对于“并且必然的是,如果缺失某种感觉,我们亦缺失某种感觉器官”,被赋予了这一结论:“因此,凡非残缺者拥有全部的感觉。”而对于第一个前件,即对于“因为凡是触觉作为其感觉的一切事物,如果我们现在已经拥有其感觉”,亦被赋予了同一结论,即“因此,凡非残缺者拥有全部的感觉”,因为所谓“全部”,乃是指丝毫不漏失其任何固有可感对象的意义上的全部,这是由于即便在现在,我们通过触觉亦拥有触觉作为其感觉的一切事物的感觉——加上“现在已经”,乃是表明“甚至在论证感觉仅有五种之前”。因为我们所拥有的触觉是完满的,它并未让可触之物的任何一种处于未被认识的状态,而这一点他通过“因为作为可触之物自身的一切可触特质,通过触觉对我们而言都是可感的”加以建构,只要诚如所言,我们能够通过触觉认识最初的简单性质以及由它们经混合而成的全部受动性质。无论如何,如果触觉认识所有的可触对象,那么其余每一种感觉必然亦能感知其全部固有的可感对象。因此,在拥有五种〔感觉〕者之中,说拥有全部的感觉,无论是在不存在更多感觉的意义上,还是在每一种感觉都不遗漏其任何固有可感对象使其未被认识的意义上,都是恰当的。
- 3.3οὐ μὴν ἀποδέδοται ὑπὸ Ἀριστοτέλους, ἀλλὰ καὶ ἄλλα τινὰ προηγούμενα, τὸ εἰπεῖν εἰ ἐκλείπει τις αἴσθησις, ἀναγκαῖον εἶναι καὶ αἰσθητήριον ἐκλείπειν, ἔτι τρίτον, ὅπερ καὶ ἐν μέσῳ κατασκευάζει, καὶ εἰ μηδὲν ἐλλείπει ἐν ἡμῖν αἰσθητήριον, κοινῇ διὰ μακρῶν ἀποδίδωσι πρὸς πάντα τὰ ἡγούμενα τὸ “πᾶσαι ἄρα αἱ αἰσθήσεις ἔχονται ὑπὸ τῶν μὴ ἀτελῶν.”
必须把握这句长难句的核心骨架。分句以被动形式 οὐ μὴν ἀποδέδοται 开始(以先前所述的后件为省略的主语),在转折连词 ἀλλά 之后转为主动形式 ἀποδίδωσι(以亚里士多德为主语)。辛普里丘在此阐明其论辩结构:亚里士多德在引入多个前件(ἡγούμενα)——即(1) 引文中的条件句、(2)“若缺感觉则必缺器官”的命题、(3)“无感觉器官匮乏”的命题——之后,隔了很长篇幅,为所有这些前件共同赋予(ἀποδίδωσι)了同一个后件(ἀπόδοσις):“因此,凡非残缺者拥有全部的感觉”。
- 3.3τοῦ καὶ νῦν προσκειμένου δηλοῦντος τὸ καὶ πρὶν ἀποδειχθῆναι μόνας τὰς πέντε εἶναι αἰσθήσεις
此处为属格独立结构(τοῦ ... προσκειμένου δηλοῦντος),是注解者对亚里士多德文本中为何附加 καὶ νῦν(现在已经)一词所作的补充说明。分词 δηλοῦντος 的宾语是带冠词的不定式从句 τὸ καὶ πρὶν ἀποδειχθῆναι ...,表示“甚至在论证感觉仅有五种之前”这一事态。
