← 辛普里丘

亚里士多德《论灵魂》注释

§174.20-175.21

基于元素媒介的五感充足性与对扬布利柯的驳斥

辛普里丘基于水与气这两种元素媒介完成了关于五种感觉充足性的论证,回应了扬布利柯关于天体及神魔动物的质疑,说明其感觉并不构成独立感觉种,随后转向逐句文词诠释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#3

τῶν δὲ ἔξωθεν δύο ἁπλᾶ διαβιβαστικὰ τῆς τῶν αἰσθητῶν ἐνεργείας, ὕδωρ τε καὶ ἀήρ, ἢ εἰ καὶ μικτά, θατέρου πάντως τούτων ἐπικρατοῦντος ἐν τῇ μίξει. οὔτε γὰρ ἐκ γῆς διὰ τὸ ἀκίνητον καὶ δυσπαθὲς καὶ δυσμετάληπτον τῶν ἀπὸ τῶν ἄλλων ἐντελεχειῶν, οὔτε ἐκ πυρὸς διὰ τὸ δραστήριον αὐτοῦ, κινητικοῦ τῶν ἄλλων ὄντος καὶ μεταδοτικοῦ τοῖς ἄλλοις μᾶλλον τῶν ἰδίων ἢ κινουμένου ὑπὸ τῶν ἄλλων 〈καὶ〉 μεταληπτικοῦ τῶν ἐν ἐκείνοις.1 πῶς οὖν μικτὸν τὸ ἐν ἡμῖν καὶ ἐπικρατοῦντος τοῦ γηΐνου προσεχῶς ἀναδέχεται τὰς τῶν ἁπτῶν τε καὶ γευστῶν ἐνεργείας αἰσθητάς; ἢ ὅτι ζωτικὸν καὶ οἷον κουφιζόμενον ὑπὸ τῆς ἐν ἡμῖν ζωῆς. πῶς δὲ τὸ ὑπέκκαυμα διαφανές τέ ἐστι καὶ διηχές; ἢ ὅτι πῦρ ἐκεῖνο τὸ στοιχειῶδες, ἔοικε δὲ πῦρ νῦν τὸ καυστικὸν καὶ ὑπερζέον ἀποδιοπομπεῖσθαι ὡς μὴ ὂν καθ’ αὑτὸ αἰσθητήριον, ἵνα τὸ ὑπέκκαυμα ἐν τῷ ἀέρι ὂν συνειλημμένον ἢ κοινὸν ᾖ πάντων· οὐδὲν γὰρ ἄνευ θερμότητος αἰσθητικόν, τὸ δὲ καυστικὸν οὐδενός. ἐπεὶ οὖν δύο τὰ μεταξὺ ἐκ τῶν ἁπλῶν, ὕδωρ τε καὶ ἀὴρ (ἔστω γὰρ καὶ τὸ στοιχειῶδες ἐν τῷ ἀέρι) ἢ κοινόν, ἐκ δὲ τῶν παραπλησίων καὶ τὰ αἰσθητήρια, ἔχομεν δὲ ἄμφω, ὅσα τέλεια ζῷα, ἐν τοῖς τελείοις ἄρα ζῴοις οὐ μόνον ἡ τελεία ὑπάρχει ζωή, ἀλλὰ καὶ τῶν ὀργάνων οὐδὲν ἐλλείπει. εἴη ἂν οὖν μηδὲ αἴσθησις ἐλλείπουσα· εἰ δὲ τοῦτο, μόναι ἂν αἱ πέντε εἶεν αἰσθήσεις. ἀλλ’ ὁ μέγας Ἰάμβλιχος πολλὰ τὰ ἀφανῆ ἡμῖν εἶναι βούλεται ζῷα δαιμόνιά τε καὶ κρείττω, καὶ μὴ δεῖν ἐκ τῆς ἐπαγωγῆς διϊσχυρίζεσθαι τὸ ποσὸν τῶν αἰσθήσεων, ὀρθῶς λέγων. οὐ μὴν ὁ Ἀριστοτέλης τῇ ἐπαγωγῇ ἐπερείδεται, ἀλλὰ τῇ τελειότητι τῆς ζωῆς, καὶ τῷ μὴ ἐνδεῖν τι ἡμῖν αἰσθητήριον. ἀλλ’ εἶναι κρείττονα λέγει τὴν τῶν οὐρανίων αἴσθησιν,2 ἀπαθῆ ὑπάρχουσαν καὶ ἔνδοθεν ὅλην ἐγειρομένην καὶ οὐδὲν τῶν ἔξωθεν κινούντων προσδεομένην, αὐτὴν δὲ ἀφ’ ἑαυτῆς καὶ πρὸς ὑπόστασιν καὶ πρὸς γνῶσιν τῶν αἰσθητῶν ἐξαρκοῦσαν. ἆρα οὖν πλείους τῶν πέντε καὶ διὰ τὴν τῶν οὐρανίων θετέον; ἢ μάλιστα μὲν οὐ συναριθμητέον ταύταις ἐκείνην ὡς αἰτίαν αἰτιαταῖς καὶ ὡς ἑνιαίων τούτων πασῶν περιληπτικήν, ὅπου γε οὐδὲ τὴν κοινὴν ἐν ἡμῖν αἴσθησιν ὡς ἕκτην ταῖς πέντε συναριθμοῦμεν,3 καίτοι γε ἀχωρίστως αὐταῖς ἐγκατατεταγμένην, διὰ τὸ κοινῇ περιληπτικόν· μειζόνως οὖν τὸ ἐξῃρημένον πασῶν καὶ χωριστῶς καὶ αἰτιωδῶς περιεκτικὸν οὐ συναριθμητέον. ἔπειτα δὲ οὐδὲ ἑτέρα ἁπλῶς τῶν πέντε ἡ τῶν οὐρανίων. ἡ γὰρ ἑτερότης ἐν τοῖς λόγοις κατὰ τὸ τῶν λόγων διάφορόν τε καὶ ἐν τοῖς αἰσθητοῖς· ἡ δὲ οὐρανία οὐ ταύτῃ ἑτέρα, ἀλλὰ τῷ τρόπῳ, ἐπεὶ οὐ πλείω τὰ αἰσθητὰ τῶν καὶ ἡμῖν καταληπτῶν. ἡ μὲν οὖν ὅλη τοῦ προκειμένου ἀπόδειξις τοιάδε τις εἶναί μοι δοκεῖ, τῇ τῆς ζωῆς ἐπερειδομένη τελειότητι ἐν τοῖς μὴ πηρώμασι τῶν ζῴων μηδὲ παρὰ φύσιν ἔχουσι, καὶ τῷ ἀνενδεεῖ τῶν ὀργάνων, ὃ καὶ αὐτὸ οὐ δι’ ἐπαγωγῆς ἀλλὰ διὰ τῆς φύσεως τῶν αἰσθητικῶν ὀργάνων ἐπιστώσατο, δύο μὲν ἁπλῶν ὄντων ἐπὶ τῶν τὰ πόρρω γνωριζουσῶν αἰσθήσεων, τοῦ δὲ μικτοῦ ἐπὶ τῆς ἁφῆς, ἐπειδὴ καὶ μικτὸν τὸ τοῦ θνητοῦ ζῴου σῶμα, ὡς τὸ ὅλον φάναι. λοιπὸν δὲ ἀναγκαῖον καὶ κατὰ μέρος τὴν ταῦτα δηλοῦσαν ἑρμηνεῦσαι λέξιν.

另一方面,在来自外部的事物中,传导感觉对象活动的单一简单元素有两种:水与气;即便它们亦是混合的,在混合中亦全然由这二者之一占据支配地位。因为既不存在由土构成的[传导者],这是由于它的不可动性、不易受损性以及难以分有来自他物的现实活动;亦不存在由火构成的[传导者],这是由于它的能动本性,因为它推动他物并将自身固有特性赋予他物,甚于受他物推动〈并〉分有存在于那些事物中的特性。 那么,在我们内部之物作为混合物且土质成分占支配地位,如何能够直接接受可触之物和可尝之物的可感活动?难道不是因为它富有生命,且仿佛被我们内部的生命所轻灵化了吗? 燃素又如何既是透明的又是传声的呢?难道不是因为那是元素之火,而如今被排斥为不能自成感觉器官的,看来是那灼烧而剧烈沸腾的火,从而使得燃素要么被包容在空气中,要么成为一切共有的东西?因为没有任何东西脱离了热度能够具有感觉能力,但灼烧之热却不能构成任何[感觉器官]。 因此,既然由单一简单元素构成的媒介有两种——水与气(因为不妨设元素之火亦在气中)——或者是一种共有的东西,而感觉器官亦由相仿的质料构成,且凡是完满的动物,我们都兼具二者,那么在完满的动物中不仅存在完满的生命,而且器官亦无一缺失。从而亦就不可能缺少任何感觉;如果情况如此,那么便唯有这五种感觉。 然而,伟大的扬布利柯认为存在许多对我们而言不可见的神魔动物和更优越的动物,且不应当根据归纳来确言感觉的数量,他的说法是正确的。不过,亚里士多德并未依赖归纳,而是依赖生命的完满性,以及我们丝毫不匮乏任何感觉器官。但他[扬布利柯]声称天体的感觉更加优越,它是免于受动的,完全从内部被唤起,丝毫不需外部推动之物,它自身便足以使感觉对象得以确立和被认识。 那么,难道亦因天体的感觉而应当设定多于五种感觉吗?或者首要的是,绝不可将那一感觉与这些感觉一同数计,就像不可把原因以及这所有单一者的统摄者与由原因所产生的结果一同数计一样,正如我们甚至不将我们体内的共通感觉作为第六种与这五种并列数计(尽管它不可分地配置于它们之中),这是由于它具有共通统摄性;因此,更加不可将那超越一切、独立且作为原因而统摄者的感觉一同数计。其次,天体的感觉亦绝非单纯异于这五种感觉。因为相异性既根据理路的差异而在于理路之中,亦在于感觉对象之中;而天体的感觉并非以这种方式相异,乃是在样态上相异,因为感觉对象并不比亦能由我们把握的对象更多。 因此,在我看来,关于眼前论题的整个论证便是这般模样:它依赖于在非残缺且不违反本性的动物中生命的完满性,以及器官的无匮乏性,而这种无匮乏性他亦不是通过归纳,而是通过感觉器官的本性来确证的——在认识远距离对象的感觉中器官由两种简单元素构成,而在触觉中器官由混合物构成,因为凡俗动物的身体概括而言亦是混合物。剩下的便是必须逐部分地诠释阐明这些内容的文词。

语法注3 条
  1. 3.1κινητικοῦ τῶν ἄλλων ὄντος καὶ μεταδοτικοῦ τοῖς ἄλλοις μᾶλλον τῶν ἰδίων ἢ κινουμένου ὑπὸ τῶν ἄλλων 〈καὶ〉 μεταληπτικοῦ τῶν ἐν ἐκείνοις

    紧随介词短语 διὰ τὸ δραστήριον αὐτοῦ 之后的属格独立结构,用以解释火(αὐτοῦ)的特性。由 μᾶλλον ... ἤ(“与其……不如……”)统辖的两个对比项(主动推动并赋予,对照受推动并分有)在属格分词及其补足语上构成了工整的对称结构。

  2. 3.1ἀλλ’ εἶναι κρείττονα λέγει τὴν τῶν οὐρανίων αἴσθησιν

    未明示主语的第三人称单数动词 λέγει,其主语即前文提及的扬布利柯(ὁ μέγας Ἰάμβλιχος)。该动词支配带不定式的宾语从句(εἶναι κρείττονα ... τὴν τῶν οὐρανίων αἴσθησιν),引述扬布利柯关于天体感觉更为优越的反驳观点。

  3. 3.1ὅπου γε οὐδὲ τὴν κοινὴν ἐν ἡμῖν αἴσθησιν ὡς ἕκτην ταῖς πέντε συναριθμοῦμεν

    ὅπου γε 引导带有举证/根据性质的状语从句,意为“鉴于/甚至连……都……”。它通过指出人人皆知的共通感觉这一先例,为后文主句 μειζόνως οὖν ... οὐ συναριθμητέον(“因此更加不可将超越者……一同数计”)提供举轻明重(a fortiori)的推论基础。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:174.20-175.21